ἠπείρου προσορμισθῆναι εἴασεν. ἀπορήσας οὖν ὁ Λίβων καὶ ὅρμου καὶ ὕδατος (τὸ γὰρ νησίδιον τὸ πρὸς τοῦ λιμένος ὄν, ἐς ὅπερ μόνον προσέχειν ἐδύνατο, καὶ ἄνυδρον καὶ ἀλίμενόν ἐστινʼ ἀπέπλευσε πόρρω ποι, ὅπου ἀμφοτέρων εὐπορήσεινἔμελλε. καὶ οὕτως ὁ Ἀντώνιος ἐξαναχθεὶς ὕστερον πρὸς μὲν ἐκείνου, καίπερ μετεώροις σφίσιν ἐπιχειρῆσαι ἐθελήσαντος, οὐδὲν ἔπαθε· χειμὼν γὰρ σφοδρὸς ἐπιγενόμενος ἐκώλυσε τὴν ἐπίθεσιν· πρὸς δὲ δὴ αὐτοῦ τούτου ἀμφότεροι ἐκακοπάθησαν.διασωθέντων δʼ οὖν τῶν στρατιωτῶν ὅ τε Πομπήιος ἐς τὸ Δυρράχιον, ὥσπερ εἶπον, ἀνεχώρησε, καὶ ὁ Καῖσαρ ἐπηκολούθησεν αὐτῷ θαρσήσας, ὅτι τῷ πλήθει τῶν τότε συνόντων οἱ περιῆνἐκ τῶν προσγεγενημένων. τὸ δὲ Δυρράχιον ἐν τῇ γῇ τῇ πρότερον μὲν Ἰλλυριῶν τῶν Παρθινῶν, νῦν δὲ καὶ τότε γε ἤδη Μακεδονίας νενομισμένῃ κεῖται, καὶ ἔστιν ἐπικαιρότατον, εἴτʼ οὖν ἡ Ἐπίδαμνος ἡ τῶν Κερκυραίων εἴτε καὶ ἑτέρα τις οὖσα. καὶ οἱ μὲν τοῦτο γράψαντες τήν τε κτίσιν αὐτῆς καὶ τὸ ὄνομα ἐς Δυρράχιον ἥρωαἀναφέρουσιν· οἱ δʼ ἕτεροι Δυρράχιον ἀντονομασθῆναι τὸ χωρίον ὑπὸ τῶν Ῥωμαίων πρὸς τὴν τῆς ῥαχίας δυσχέρειαν ἔφασαν, ὅτι ἡ τῆς Ἐπιδάμνου πρόσρησις ζημιώδη δήλωσιν ἐν τῇ τῶν Λατίνων γλώσσῃ ἔχουσα δυσοιώνιστός σφισιν ἐς τὸ περαιοῦσθαι ἐς αὐτὴν ἔδοξεν εἶναι.πρὸς οὖν τοῦτο τὸ Δυρράχιον ὁ Πομπήιος καταφυγὼν στρατόπεδόν τε ἔξω τῆς πόλεως ἐποιήσατο, καὶ τάφρους βαθείας σταυρώματά τε ἰσχυρὰ περιεβάλετο. καὶ αὐτῷ ὁ Καῖσαρ ἐπιστρατοπεδεύσας προσέμιξε μὲν ὡς καὶ διʼ ὀλίγου τὸ χαράκωμα τῷ πλήθει τῶν στρατιωτῶν αἱρήσων, ἐπεὶ δὲ ἀπεκρούσθη, ἐπεχείρησεν αὐτὸ ἀποτειχίσαι.καὶ ἐκεῖνός τε ἅμα τοῦτʼ εἰργάζετο, καὶ ὁ Πομπήιος τὰ μὲν διεσταύρου τὰ δὲ ὑπετείχιζε καὶ διετάφρευε, πύργους τε ἐπὶ τῶν μετεώρων καὶ φυλακὰς ἐπικαθίστη, ὡς τήν τε περίοδον τοῦ περιτειχίσματος ἀπέραντον καὶ τὴν ἔφοδον καὶ κρατοῦσι τοῖς ἐναντίοις ἄπορον ποιῆσαι. πολλαὶ μὲν οὖν καὶ ἐν τούτῳ μάχαι αὐτῶν, βραχεῖαι δʼοὖν ἐγίγνοντο· καὶ ἐν ταύταις τοτὲ μὲν οὗτοι τοτὲ δὲ ἐκεῖνοι καὶ ἐνίκων καὶ ἐνικῶντο, ὥστε καὶ θνήσκειν τινὰς ἀμφοτέρων ὁμοίως. αὐτοῦ δὲ δὴ τοῦ Δυρραχίου ὁ Καῖσαρ μεταξὺ τῶν τε ἑλῶν καὶ τῆς θαλάσσης νυκτός, ὡς καὶ προδοθησομένου ὑπὸ τῶν ἀμυνομένων, πειράσας εἴσω μὲν τῶν στενῶνπαρῆλθε, προσπεσόντων δέ οἱ ἐνταῦθα πολλῶν μὲν κατὰ πρόσωπον πολλῶν δὲ καὶ κατόπιν, οἳ πλοίοις παρακομισθέντες ἐξαίφνης αὐτῷ ἐπέθεντο, καὶ συχνοὺς ἀπέβαλε καὶ ὀλίγου καὶ αὐτὸς ἐφθάρη. γενομένου δὲ τούτου ὁ Πομπήιος ἐπιθαρσήσας ἐπεβούλευσε νυκτὸς τῷ περιτειχίσματι, καὶ ἐκείνου τέ τι ἀπροσδόκητος προσπεσὼν εἷλε, καὶ φόνον τῶν αὐλιζομένων πρὸς αὐτῷ πολὺν εἰργάσατο.