ὑπάρξει. τοιαύτας οὖν δή τινας παραινέσεις τοῖς πολίταις ποιησάμενοι, καὶ προσέτι καὶ τὰ τῶν ὑπηκόων τῶν τε συμμάχων πρός τε τὰς ἐλπίδας τῶν κρεισσόνων καὶ πρὸς τοὺς φόβους τῶν χειρόνων προαγαγόντες, συνέβαλον ἀλλήλοις τοὺς ὁμοφύλους, τοὺς συσκήνους, τοὺς συσσίτους,τοὺς ὁμοσπόνδους. καὶ τί ἄν τις τὰ τῶν ἄλλων ὀδύραιτο, ὁπότε καὶ αὐτοὶ ἐκεῖνοι πάντα τε ταῦτα ἀλλήλοις ὄντες, καὶ προσέτι πολλῶν μὲν λόγων ἀπορρήτων πολλῶν δὲ καὶ ἔργων ὁμοίων κεκοινωνηκότες, κῆδός τέ ποτε συναψάμενοι καὶ τὸ αὐτὸ παιδίον, ὁ μὲν ὡς πατὴρ ὁ δὲ ὡς πάππος, ἀγαπήσαντες, ὅμως ἐμάχοντο; ὅσα γὰρ ἡ φύσις τὸ αἷμα αὐτῶν μίξασα συνέδησε, τότε ταῦτα τῇ ἀπλήστῳ τῆς δυναστείας ἐπιθυμίᾳ διέλυον καὶ διέσπων καὶ διερρήγνυσαν. καὶ διʼ ἐκείνους καὶ ἡ Ῥώμη περί τε ἑαυτῇ καὶ πρὸς ἑαυτὴν ἅμα κινδυνεύειν ἠναγκάζετο, ὥστε καὶ νικήσασα ἡττηθῆναι.τοιούτῳ μὲν ἀγῶνι συνηνέχθησαν· οὐ μέντοι καὶ εὐθὺς συνέμιξαν, ἀλλʼ οἷα ἔκ τε τῆς αὐτῆς πατρίδος καὶ ἐκ τῆς αὐτῆς ἐστίας ὁρμώμενοι, καὶ τά τε ὅπλα παραπλήσια καὶ τὰς τάξεις ὁμοίας ἔχοντες, ὤκνουν μὲν ἄρξαι τῆς μάχης, ὤκνουν δὲκαὶ φονεῦσαί τινας ἑκάτεροι. σιγή τε οὖν ἀμφοτέρων καὶ κατήφεια πολλὴ ἦν, καὶ οὔτε τις αὐτῶν ἐς τὰ πρόσω προῄει οὔθʼ ὅλως ἐκινεῖτο, ἀλλʼ ἐγκύψαντες ἠτρέμιζον ὥσπερ ἄψυχοι. φοβηθέντες οὖν ὅ τε Καῖσαρ καὶ ὁ Πομπήιος μὴ καὶ ἐπὶ πλεῖον ἡσυχάσαντες ἀμβλύτεροί πως γένωνται ἢ καὶ συναλλαγῶσι, προσέταξαν σπουδῇ τοῖς τε σαλπικταῖς σημῆναικαὶ ἐκείνοις συμβοῆσαι τὸ πολεμικόν. καὶ ἐπράχθη μὲν ἑκάτερον, τοσούτου δὲ ἐδέησαν ἐπιρρωσθῆναι ὥστε καὶ ἐπὶ μᾶλλον ἔκ τε τῆς τῶν σαλπικτῶν ἠχῆς ὁμοφωνούσης καὶ ἐκ τῆς ἑαυτῶν βοῆς ὁμογλωσσούσης τό τε ὁμόφυλόν σφων ἐξέφηναν καὶ τὸ ὁμογενὲς ἐξήλεγξαν, κἀκ τούτου καὶ ἐς δάκρυα καὶ θρῆνον ἔπεσον. ὀψὲ δʼ οὖν ποτε τῶν συμμαχικῶν προκαταρξάντων καὶ ἐκεῖνοι συνέμιξαν, ἔκφρονες ἐπʼ αὐτοῖς γενόμενοι.καὶ τοῖς μὲν ἄλλοις, οἷς πόρρωθεν ἡ ἀλκὴ ἦν, ἧττον τὸ δεινὸν συνέβαινεν, οὐδὲ γὰρ εἰδότες οὓς ἔβαλλον, ἐτόξευον ἠκόντιζονἐσφενδόνων· οἱ δὲ δὴ ὁπλῖται οἵ τε ἱππῆς χαλεπώτατα ἀπήλλασσον, ἅτε γὰρ ἐγγὺς ἀλλήλων ὄντες καί τι καὶ λαλεῖν σφισι δυνάμενοι ἐγνώριζόν τε ἅμα τοὺς ἀντιπαρατεταγμένους καὶ ἐτίτρωσκον, ἀνεκάλουν καὶ ἐφόνευον, τῶν πατρίδωνἐμέμνηντο καὶ ἐσκύλευον. ταῦτα μὲν οἵ τε Ῥωμαῖοι καὶ οἱ ἄλλοι οἱ ἐκ τῆς Ἰταλίας συστρατευόμενοί σφισιν, ὅπου ποτὲ προστύχοιεν ἀλλήλοις, καὶ ἔπραττον καὶ ἔπασχον· καὶ πολλοὶ πολλὰ καὶ οἴκαδε διʼ αὐτῶν τῶν σφαγέωνἐνετέλλοντο. τὸ δὲ ὑπήκοον καὶ προθύμως καὶ ἀφειδῶς ἐμάχετο, πολλὴν σπουδήν, ὥσπερ ποτὲ ὑπὲρ τῆς σφετέρας ἐλευθερίας, οὕτω τότε κατὰ τῆς τῶν Ῥωμαίων δουλείας ποιούμενοι, ἐπιθυμίᾳ, ἅτε ἐν πᾶσιν αὐτῶν ἐλαττούμενοι, ὁμοδούλους σφᾶς ἔχειν.