ὥσπερ που καὶ ἄλλοι τινές, ἐπείρασε. τέως μὲν δὴ ταῦτʼ ἐποίει· ἐπεὶ δὲ ὅ τε πατὴρ αὐτοῦ ἡττήθη καὶ οἱ Αἰγύπτιοι πυθόμενοι τοῦτο οἴκαδε ἀπέπλευσαν, οὕτω δὴ πρὸς τὸν Κάτωνα ἀφίκετο.καὶ αὐτὸν Κάσσιος ὁ Γάιος ἐμιμήσατο, πλεῖστα μὲν καὶ τῆς Σικελίας καὶ τῆς Ἰταλίας λυπήσας, πολλαῖς δὲ μάχαις ἔν τε τῇ θαλάσσῃ καὶ ἐν τῇ ἠπείρῳ συχνοὺς νικήσας.προύχοντα μὲν δὴ τὸν Κάτωνα ἀρετῇ σφῶν ἰδόντες πολλοὶ πρὸς αὐτὸν συγκατέφυγον, καὶ αὐτοῖς ἐκεῖνος συναγωνισταῖς καὶ συμβούλοις πρὸς πάντα χρώμενος ἐς Πελοπόννησον, ὡς καὶ καταληψόμενος αὐτήν, ἔπλευσεν· οὐ γάρ πωτὸν Πομπήιον τεθνεῶτα ἠκηκόει. καὶ Πάτρας μὲν κατέσχον, κἀνταῦθα ἄλλους τε πολλοὺς καὶ τὸν Πετρέιον τόν τε Πομπηίου γαμβρὸν τὸν Φαῦστον προσέλαβον· Κυίντου δὲ δὴ Φουφίου Καλήνου μετὰ τοῦτο ἐπιστρατεύσαντός σφισιν ἐξανήχθησαν, καὶ ἐς Κυρήνην ἐλθόντες καὶ ἐκεῖ τὸν τοῦ Πομπηίου θάνατον μαθόντες οὐκέτι συνεφρόνησαν,ἀλλʼ ὁ μὲν Κάτων διʼ ἀχθηδόνα τῆς τοῦ Καίσαρος δυναστείας, καὶ ἄλλοι τινὲς διʼ ἀπόγνωσιν τῆς παρʼ αὐτοῦ συγγνώμης, ἔς τε τὴν Ἀφρικὴν μετὰ τοῦ στρατοῦ ἔπλευσαν καὶ τὸν Σκιπίωνα προσλαβόντες πάντα ἐπὶ τῷΚαίσαρι ἔπραττον, οἱ δὲ δὴ πλείους ἐσκεδάσθησαν, καὶ αὐτῶν οἱ μὲν ἄλλοι ἀποχωρήσαντες ἀπήλλαξαν ὥς που καὶ συνέτυχε σφίσιν, οἱ δὲ καὶ πρὸς τὸν Καίσαρα παραχρῆμα ἐλθόντες, ἄλλοι τε καὶ Γάιος Κάσσιος, ἀδείας ἔτυχον.ὁ δὲ δὴ Καλῆνος ἐπέμφθη τε ἐς τὴν Ἑλλάδα πρὸ τῆς μάχης ὑπὸ τοῦ Καίσαρος, καὶ εἷλεν ἄλλα τε καὶ τὸν Πειραιᾶ ἅτε καὶ ἀτείχιστον ὄντα. τὰς γὰρ Ἀθήνας, καίπερ πλεῖστα τὴν χώραν αὐτῶν κακώσας, οὐκ ἠδυνήθη πρὸ τῆς τοῦΠομπηίου ἥττης λαβεῖν· τότε γὰρ ἐθελονταὶ αὐτῷ προσεχώρησαν, καὶ αὐτοὺς ὁ Καῖσαρ μηδὲν μνησικακήσας ἀθῴους ἀφῆκε, τοσοῦτον μόνον εἰπών, ὅτι πολλὰ ἁμαρτάνοντες ὑπὸ τῶν νεκρῶν σώζοιντο. τὸ δὲ δὴ ἔπος τοῦτο ἐδήλου ὅτι σφῶν διά τε τοὺς προγόνους καὶ διὰ τὴν δόξαν τήν τεἀρετὴν αὐτῶν ἐφείσατο. Ἀθῆναι μὲν οὖν καὶ τὰ ἄλλα τὰ πλείω τῆς Ἑλλάδος εὐθὺς τότε ὡμολόγησαν αὐτῷ, Μεγαρεῖς δὲ καὶ ὣς ἀντέσχον· πολλῷ τε ὕστερον χρόνῳ τὰ μὲν βίᾳ τὰ δὲ καὶ προδοσίᾳ ἥλωσαν. ὅθενπερ φόνος τε αὐτῶνπολὺς ἐγένετο καὶ οἱ λοιποὶ ἐπράθησαν. ὁ μέντοι Καλῆνος τοῦτο μέν, ἵνα δὴ καὶ κατʼ ἀξίαν αὐτοὺς τετιμωρῆσθαι δόξῃ, ἐποίησε· φοβηθεὶς δὲ μὴ καὶ παντελῶς ἡ πόλις ἀπόληται, πρῶτα μὲν τοῖς ἐπιτηδείοις σφᾶς, ἔπειτα δὲ καὶ ἐλαχίστου ἀπέδοτο, ἵνʼ ἐλευθερωθῶσι.