ἐδεδήλωτο· κεραυνοί τε γὰρ ἐς τὸ στρατόπεδον αὐτοῦ ἐσέπεσον, καὶ πῦρ ἀέριον ὑπὲρ τῆς τοῦ Καίσαρος ταφρείας φανὲν ἐς τὴν ἐκείνου κατέσκηψε, τά τε σημεῖα αὐτοῦ τὰ στρατιωτικὰ μέλισσαι περιέσχον, καὶ πολλὰ τῶν ἱερείων αὐτοῖς ἤδη τοῖς βωμοῖς προσαγόμενα ἐξέδρα.καὶ οὕτω γε καὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους ὁ ἀγὼν ἐκεῖνος ἔτεινεν ὥστε πολλαχόθι ἐν αὐτῇ τῇ τῆς μάχης ἡμέρᾳ καὶ στρατοπέδων συνόδους καὶ ὅπλων κτύπους συμβῆναι, ἔν τε Περγάμῳ τυμπάνων τέ τινα καὶ κυμβάλων ψόφον ἐκ τοῦ Διονυσίου ἀρθέντα διὰ πάσης τῆς πόλεωςχωρῆσαι, καὶ ἐν Τράλλεσι φοίνικά τε ἐν τῷ τῆς Νίκης ναῷ ἀναφῦναι καὶ τὴν θεὸν αὐτὴν πρὸς εἰκόνα τοῦ Καίσαρος ἐν πλαγίῳ που κειμένην μεταστραφῆναι, τοῖς τε Σύροις δύο τινὰς νεανίσκους τὸ τέλος τῆς μάχης ἀγγείλαντας ἀφανεῖς γενέσθαι, καὶ ἐν Παταουίῳ τῆς νῦν Ἰταλίας τότε δὲ ἔτι Γαλατίας ὄρνιθάς τινας οὐχ ὅτι διαγγεῖλαιαὐτὴν ἀλλὰ καὶ δεῖξαι τρόπον τινά· Γάιος γάρ τις Κορνήλιος πάντα τὰ γενόμενα ἀκριβῶς τε ἐξ αὐτῶν ἐτεκμήρατο καὶ τοῖς παροῦσιν ἐξηγήσατο. ταῦτα μὲν ἐν αὐτῇ ἐκείνῃ τῇ ἡμέρᾳ ὡς ἕκαστα συνηνέχθη, καὶ παραχρῆμα μὲν ἠπιστεῖτο, ὥσπερ εἰκὸς ἦν, ἀγγελθέντων δὲ τῶν πραχθέντων ἐθαυμάζετο.τῶν δὲ δὴ Πομπηιείων τῶν μὴ ἐν χερσὶ φθαρέντων οἱ μὲν ἔφυγον ὅπῃ ποτὲ ἠδυνήθησαν, οἱ δὲ καὶ μετὰ τοῦτο ...· καὶ αὐτῶν ὁ Καῖσαρ τοὺς μὲν ἐν τῷ τεταγμένῳ στρατευομένους ἐς τὰ ἑαυτοῦ στρατόπεδα ἐσέγραψε, μηδέν σφισιμνησικακήσας, τῶν δὲ δὴ βουλευτῶν τῶν τε ἱππέων ὅσους μὲν καὶ πρότερόν ποτε ᾑρηκὼς ἠλεήκει ἀπέκτεινε, πλὴν εἴ τινας οἱ φίλοι αὐτοῦ ἐξῃτήσαντο (τούτοις γὰρ ἕνα ἑκάστῳ τότε σῶσαισυνεχώρησἐ, τοὺς δὲ λοιποὺς τοὺς τότε πρῶτον ἀντιπολεμήσαντας αὐτῷ ἀφῆκεν, εἰπὼν ὅτι “οὐδέν με ἠδικήκασιν οἳ τὰ τοῦ Πομπηίου φίλου σφίσιν ὄντος ἐσπούδασαν, μηδεμίαν εὐεργεσίαν παρʼἐμοῦ ἔχοντες.” τὸ δʼ αὐτὸ τοῦτο καὶ πρὸς τοὺς δυνάστας τούς τε δήμους τοὺς συναραμένους οἱ ἐποίησε· πᾶσι γὰρ αὐτοῖς συνέγνω, ἐννοῶν ὅτι αὐτὸς μὲν ἤ τινα ἢ οὐδένα αὐτῶν ἠπίστατο, παρʼ ἐκείνου δὲ δὴ πολλὰ καὶ ἀγαθὰ προεπεπόνθεσαν.