μεγίστη τε οὖν ἡ μάχη καὶ πολυτροπωτάτη διά τε ταῦτα καὶ διὰ τὸ πλῆθος τό τε πολυειδὲς τῆς παρασκευῆς ἐγένετο. πάμπολλοι μὲν γὰρ ὁπλῖται πάμπολλοι δὲ καὶ ἱππῆς, τοξόται τε ἕτεροι καὶ σφενδονῆται ἄλλοι ὄντες, τό τε πεδίον πᾶν κατέλαβον, καὶ σκεδασθέντες πολλαχῇ μὲν ἀλλήλοις οἷα ὁμόσκευοι, πολλαχῇ δὲ καὶ ἑτέροιςἀναμὶξ ἐμάχοντο. προεῖχον δὲ οἱ Πομπηίειοι τῇ τε ἱππείᾳ καὶ τῇ τοξείᾳ, καὶ διὰ τοῦτο πόρρωθέν τε ἐγκυκλούμενοί τινας προσβολαῖς αἰφνιδίοις ἐχρῶντο, καὶ συνταράξαντες αὐτοὺς ἐξανεχώρουν, εἶτʼ αὖθις καὶ μάλʼ αὖθις ἐπετίθεντό σφισι, τοτὲμὲν ἐνταῦθα τοτὲ δὲ ἐκεῖσε μεθιστάμενοι. οἱ οὖν Καισάρειοι ταῦτά τε ἐφυλάσσοντο, καὶ τὰς τάξεις σφῶν ἐξελίσσοντες ἀντιπρόσωποί τε ἀεὶ τοῖς προσβάλλουσιν ἐγίγνοντο καὶ ὁμόσε αὐτοῖς χωροῦντες τῶν τε ἀνδρῶν καὶ τῶν ἵππων ἀντελαμβάνοντο, προθύμως ἀγωνιζόμενοι· καὶ γὰρ πεζοὶ τοῖς ἱππεῦσιν αὐτῶν κοῦφοι ἐπʼ αὐτὸτοῦτο συνετετάχατο. καὶ ταῦτα οὐ καθʼ ἕν, ὥσπερ εἶπον, ἀλλὰ πολλαχῇ ἅμα σποράδην ἐγίγνετο, ὥστε τῶν μὲν πόρρωθεν μαχομένων τῶν δὲ συσταδὸν ἀγωνιζομένων, καὶ τῶν μὲν παιόντων τινὰς τῶν δὲ πατασσομένων, φευγόντων ἑτέρων, διωκόντων ἄλλων, πολλὰς μὲν πεζομαχίαςπολλὰς δὲ καὶ ἱππομαχίας ὁρᾶσθαι. κἀν τούτῳ καὶ παρὰ δόξαν συχνὰ συνέβαινε. καὶ γὰρ τρέψας τίς τινα ἐτρέπετο, καὶ ἄλλος ἐκκλίνας τινὰ ἀντεπετίθετο αὐτῷ· πλήξας τις ἕτερον αὐτὸς ἐτιτρώσκετο, καὶ πεπτωκὼς ἄλλος τὸν ἑστηκότα ἀπεκτίννυε. καὶ πολλοὶ μὲν καὶ ἄτρωτοι ἔθνησκον, πολλοὶ δὲ καὶ ἡμιθνῆτεςἐφόνευον. καὶ οἱ μὲν ἔχαιρον καὶ ἐπαιώνιζον, οἱ δὲ ἐλυποῦντο καὶ ὠλοφύροντο, ὥστε βοῆς καὶ στεναγμῶν πάντα πληρωθῆναι, καὶ τοῖς μὲν πλείοσι καὶ ἐκ τούτου ταραχὴν ἐγγενέσθαι (τὰ γὰρ λεγόμενα ἄσημά σφισι διά τε τὸ ἀλλοεθνὲς καὶ διὰ τὸ ἀλλόθροον ὄντα δεινῶς αὐτοὺς ἐξέπλησσἐ, τοῖς δὲ δὴ συνιεῖσιν ἀλλήλων πολλαπλάσιον τὸ κακὸν συμβῆναι· πρὸς γὰρ τοῖς ἰδίοις σφῶν παθήμασι καὶ τὰ τῶν πέλας καὶ ἑώρων ἅμα καὶ ἤκουον.τέλος δέ, ἰσορρόπως αὐτῶν ἐπὶ μακρότατον ἀγωνισαμένων, καὶ πολλῶν ἀμφοτέρωθεν ὁμοίως καὶ πεσόντων καὶ τρωθέντων, ὁ Πομπήιος ἅτε καὶ Ἀσιανὸν καὶ ἀγύμναστον τὸ πλεῖον τοῦ στρατοῦ ἔχων ἡττήθη, ὥσπερ που καὶ πρὸ τοῦ ἔργου οἱ