δὲ δὴ τοῦ ἱππάρχου ἀκριβολογούμενοι· ὁ δὲ δὴ Καίλιος ὁ Μᾶρκος καὶ ἀπώλετο τολμήσας τὰ περὶ τῶν δανεισμάτων ὑπὸ τοῦ Καίσαρος ὁρισθέντα, καθάπερ ἡττημένου τε αὐτοῦ καὶ ἐφθαρμένου, λῦσαι, καὶ διὰ τοῦτο καὶ τὴν Ῥώμην καὶ τὴνΚαμπανίαν ἐκταράξας. οὗτος γὰρ ἔπραξε μὲν ἀνὰ πρώτους τὰ τοῦ Καίσαρος, διὸ καὶ στρατηγὸς ἀπεδείχθη· ὀργισθεὶς δὲ ὅτι τε μὴ ἠστυνόμησεν καὶ ὅτι καὶ ὁ Τρεβώνιος ὁ συνάρχων αὐτοῦ οὐ κληρωτός, ὥσπερ εἴθιστο, ἀλλʼ αἱρετὸς ὑπὸ τοῦ Καίσαρος ἐς τὴν ἀστυνομίαν προεκρίθη,ἠναντιοῦτο πρὸς πάντα τῷ συνάρχοντι καὶ οὔτʼ ἄλλο τι τῶν ἐπιβαλλόντων οἱ ποιεῖσθαι ἐπέτρεπεν, οὔτε τὰς δίκας κατὰ τοὺς τοῦ Καίσαρος νόμους τελεῖσθαι συνεχώρει, καὶ προσέτι τοῖς ὀφείλουσί τι βοηθήσειν ἐπὶ τοὺς δεδανεικότας καὶ τοῖς ἐν ἀλλοτρίων οἰκοῦσι τὸ ἐνοίκιον ἀφήσεινἐπηγγέλλετο. προσθέμενος δὲ ἐκ τούτου συχνοὺς ἐπῆλθε μετʼ αὐτῶν τῷ Τρεβωνίῳ, κἂν ἀπέκτεινεν αὐτὸν εἰ μὴ τήν τε ἐσθῆτα ἠλλάξατο καὶ διέφυγέ σφας ἐν τῷ ὄχλῳ. διαμαρτὼν δὲ τούτου νόμον ἰδίᾳ ἐξέθηκε, προῖκά τε πᾶσιν οἰκεῖν διδοὺς καὶ τὰ χρέα ἀποκόπτων.ὁ οὖν Σερουίλιος στρατιώτας τέ τινας ἐς Γαλατίαν κατὰ τύχην παριόντας μετεπέμψατο, καὶ τὴν βουλὴν τῇ παρʼ αὐτῶν φρουρᾷ συναγαγὼν προέθηκε γνώμην περὶ τῶν παρόντων, καὶ κυρωθέντος μὲν μηδενὸς (δήμαρχοι γὰρ ἐκώλυσανʼ συγγραφέντος δὲ τοῦ δόξαντος ἐκέλευσε τοῖςὑπηρέταις καθελεῖν τὰ πινάκια. ἐπειδή τε ὁ Καίλιος ἐκείνους τε ἀπήλασε καὶ αὐτὸν τὸν ὕπατον ἐς θόρυβον κατέστησε, συνῆλθον αὖθις φραξάμενοι τοῖς στρατιώταις, καὶ τὴν φυλακὴν τῆς πόλεως τῷ Σερουιλίῳ, ὥσπερ ἄνω μοι πολλάκιςπερὶ αὐτῆς εἴρηται, παρέδοσαν. καὶ ὁ μὲν οὐδὲν ἐκ τούτου τῷ Καιλίῳ ὡς καὶ στρατηγοῦντι πρᾶξαι ἐφῆκεν, ἀλλὰ τά τε προσήκοντα τῇ ἀρχῇ αὐτοῦ ἄλλῳ τῳ τῶν στρατηγῶν προσέταξε, καὶ αὐτὸν ἐκεῖνον τοῦ τε συνεδρίου εἶρξε καὶ ἀπὸ τοῦ βήματος καταβοῶντά τι κατέσπασε, τόν τεδίφρον αὐτοῦ συνέτριψεν· ὁ δὲ ὀργὴν μὲν πολλὴν καθʼ ἕκαστον αὐτῶν ἐποιεῖτο, δεδιὼς δὲ μὴ καὶ κολασθῇ (δύναμιν γὰρ ἀξιόμαχον ἐν τῇ πόλει εἶχενʼ ἐς Καμπανίαν πρὸς Μίλωνα νεωτερίζοντάτι ἀπᾶραι ἔγνω. ἐκεῖνος γὰρ ἐπειδὴ μόνος τῶν φευγόντων οὐ κατήχθη πρὸς τοῦ Καίσαρος, ἔς τε τὴν Ἰταλίαν ἀφίκετο, καὶ πολλοὺς ἀνθρώπους, τοὺς μὲν βίου δεομένους τοὺς δὲ καὶ τιμωρίαν τινὰ δεδιότας, συλλέξας τήν τε χώραν ἐκακούργει καὶ ταῖς πόλεσι ταῖς τε ἄλλαις καὶ τῇ Καπύῃπροσέβαλλε. πρὸς οὖν τοῦτον ὁ Καίλιος ἀφορμῆσαι ἐθελήσας ὡς μετʼ αὐτοῦ πᾶν ὅ τι δύναιτο τὸν Καίσαρα λυπήσῃ, ἔπειτʼ ἐπειδὴ μήτε ἐκ τοῦ προφανοῦς ἐκδημῆσαι ἐδύνατο (παρετηρεῖτο γάρʼ μήτʼ αὖ ἐκδρᾶναι ἐτόλμα διά τε τἆλλα καὶ ὅτι πολλῷ πλείω ἔν τε τῷ σχήματι καὶ ἐν τῷ ὀνόματι τῷ τῆς στρατηγίας ὢν καταπράξειν ἤλπιζε, τῷ τε ὑπάτῳ προσῆλθε καὶ παρῃτεῖτο αὐτόν, λέγων καὶ πρὸς τὸν Καίσαρα ἀπελθεῖν βούλεσθαι.