τοιούτων δὲ δὴ τούτων ὄντων καὶ δίχα τῆς ἀρχῆς μεμερισμένης, Πομπήιος μὲν δὴ ἔν τε τῇ Θεσσαλονίκῃ ἐχείμαζε καὶ φυλακὴν οὐκ ἀκριβῆ τῶν παραθαλασσίων ἐποιεῖτο (οὔτε γὰρ ἐς τὴν Ἰταλίαν ἤδη τὸν Καίσαρα ἐκ τῆς Ἰβηρίας ἀφῖχθαι ἐνόμιζε, εἴ τε καὶ παρείη, ἀλλʼ ἔν γε τῷ χειμῶνι οὐχ ὑπώπτευσεν αὐτὸν τολμήσειν τὸνἸόνιον διαβαλεῖνʼ, Καῖσαρ δὲ ἦν μὲν ἐν Βρεντεσίῳ τὸ ἔαρ ἀναμένων, πυθόμενος δὲ ἐκεῖνόν τε πόρρω ὄντα καὶ τὴν καταντιπέρας ἤπειρον ἀμελῶς τηρουμένην, τό τε καινὸν τοῦ πολέμου ἥρπασε καὶ τῷ ἀνειμένῳ αὐτοῦ ἐπέθετο. μεσοῦντος γοῦν τοῦ χειμῶνος μέρει τοῦ στρατοῦ ἀπῆρεν (οὐ γὰρ ἦσαν ἱκαναὶ νῆες ὥστε πάντας ἅμα αὐτοὺςπερᾶσαἰ, καὶ λαθὼν τὸν Βίβουλον τὸν Μᾶρκον, ᾧ ἡ θάλασσα φρουρεῖσθαι προσετέτακτο, ἐπεραιώθη πρὸς τὰ ἄκρα τὰ Κεραύνια ὠνομασμένα· ἔστι δὲ ἔσχατα τῆς Ἠπείρου, πρὸς τῷ στόματι τοῦ Ἰονίου κόλπου. καὶ ἐλθὼν ἐνταῦθα πρὶν ἔκπυστος ὅτι καὶ πλευσεῖται γενέσθαι, τὰς ναῦςἐς τὸ Βρεντέσιον ἐπὶ τοὺς λοιποὺς ἔστειλε· καὶ αὐτὰς ὁ Βίβουλος ἀνακομιζομένας ἐκάκωσε, καί τινας καὶ ἀνεδήσατο, ὥστε τὸν Καίσαρα ἔργῳ μαθεῖν ὅτι εὐτυχέστερον τὸν πλοῦν ἢ εὐβουλότερον ἐπεποίητο.ἐν δʼ οὖν τῇ διατριβῇ ταύτῃ τό τε Ὠρικὸν καὶ τὴν Ἀπολλωνίαν ἄλλα τε τῶν ἐκείνῃ χωρίων ἐκλειφθέντα ὑπὸ τῶν τοῦ Πομπηίου φρουρῶν παρεστήσατο. ἡ δὲ Ἀπολλωνία αὕτη ἡ Κορινθία ἐν καλῷ μὲν τῆς γῆς ἐν καλῷ δὲ καὶ τῆςθαλάσσης ποταμῶν τε ἄριστα κεῖται. ὅ τε μάλιστα διὰ πάντων ἐθαύμασα, πῦρ πολὺ πρὸς τῷ Ἀώῳ ποταμῷ ἀναδίδοται, καὶ οὔτε ἐπὶ πλεῖον τῆς πέριξ γῆς ἐπεξέρχεται, οὔτʼ αὐτὴν ἐκείνην ἐν ᾗ ἐνδιαιτᾶται ἐκπυροῖ ἢ καὶ κραυροτέραν πῃ ποιεῖ, ἀλλὰ καὶ πόας καὶ δένδρα καὶ πάνυ πλησία θάλλοντα ἔχει· πρός τε τὰς ἐπιχύσειςτῶν ὄμβρων ἐπαύξει καὶ ἐς ὕψος ἐξαίρεται. καὶ διὰ τοῦτο αὐτό τε Νυμφαῖον ὀνομάζεται καὶ δὴ καὶ μαντεῖον τοιόνδε τι παρέχεται. λιβανωτὸν δὴ λαβών, καὶ προσευξάμενος ὅ τι ποτὲ καὶβούλει, ῥίπτεις αὐτὸν τὴν εὐχὴν φέροντα. κἀν τούτῳ τὸ πῦρ, ἂν μέν τι ἐπιτελὲς ᾖ ἐσόμενον, δέχεται αὐτὸν ἑτοιμότατα, κἂν ἄρα καὶ ἔξω που προπέσῃ, προσδραμὸν ἥρπασε καὶ κατανάλωσεν· ἂν δὲ ἀτέλεστον ᾖ, οὔτʼ ἄλλως αὐτῷ προσέρχεται, κἂν ἐς αὐτὴν τὴν φλόγα φέρηται, ἐξαναχωρεῖ τεκαὶ ἐκφεύγει. καὶ ταῦθʼ οὕτως ἑκάτερα περὶ πάντων ὁμοίως, πλὴν θανάτου τε καὶ γάμου, ποιεῖ· περὶ γὰρ τούτων οὐδὲ ἔξεστί τινι ἀρχὴν αὐτοῦ πυθέσθαι τι.