καὶ ὁ μὲν ταῦτα πράξας ἐπί τε τὰς Πάτρας ἐπεστράτευσε, καὶ ἀμαχεὶ αὐτάς, τόν τε Κάτωνα καὶ τοὺς μετʼ αὐτοῦ προεκφοβήσας, κατέσχεν·ἐν ᾧ δὲ ταῦτα ὡς ἕκαστα ἐπράττετο, καὶ ἡ Ἰβηρία καίπερ εἰρηνεύσασα ἐκινήθη. ἐπειδὴ γὰρ ὁ Λογγῖνος ὁ Κύιντος πολλὰ καὶ τότε αὐτοὺς ἐλυμαίνετο, τὸ μὲν πρῶτον ὀλίγοι τινὲς συνέστησανὡς καὶ ἀποκτενοῦντες αὐτόν· ἐπεὶ δὲ δὴ τρωθεὶς διέφυγε κἀκ τούτου πολλῷ μείζω σφᾶς ἠδίκει, συχνοὶ μὲν Κορδουβήσιοι συχνοὶ δὲ καὶ στρατιῶται, ἅτε καὶ τοῦ Πομπηίου γεγονότες,ἐπανέστησαν αὐτῷ, Μᾶρκον Μάρκελλον Αἰσερνῖνον τὸν ταμίαν προστησάμενοι. οὐ μὴν καὶ ὅλῃ τῇ γνώμῃ αὐτοὺς προσεδέξατο, ἀλλὰ τό τε ἀστάθμητον τῶν πραγμάτων ὁρῶν καὶ τὴν ἔκβασίν σφων ἐφʼ ἑκάτερα προσδεχόμενος ἐπημφοτέριζε καὶ διὰ μέσου πάντα καὶ ἔλεγε καὶ ἔπραττεν, ὥστε, ἄν τε ὁ Καῖσαρ ἄν τε καὶ ὁ Πομπήιος κρατήσῃ, ἀμφοτέροις σφίσι συνηγωνίσθαι δόξαι.Πομπηίῳ μὲν γάρ, ὅτι τούς τε μεταστάντας πρὸς αὐτὸν ἐδέξατο καὶ τῷ Λογγίνῳ τὰ τοῦ Καίσαρος πράττειν λέγοντι ἀντεπολέμησεν, ἐχαρίσατο, Καίσαρι δὲ ὅτι καὶ τοὺς στρατιώτας, ὡς καὶ τοῦ Λογγίνου νεωτερίζοντός τι, παραλαβὼν τούτους τε αὐτῷ ἐτήρησε καὶ ἐκεῖνον οὐκ εἴασεπολεμωθῆναι. καὶ τό γε ὄνομα τὸ τοῦ Πομπηίου τῶν στρατιωτῶν ταῖς ἀσπίσιν ἐπιγραψάντων ἀπήλειψεν, ὅπως καὶ ἐκ τοῦ τοιούτου τῷ μὲν τὰ ἔργα τῶν ὅπλων τῷ δὲ τὴν δόκησιν προβάλλων, καὶ τῶν μὲν ὑπὲρ τοῦ κρατήσαντος γεγονότων προσποιούμενος, τὰ δὲ ἐναντία ἔς τε τὴν ἀνάγκην καὶ ἐς ἄλλους τινὰς ἀναφέρων, ἀσφαλὴς εἴη·καὶ διὰ τοῦτο, καίτοι παρασχὸν αὐτῷ παντελῶς τοῦ Λογγίνου τῷ πλήθει κρατῆσαι, οὐκ ἠθέλησεν, ἀλλʼ ἔς τε ἔνδειξιν καὶ ἐς παρασκευὴν ὧν ἐβούλετο προάγων τὰ πράγματα, ἐπʼ ἄλλοις τισὶ τὰ ἀμφίλογα αὐτῶν ἐποιήσατο, ὥστε καὶ ἐν οἷς ἠλαττώθη καὶ ἐν οἷς ἐπλεονέκτησέ τι, ὑπὲρ τοῦ αὐτοῦ ὁμοίως τὰ μὲν ὡς αὐτὸς καὶ ἐποίησε καὶ οὐκ ἐποίησε,τὰ δὲ ὡς ἕτεροι, προτείνασθαι δυνηθῆναι. καὶ ὁ μὲν οὕτω διαγαγὼν μέχρις οὗ καὶ ὁ Καῖσαρ ἐνίκησε, παραχρῆμα μὲν ἐς ὀργὴν αὐτῷ ἦλθε καὶ ὑπερωρίσθη, ἔπειτα δὲ κατῆλθε καὶ ἐτιμήθη· Λογγῖνος δέ, καταβοησάντων αὐτοῦ διὰ πρεσβείας τῶν Ἰβήρων, τῆς τε ἀρχῆς ἐξέπεσε, καὶ οἴκαδε ἀνακομιζόμενος ἐφθάρη πρὸς ταῖς τοῦ Ἴβηρος ἐκβολαῖς.ταῦτα μὲν ἔξω ἐγίγνετο· οἱ δὲ ἐν τῇ Ῥώμῃ, τέως μὲν ἔν τε ἀμφιλόγῳ καὶ ἐν μετεώρῳ τά τε τοῦ Καίσαρος καὶ τὰ τοῦ Πομπηίου πράγματα ἦν, ἐκ μὲν τοῦ προφανοῦς πάντες τὰ τοῦ Καίσαρος ὑπό τε τῆς δυνάμεως αὐτοῦ τῆς συνούσης σφίσι καὶ ὑπὸ τοῦ Σερουιλίου τοῦ συνάρχοντος ἐσπούδαζον,