ὑποτοπήσας οὖν ἐκεῖνος τὴν διάνοιαν αὐτοῦ ἐπέτρεψε μέν οἱ τοῦτο ποιῆσαι, ἄλλως τε καὶ ὅτι πολὺς ἐνέκειτο τό τε τοῦ Καίσαρος ὄνομα ἐπικαλούμενος καὶ πρὸς τὴν ἀπολογίαν δὴ ἐπείγεσθαι σκηπτόμενος, συνέπεμψε δὲ αὐτῷ δήμαρχόν τινα, ἵνʼ εἴ τι νεοχμῶσαι τολμήσειεκωλυθείη. ὡς δὲ ἐν τῇ Καμπανίᾳ ἐγένοντο, καὶ ὅ τε Μίλων πταίσας πρὸς τῇ Καπύῃ ἐς τὰ Τιφατῖνα ὄρη κατεπεφεύγει καὶ ὁ Καίλιος οὐκέτι περαιτέρω προυχώρει, δείσας ὁ δήμαρχος οἴκαδεἐπαναγαγεῖν αὐτὸν ἠθέλησε. προπυθόμενος οὖν ταῦθʼ ὁ Σερουίλιος τῷ μὲν Μίλωνι πόλεμον ἐν τῇ βουλῇ ἐπήγγειλε, τὸν δὲ δὴ Καίλιον ὑπομεῖναι μὲν ἐν τῷ προαστείῳ, μὴ καὶ ταράξῃ τι, ἐκέλευσεν, οὐ μέντοι διὰ φυλακῆς ἀκριβοῦς ἅτε καὶ στρατηγοῦντα ἐποιήσατο. ἀπέδρα τε οὖν καὶπρὸς τὸν Μίλωνα ἠπείγετο. κἂν ἔπραξέ τι ταραχῶδες, εἰ ζῶντα αὐτὸν εὑρήκει. νῦν δὲ ἐκ τῆς Καμπανίας ἐκπεσόντος αὐτοῦ καὶ ἐν Ἀπουλίᾳ φθαρέντος, ἔς τε τὴν Βρεττίαν ἦλθεν ὡς ἐνταῦθά γέ τι συστήσων, καὶ ἐκεῖ πρὶν ποιῆσαί τι λόγου ἄξιον ἀπώλετο· συστραφέντες γὰρ οἱ τὰ τοῦ Καίσαρος πράττοντες ἀπέκτειναν αὐτόν.καὶ οἱ μὲν οὕτως ἀπέθανον, οὐ μέντοι καὶ ἡσυχία παρὰ τοῦτο ἐν τῇ Ῥώμῃ ἐγένετο, ἀλλὰ πολλὰ καὶ δεινὰ συνηνέχθη, ὥσπερ που καὶ τὰ τέρατα προεδήλωσεν. ἐκείνῳ τε γὰρ τῷ ἔτει τελευτῶντι ἄλλα τέ τινα συνέβη, καὶ μέλισσαι ἐν τῷ Καπιτωλίῳ παρὰ τὸν Ἡρακλέα ἱδρύθησαν.καὶ (ἐτύγχανε γὰρ ἱερὰ Ἴσιδι ἐνταῦθα τότε γιγνόμενἀ ἔδοξε γνώμῃ τῶν μάντεων πάντα αὖθις τά τε ἐκείνης καὶ τὰ τοῦ Σαράπιδος τεμενίσματα κατασκάψαι· γενομένου δὲ τούτου καὶ Ἐνυεῖόν τι λαθόν σφας προσκαθῃρέθη, καὶ ἐν αὐτῷ κεράμια ἀνθρωπείων σαρκῶν μεστὰεὑρέθη. τῷ τε ἐχομένῳ σεισμός τε ἰσχυρὸς ἐγένετο καὶ βύας ὤφθη, κεραυνοί τε ἔς τε τὸ Καπιτώλιον καὶ ἐς τὸν τῆς Τύχης τῆς δημοσίας καλουμένης ναὸν ἔς τε τοὺς τοῦ Καίσαρος κήπους κατέσκηψαν, κἀνταῦθα ἵππος τις τῶν οὐκ ἠμελημένωνἀπέθανεν ὑπʼ αὐτῶν, καὶ τὸ Τυχαῖον αὐτόματον ἀνεῴχθη. πρὸς δὲ τούτοις αἷμά τε ἐξ ἐργαστηρίου σιτοποιοῦ προχυθὲν ἀφίκετο πρὸς νεὼν ἕτερον Τύχης, ἣν ἐκ τοῦ πάντα τά τε ἐν τοῖς ὀφθαλμοῖς καὶ τὰ κατόπιν καὶ ἐφορᾶν καὶ ἐκλογίζεσθαι χρῆναί τινα, μηδὲ ἐπιλανθάνεσθαι ἐξ οἵων οἷος ἐγένετο, καὶ ἱδρύσαντο καὶ ἐπεκάλεσαν τρόπον τινὰ οὐκ εὐαφήγητον Ἕλλησι·