καὶ πολύ γε τούτους μᾶλλον ἐπῄνει τῶν εὐεργεσίαν μέν τινα παρὰ τοῦ Πομπηίου προλαβόντων, ἐν δὲ δὴ τοῖς κινδύνοις αὐτὸν ἐγκαταλιπόντων·τοὺς μὲν γὰρ καὶ ἑαυτῷ διʼ εὐνοίας ἔσεσθαι ἤλπιζε, τοὺς δέ, εἰ καὶ τὰ μάλιστα ἔδοξάν τί οἱ καὶ χαρίσασθαι, ἀλλὰ προδότας γε τοῦ νῦν φίλου γενομένους οὐδὲ ἑαυτοῦ ποτε φείσεσθαιἐνόμιζε. τεκμήριον δὲ ὅτι Σαδάλου μὲν τοῦ Θρᾳκὸς καὶ Δηιοτάρου τοῦ Γαλάτου, καίτοι καὶ ἐν τῇ μάχῃ γενομένων, Ταρκονδιμότου τε ἐν μέρει μέν τινι τῆς Κιλικίας δυναστεύοντος, πλεῖστον δὲ αὐτῷ πρὸς τὰ ναυτικὰ βοηθήσαντος,ἐφείσατο. τί γὰρ δεῖ τοὺς ἄλλους τοὺς τὰς συμμαχίας πέμψαντας καταλέγειν, οἷς καὶ αὐτοῖς συγγνώμην ἔνειμε, χρήματα μόνον παρʼ αὐτῶν λαβών; ἄλλο γὰρ οὐδὲν οὔτε ἔδρασέ σφας οὔτʼ ἀφείλετο, καίπερ πολλῶν πολλὰ καὶ μεγάλα, τὰ μὲν πάλαι τὰ δὲ καὶ τότε, παρὰ τοῦ Πομπηίουεἰληφότων. μέρος μὲν γάρ τι τῆς Ἀρμενίας τῆς τοῦ Δηιοτάρου γενομένης Ἀριοβαρζάνει τῷ τῆς Καππαδοκίας βασιλεῖ ἔδωκεν, οὐ μέντοι καὶ τὸν Δηιόταρον ἐν τούτῳ τι ἔβλαψεν, ἀλλὰ καὶ προσευηργέτησεν· οὐ γὰρ ἐκείνου τὴν χώραν ἀπετέμετο, ἀλλʼ ὑπὸ τοῦ Φαρνάκου πᾶσαν τὴν Ἀρμενίαν καταληφθεῖσαν καταλαβὼν τὸ μέν τι αὐτῆς τῷ Ἀριοβαρζάνει τὸ δὲ δὴ τῷ Δηιοτάρῳ ἐχαρίσατο.καὶ τούτοις μὲν οὕτως ἐχρήσατο· τῷ δὲ δὴ Φαρνάκῃ προβαλλομένῳ ὅτι μὴ προσαμύναι τῷ Πομπηίῳ, κἀκ τούτου συγγνώμης ἐφʼ οἷς ἐπεποιήκει τυχεῖν ἀξιοῦντι, οὔτε ἔνειμεν ἐπιεικὲς οὐδέν, καὶ προσέτι καὶ αὐτὸ τοῦτʼ ἐπεκάλεσεν, ὅτι καὶ πονηρὸς καὶἀνόσιος περὶ τὸν εὐεργέτην ἐγένετο. τοσαύτῃ μὲν καὶ φιλανθρωπίᾳ καὶ ἀρετῇ πρὸς ἅπαντας τοὺς ἀντιπολεμήσαντας αὐτῷ ἐπίπαν ἐχρῆτο· ἀμέλει καὶ τὰ γράμματα τὰ ἀπόθετα τὰ ἐν τοῖς τοῦ Πομπηίου κιβωτίοις εὑρεθέντα, ὅσα τινῶν τήν τε πρὸς ἐκεῖνον εὔνοιαν καὶ τὴν πρὸς ἑαυτὸν δύσνοιαν ἤλεγχεν, οὔτʼ ἀνέγνω οὔτʼ ἐξεγράψατο ἀλλʼεὐθὺς κατέφλεξεν, ὅπως μηδὲν ἀπʼ αὐτῶν δεινὸν ἀναγκασθῇ δρᾶσαι, ὥστε τινὰ καὶ διὰ ταῦτα τοὺς ἐπιβουλεύσαντας αὐτῷ μισῆσαι. τοῦτο δὲ οὐκ ἄλλως εἶπον, ἀλλʼ ὅτι καὶ ὁ Καιπίων ὁ Βροῦτος ὁ Μᾶρκος, ὁ μετὰ τοῦτο αὐτὸν ἀποκτείνας, καὶ ἑάλω ὑπʼ αὐτοῦ καὶ ἐσώθη.