καὶ εἴτε που κρατήσας ἠγγέλθη, ἔχαιρον, εἴτε καὶ πταίσας, ἐλυποῦντο, οἱ μὲν ἀληθῶς οἱ δὲ πλαστῶς ἑκάτερον· καὶ γὰρ κατάσκοποί σφων καὶ κατήκοοι, πάνθʼ ὅσα ἐπʼ αὐτοῖς καὶ ἐλέγετο καὶ ἐγίγνετο παρατηροῦντες, πολλοὶ περιενόστουν·ἰδίᾳ δὲ τὰ ἐναντιώτατα τῶν φανερῶν οἱ τῷ τε Καίσαρι ἀχθόμενοι καὶ τὰ τοῦ Πομπηίου προαιρούμενοι καὶ ἔλεγον καὶ ἐποίουν, κἀκ τούτου τα τε ἀγγελλόμενα κατὰ τὸ πρόσφορόν σφισιν ἀμφότεροι λαμβάνοντες τοῖς μὲν δεδιότως τοῖς δὲθαρσούντως ἐχρῶντο, καὶ οἷα πολλῶν καὶ ποικίλων ἔν τε τῇ αὐτῇ ἡμέρᾳ καὶ ἐν τῇ αὐτῇ ὥρᾳ πολλάκις λογοποιουμένων χαλεπώτατα διετίθεντο· καὶ γὰρ ἥδοντο καὶ ἐλυποῦντο καὶ ἐθάρσουνκαὶ ἐφοβοῦντο διὰ βραχυτάτου. ἀγγελθείσης δὲ τῆς Φαρσαλικῆς μάχης ἐπὶ πολὺ μὲν ἠπίστουν· οὔτε γὰρ ὁ Καῖσαρ τῷ κοινῷ τι ἐπέστειλεν, ὀκνήσας δημοσίᾳ χαίρων ἐπὶ τοιαύτῃ νίκῃ φανῆναι (διόπερ οὐδὲ ἐπινίκια αὐτῆς ἔπεμψἐ, καὶ ὁ παράλογος πρός τε τὴν παρασκευὴν αὐτῶνκαὶ πρὸς τὰ ἐλπιζόμενα πολὺς ἐφαίνετο. ὡς δʼ οὖν ἐπίστευσάν ποτε, τὰς μὲν εἰκόνας τοῦ τε Πομπηίου καὶ τοῦ Σύλλου τὰς ἐπὶ τῷ βήματι ἑστώσας ἀνεῖλον, ἄλλο δὲ οὐδὲν τότε ἔπραξαν· συχνοὶ μὲν γὰρ οὐδὲ τοῦτο βουλόμενοι ποιῆσαι, συχνοὶ δὲ καὶ τὸν Πομπήιον, μή πως ἀναμαχέσηται, φοβούμενοι, τῷ τε Καίσαρι καὶ ἐκεῖνοἱκανῶς ἔχειν ἐνόμιζον, καὶ τὸν Πομπήιον εὐπαραίτητον ἐπʼ αὐτῷ γενήσεσθαί σφισι προσεδόκων. ἐπεὶ μέντοι καὶ ἀπέθανεν, ὀψὲ μὲν καὶ τοῦτο, καὶ οὐ πρότερον πρὶν τὸν δακτύλιον αὐτοῦ πεμφθέντα ἰδεῖν, ἐπίστευσαν (ἐνεγέγλυπτο δὲ ἐν αὐτῷ τρόπαιατρία, ὥσπερ καὶ ἐν τῷ τοῦ Σύλλοὐ, ὡς δʼ οὖν ἐτεθνήκει, φανερῶς τε ἤδη τὸν μὲν ἐπῄνουν τὸν δὲ ἐλοιδόρουν, καὶ πᾶν ὅ τι ποτὲ ἐξευρεῖν ἐδύναντο ἐσηγοῦντο δοθῆναι τῷ Καίσαρι. καὶ ἔν τε τούτῳ πολλὴ ἦν παρὰ πάντων ὡς εἰπεῖν τῶν πρώτων ἅμιλλα, ὑπερβάλλειν σφῶν ἀλλήλους τῇ κολακείᾳ σπουδαζόντων, καὶ ἐν τῇ ἐπιχειροτονίᾳαὐτῶν· τοῖς τε γὰρ ἐπιβοήμασι καὶ τοῖς σχήμασι πάντες, ὡς καὶ παρόντος καὶ ὁρῶντος τοῦ Καίσαρος, πολὺ πλείστην σπουδὴν ἐνεδείκνυντο, καὶ ἐνόμιζον εὐθὺς ἀντʼ αὐτῶν, ὥσπερ τι αὐτῷ χαριζόμενοι ἀλλʼ οὐκ ἐξ ἀνάγκης αὐτὸ ποιοῦντες, ὁ μὲν ἀρχὴν ὁ δὲ ἱερωσύνην ὁ δὲ καὶχρήματα ἀντιλήψεσθαι. ἐγὼ οὖν τὰ μὲν ἄλλα, ὅσα ἤτοι καὶ ἑτέροις τισὶ πρότερον ἐψήφισται, εἰκόνας τε καὶ στεφάνους καὶ προεδρίας τά τε τοιουτότροπα, ἢ καινὰ μὲν καὶ τότε ἐσενεχθέντα πρῶτον ἦν, οὐ μέντοι καὶ ὑπὸ τοῦ Καίσαρος ἐβεβαιώθη, παραλείψω, μὴ καὶ διʼ ὄχλου γένωμαιεἰ πάντα αὐτὰ ἐπεξίοιμι· τὸ δʼ αὐτὸ τοῦτο καὶ ἐν τοῖς ἔπειτα, καὶ μᾶλλόν γε ὅσῳ καὶ πλείω καὶ ἀτοπώτερα ἀεὶ ἐσήγετο, ποιήσω· μόνα δὲ δὴ ὅσα ἴδιόν τέ τι καὶ ἐξαίρετον ἔχοντα ἐκυροῦτο καταλέξω.