τοῦτο μὲν τοιοῦτόν ἐστιν, ὁ δὲ δὴ Καῖσαρ βραδύνοντος τοῦ Ἀντωνίου, ᾧ τοὺς ὑπομείναντας ἐν τῷ Βρεντεσίῳ κομίσαι ἐπετέτακτο, καὶ οὐδὲ ἀγγελίας τινὸς περὶ αὐτῶν διά τε τὸν χειμῶνα καὶ διὰ τὸν Βίβουλον φοιτώσης, ὑπώπτευσέ σφας μεσεύειν τε καὶ ἐφεδρεύειν τοῖς πράγμασιν,οἷά που ἐν ταῖς στάσεσι φιλεῖ γίγνεσθαι. καὶ διὰ τοῦτο βουληθεὶς αὐτὸς καὶ μόνος γε ἐς τὴν Ἰταλίαν πλεῦσαι, ἐπέβη μὲν ἀκατίου τινὸς ὥς τις ἄλλος, λέγων ὑπὸ τοῦ Καίσαρος πεπέμφθαι, καὶ τὸν κυβερνήτην αὐτοῦ καίπερ πνεύματος ὄντοςἐξεβιάσατο ἀναχθῆναι· ὡς μέντοι ἀπὸ τῆς γῆς ἐγένοντο καὶ ὅ τε ἄνεμος ἰσχυρῶς κατέσπερχε καὶ ὁ κλύδων δεινῶς σφας ἐξετάραττεν, ὥστε τὸν κυβερνήτην μηδʼ ἀναγκαζόμενον ἔτι τολμῆσαι περαιτέρω πλεῦσαι, ἀλλὰ καὶ ἄκοντος αὐτοῦ ἐπανιέναι ἐπιχειρῆσαι, ἐξέφηνεν ἑαυτὸν καθάπερ ἐκ τούτου καὶ τὸν χειμῶνα παύσων, καὶ ἔφη“θάρσει· Καίσαρα γὰρ ἄγεις.” τοιοῦτον μὲν δὴ φρόνημα καὶ τοιαύτην ἐλπίδα ἤτοι τὴν ἄλλως ἢ καὶ ἐκ μαντείας τινὸς εἶχεν ὥστε καὶ παρὰ τὰ φαινόμενα πίστιν τῆς σωτηρίας ἐχέγγυον ποιεῖσθαι· οὐ μέντοι καὶ ἐπεραιώθη, ἀλλʼ ἐπὶ πολὺ μάτην πονήσας ἀνέπλευσεν.καὶ μετὰ τοῦτο τῷ Πομπηίῳ περὶ τὸν Ἄψον ἀντεστρατοπεδεύσατο. ἐκεῖνος γὰρ ἐπειδὴ πρῶτον τῆς ἀφίξεως αὐτοῦ ᾔσθετο, οὐκ ἀνεβάλετο, ἀλλὰ ἐλπίσας ῥᾳδίως αὐτόν, πρὶν καὶ τοὺς ἄλλους τοὺς μετὰ τοῦ Ἀντωνίου ὄντας προσλαβεῖν, κατεργάσεσθαι, σπουδῇ πρὸς τὴν Ἀπολλωνίαν δυνάμειτινὶ ἤλασεν. ὁ οὖν Καῖσαρ μέχρι μὲν τοῦ ποταμοῦ ἀπήντησέν οἱ, νομίσας ἀξιόμαχος καὶ ὣς τοῖς τότε προσιοῦσι γενήσεσθαι· ἐπεὶ δὲ ἔμαθεν ὅτι πολὺ τῷ πλήθει ἠλαττοῦτο, ἡσύχασε. καὶ ὅπως γε μήθʼ ὑπὸ δέους τοῦτο ποιεῖν μήτε ἐξάρχειν τοῦ πολέμου νομισθείη, λόγους τέ τινας συμβατηρίους σφίσι καθίει καὶ κατὰ τοῦτοδιῆγε. γνοὺς δὲ ταῦθʼ ὁ Πομπήιος συμβαλεῖν μὲν αὐτῷ ὡς ὅτι τάχιστα ἠθέλησε, καὶ διὰ τοῦτο καὶ τὸν ποταμὸν ἐπιδιαβῆναι ἐπεχείρησεν· ὡς δὲ ἡ γέφυρα βάρος λαβοῦσα διελύθη καί τινες τῶν προδιαβεβηκότων μονωθέντες ἀπώλοντο, ἐπέσχεν ἀθυμήσας ὅτι πρῶτον τῶν τοῦ πολέμου ἔργων ἁπτόμενος ἐπταίκει. κἀν τούτῳ καὶ τοῦ Ἀντωνίου ἐπελθόντοςφοβηθεὶς ἀπεχώρησε πρὸς τὸ Δυρράχιον. τέως μὲν γὰρ ὁ Βίβουλος ἔζη, οὐδʼ ἀπᾶραι ἐκεῖνος ἐκ τοῦ Βρεντεσίου ἐτόλμησεν· τοσαύτη που φυλακὴ αὐτοῦ ἐγίγνετο· ἐπεὶ δὲ αὐτός τε ἐκκαμὼν ὑπὸ τῆς ταλαιπωρίας ἐτελεύτησε καὶ τὴν ναυαρχίαν ὁ Λίβων διεδέξατο, κατεφρόνησεν αὐτοῦ καὶ ἀνηγάγετο ὡς καὶ βιασόμενος τὸν ἔκπλουν.καταραχθείς τε ἐς τὴν γῆν ἠμύνατό τε αὐτὸν ἰσχυρῶς προσβαλόντα οἱ, καὶ μετὰ τοῦτο ἐπεκβῆναί ποι βουληθέντα οὐδαμῇ τῆς ταύτῃ