ὁ οὖν Καῖσαρ, ὡς ταῦτά τε συνεβεβήκει καὶ ὁ σῖτος αὐτὸν ἐπελελοίπει (ἥ τε γὰρ θάλασσα καὶ ἡ γῆ πᾶσα ἡ πλησία ἀλλοτρία αὐτῷ ἦν, καί τινες διὰ ταῦτα καὶ ἀπηυτομολήκεσανʼ, δείσας μὴ ἤτοι προσεδρεύων καταπολεμηθῇ ἢ καὶ ὑπὸ τῶν ἄλλων ἐγκαταλειφθῇ, πάντα μὲν τὰ ᾠκοδομημένα κατέστρεψε, πάντα δὲ τὰ παραβεβλημένα προσδιέφθειρε, καὶ μετὰ τοῦτο ἐξαίφνης ἄρας ἐς Θεσσαλίανὥρμησεν. ἐν γὰρ τῷ αὐτῷ τούτῳ χρόνῳ ᾧ τὸ Δυρράχιον ἐπολιορκεῖτο, Λούκιός τε Κάσσιος Λογγῖνος καὶ Γναῖος Δομίτιος Καλουῖνος ἔς τε τὴν Μακεδονίαν καὶ ἐς τὴν Θεσσαλίαν ὑπʼ αὐτοῦ πεμφθέντες, Λογγῖνος μὲν ἐνταῦθα ὑπό τε τοῦ Σκιπίωνος καὶ ὑπὸ Σαδάλου Θρᾳκὸς ἰσχυρῶςἐσφάλη, Καλουῖνος δὲ τῆς μὲν Μακεδονίας ὑπὸ τοῦ Φαύστου ἀπεώσθη, Λοκρῶν δὲ δὴ καὶ Αἰτωλῶν προσχωρησάντων οἱ ἔς τε τὴν Θεσσαλίαν μετʼ αὐτῶν ἐσέβαλε, καὶ τὸν Σκιπίωνα μάχαις, τῇ μὲν λοχισθεὶς τῇ δʼ ἀντενεδρεύσας, ἐνίκησε, καὶ ἀπʼαὐτοῦ καὶ πόλεις τινὰς προσεποιήσατο. ἐνταῦθʼ οὖν ὁ Καῖσαρ, ὡς καὶ ῥᾷον σὺν ἐκείνοις τῆς τε τροφῆς εὐπορήσων καὶ τὸν πόλεμον διοίσων, ἠπείχθη. καὶ ἐπειδὴ οὐδεὶς αὐτὸν ἅτε κακῶς πεπραγότα ἐδέχετο, τῶν μὲν ἄλλων καὶ ἄκων ἀπείχετο, Γόμφοις δὲ δὴ πολίχνῃ τινὶ Θεσσαλικῇ προσπεσὼν καὶ κρατήσας πολλούς τε ἔκτεινε καὶπάντα διήρπασεν, ὅπως καὶ τοὺς ἄλλους ἐκ τούτου καταφοβήσῃ. αὐτίκα γοῦν Μητρόπολις, ἕτερόν τι πόλισμα, οὐδὲ ἐς χεῖρας αὐτῷ ἦλθεν, ἀλλʼ ἀμαχεὶ ὡμολόγησε· καί σφας κακὸν οὐδὲν δράσας ῥᾷον καὶ ἄλλους τινὰς ἀφʼ ἑκατέρου προσεποιήσατο.καὶ ὁ μὲν ἰσχυρὸς αὖθις ἐγίγνετο, Πομπήιος δὲ οὐκ ἐπεδίωξε μὲν αὐτόν (νυκτός τε γὰρ ἐξαπιναίως ἀπανέστη, καὶ τὸν ποταμὸν τὸν Γενουσὸν σπουδῇ διέβἠ, οὕτω μέντοι τὴν γνώμην εἶχεν ὡς καὶ διαπεπολεμηκώς. κἀκ τούτου τὸ μὲν τοῦ αὐτοκράτορος ὄνομα ἔλαβεν, οὐ μέντοι καὶ ἐμεγαληγόρει τι ἢ καὶ δάφνην τινὰ ταῖς ῥάβδοις περιῆψεν, δυσχεραίνων ἐπὶ πολίταις τοιοῦτό τιποιῆσαι. ἐκ δὲ δὴ τῆς αὐτῆς ταύτης διανοίας οὐδὲ ἐς τὴν Ἰταλίαν οὔτʼ αὐτὸς ἔπλευσεν οὔτʼ ἄλλους τινὰς ἔπεμψε, καίτοι ῥᾳδίως ἂν πᾶσαν αὐτὴν κατασχών· τῷ τε γὰρ ναυτικῷ πολὺ ἐκράτει ἅτε πεντακοσίας ναῦς ταχείας ἔχων, ὥστε πανταχόσε ἅμα κατᾶραι, καὶ τὰ ἐκεῖ οὔτʼ ἄλλως αὐτῷ ἤχθετο, οὔτε, εἰ καὶ τὰ μάλιστα ἠλλοτρίωτο,