τούς τε γὰρ τὰ τοῦ Πομπηίου φρονήσαντας ἐπέτρεψαν αὐτῷ πᾶν ὅ τι ποτʼ ἂν ἐθελήσῃ δρᾶσαι, οὐχ ὅτι καὶ αὐτὸς παρʼ ἑαυτοῦ οὐ τοῦτʼ ἤδη λαβὼν εἶχεν, ἀλλʼ ἵνα καὶ ἐν νόμῳ δή τινι αὐτὸ ποιεῖν δόξῃ· καὶ πολέμων καὶ εἰρήνης κύριον, προφάσει τῶν ἐν τῇ Ἀφρικῇ συνισταμένων, πρὸς πάντας ἀνθρώπους ἀπέδειξαν αὐτόν, κἂν μηδὲν μήτε τῷ δήμῳ μήτετῇ βουλῇ περὶ αὐτῶν κοινώσηται. καὶ ἦν μέν που καὶ τοῦτο καὶ πρὶν ἐπʼ ἐκείνῳ ἅτε καὶ δύναμιν τηλικαύτην ἔχοντι· τοὺς γοῦν πολέμους οὓς ἐπολέμησε πάντας ὀλίγου καθʼ ἑαυτὸν ἀνείλετο· ὅμως δʼ οὖν αὐτῷ (πολῖταί τε γὰρ καὶ αὐτοτελεῖς ἔτι δοκεῖν εἶναι ἤθελονʼ ταῦτά τε οὕτως ἐψηφίσαντο καὶ τἆλλα πάντα ἃ καὶ ἀκόντων αὐτῶν ἔχεινἐδύνατο. ὕπατός τε γὰρ ἔτη πέντε ἐφεξῆς γενέσθαι καὶ δικτάτωρ οὐκ ἐς ἕκμηνον ἀλλʼ ἐς ἐνιαυτὸν ὅλον λεχθῆναι ἔλαβεν, τήν τε ἐξουσίαν τῶν δημάρχων διὰ βίου ὡς εἰπεῖν προσέθετο· συγκαθέζεσθαί τε γὰρ ἐπὶ τῶν αὐτῶν βάθρων καὶ ἐς τἆλλα συνεξετάζεσθαίσφισιν, ὃ μηδενὶ ἐξῆν, εὕρετο. αἵ τε ἀρχαιρεσίαι πᾶσαι, πλὴν τῶν τοῦ πλήθους, ἐπʼ αὐτῷ ἐγένοντο, καὶ διὰ τοῦτο ἐς τὴν παρουσίαν αὐτοῦ ἀναβληθεῖσαι ἐπʼ ἐξόδῳ τοῦ ἔτους ἐτελέσθησαν. τάς τε ἡγεμονίας τὰς ἐν τῷ ὑπηκόῳ τοῖς μὲν ὑπάτοις αὐτοὶ δῆθεν ἐκλήρωσαν, τοῖς δὲ δὴ στρατηγοῖς τὸν Καίσαρα ἀκληρωτὶ δοῦναι ἐψηφίσαντο· ἔς τε γὰρ τοὺς ὑπάτους καὶ ἐς τοὺς στρατηγοὺς αὖθις παρὰ τὰ δεδογμένασφίσιν ἐπανῆλθον. καὶ ἕτερον δέ τι, εἰθισμένον μὲν γίγνεσθαι, ἐν δὲ δὴ τῇ τοῦ καιροῦ διαφθορᾷ καὶ ἐπίφθονον καὶ νεμεσητὸν ὄν, ἔγνωσαν· τοῦ γὰρ πολέμου τοῦ πρός τε τὸν Ἰόβαν καὶ πρὸς τοὺς Ῥωμαίους τοὺς μετʼ αὐτοῦ πολεμήσαντας, ὃν ὁ Καῖσαρ οὐδέπω τότε οὐδʼ ὅτι γενήσοιτο ἠπίστατο, πέμψαι τινὰ αὐτῷ νικητήρια ὡς κεκρατηκότι προσέταξαν.Ταῦτʼ οὖν οὕτω καὶ ἐψηφίσθη καὶ ἐκυρώθη· καὶ ὅ τε Καῖσαρ τὴν δικτατορίαν παραχρῆμα, καίπερ ἔξω τῆς Ἰταλίας ὤν, ὑπέστη, καὶ τὸν Ἀντώνιον μηδὲ ἐστρατηγηκότα ἵππαρχον προελόμενος, καὶ εἶπε καὶ τοῦτον ὁ ὕπατος, καίτοι τῶν οἰωνιστῶν σφοδρότατα ἀντειπόντων μηδενὶ ἐξεῖναι πλείω τοῦ ἑξαμήνου χρόνον ἱππαρχῆσαι.ἀλλʼ ἐκεῖνοι μὲν γέλωτα ἐπὶ τούτῳ πολὺν ὠφλίσκανον, αὐτὸν μὲν τὸν δικτάτορα ἐς ἐνιαυτὸν παρὰ πάντα τὰ πάτρια λεχθῆναι γνόντες, περὶ