ἐν ᾧ δὲ ταῦτʼ ἔν τε τῇ Ῥώμῃ καὶ ἐν τῇ Ἰβηρίᾳ ἐγίγνετο, Μᾶρκος μὲν Ὀκτάουιος καὶ Λούκιος Σκριβώνιος Λίβων Πούπλιον Κορνήλιον Δολοβέλλαν, τά τε τοῦ Καίσαρος πράττοντα καὶ ἐν τῇ Δελματίᾳ ὄντα, ἐξήλασαν ἐξ αὐτῆς τῷ τοῦΠομπηίου ναυτικῷ χρώμενοι. καὶ μετὰ τοῦτο Γάιον Ἀντώνιον ἐπαμῦναί οἱ ἐθελήσαντα ἔς τε νησίδιόν τι κατέκλεισαν, κἀνταῦθα πρός τε τῶν ἐπιχωρίων ἐγκαταλειφθέντα καὶ λιμῷ πιεσθέντα πασσυδὶ πλὴν ὀλίγων εἷλον· ἔς τε γὰρ τὴν ἤπειρον ἔφθησάν τινες αὐτῶν διαφυγόντες, καὶ ἕτεροι ἐν σχεδίαις διαπλέοντες καὶ ἁλισκόμενοι σφᾶς αὐτοὺς ἀπεχρήσαντο.Κουρίων δὲ Σικελίαν μὲν ἀμαχεὶ παρεστήσατο (ὁ γὰρ Κάτων ἄρχων αὐτῆς, ὡς οὔτε ἀξιόμαχός οἱ ἦν οὔτε τὰς πόλεις ἐς κίνδυνον μάτην ἐμβαλεῖν ἠθέλησε, προεξεχώρησε πρὸς τὸν Πομπήιονʼ, ἐςδὲ δὴ τὴν Ἀφρικὴν περαιωθεὶς ἀπώλετο. ὁ μὲν γὰρ Καῖσαρ ὁ Λούκιος τὴν Ἀσπίδα τὴν πόλιν, ἐν ᾗ κατὰ τύχην ἄλλως ἦν, πρὸς τὸν ἐπίπλουν αὐτοῦ ἐξέλιπε, καὶ Πούπλιος Ἄττιος Οὐᾶρος ὁ τὰ ἐκεῖ πράγματα τότε ἔχων καὶ στρατιώτας συχνοὺς καὶ πλοῖα συχνὰ ἡττηθεὶς ὑπʼ αὐτοῦἀπέβαλεν· ὁ δὲ δὴ Ἰόβας Ἰεμψοῦ τε παῖς ὢν καὶ τῶν Νομάδων βασιλεύων, τά τε τοῦ Πομπηίου ὡς καὶ τὰ τοῦ δήμου τῆς τε βουλῆς προτιμῶν, καὶ τὸν Κουρίωνα διά τε τοῦτο, καὶ ὅτι τήν τε βασιλείαν αὐτοῦ δημαρχῶν ἀφελέσθαι καὶ τὴν χώραν δημοσιῶσαι ἐπεχείρησε, μισῶν,ἰσχυρῶς αὐτῷ προσεπολέμησεν. οἴκαδε μὲν γὰρ ἐς τὴν Νουμιδίαν οὐκ ἀνέμεινεν αὐτὸν ἐσβαλεῖν, πολιορκοῦντι δέ οἱ Οὐτικὴν παντὶ μὲν ἅμα τῷ στρατῷ οὐ προσέμιξε, φοβηθεὶς μὴ καὶ προπυθόμενος ἐξαναχθείη (οὐ γάρ που ἀπώσασθαι αὐτὸν μᾶλλόν τι ἢ τιμωρήσασθαι ἐπεθύμεἰ,ὀλίγους δέ τινας προπέμψας, καὶ προφημίσας ὡς αὐτὸς ἄλλοσέ ποι καὶ πόρρω γε ἀπεληλυθὼς εἴη, ἐφέσπετό τέ σφισι καὶ οὐ διήμαρτεν ὧνἤλπισεν. ὁ γὰρ Κουρίων πρότερον μέν, ὡς καὶ αὐτοῦ ἐκείνου προσιόντος, ἔς τε τὸ στρατόπεδον τὸ πρὸς τῇ θαλάσσῃ ὂν μετέστη, καὶ γνώμην ἐποιεῖτο τῶν τε νεῶν, ἂν βιάζηται, ἐπιβῆναι καὶτὴν Ἀφρικὴν παντελῶς ἐκλιπεῖν· ἐπεὶ δὲ ὀλίγους τέ τινας καὶ τούτους ἄνευ τοῦ Ἰόβου ἀφικνεῖσθαι ἐπύθετο, ἐθάρσησε, καὶ εὐθὺς τῆς νυκτὸς ὡς καὶ ἐφʼ ἕτοιμον νίκην, μὴ καὶ διαφύγωσιν αὐτόν, ἄρας ἐπορεύετο, καί τινας τῶν προδρόμων καθεύδοντας ἐν τῇ ὁδῷ φθείρας πολὺ προθυμότερος ἐγένετο.κἀκ τούτου τοῖς λοιποῖς ὑπὸ τὴν ἕω προκεχωρηκόσιν ἐκ τοῦ στρατοπέδου ἐντυχὼν οὐδεμίαν ἀναβολὴν ἐποιήσατο, ἀλλὰ καίτοι τῶν στρατιωτῶν καὶ ὑπὸ τῆς πορείας καὶ ὑπὸ τῆς ἀγρυπνίας τεταλαιπωρημένων ἐς χεῖράς σφισι παραχρῆμαἦλθε. κἀν τούτῳ ἑστώτων τε αὐτῶν καὶ ἀντιρρόπως ἀγωνιζομένων, ὁ Ἰόβας αἰφνιδίως οἱ ἐπιφανεὶς τῷ τε ἀδοκήτῳ ἅμα αὐτὸν καὶ τῷ πλήθει κατειργάσατο, καὶ ἐκεῖνον μὲν καὶ τῶν ἄλλων τοὺς πλείστους αὐτοῦ ταύτῃ ἀπέκτεινεν, τοὺς δὲ λοιποὺς μέχρι τε τῆς ταφρείας ἐπεδίωξε καὶμετὰ τοῦτο ἐς τὰς ναῦς καθεῖρξε, κἀν τῷ ταράχῳ τούτῳ πολλῶν μὲν χρημάτων ἐκράτησε πολλοὺς δὲ ἄνδρας ἔφθειρε. συχνοὶ δὲ δὴ καὶ διαφυγόντες αὐτῶν ἀπώλοντο, οἱ μὲν ἐν τῇ ἐς τὰ πλοῖα ἐσβάσει ὑπὸ τοῦ ὠθισμοῦ σφαλέντες, οἱ δὲ καὶ ἐν αὐτοῖς τοῖς σκάφεσιν ὑπὸ τοῦ βάρους αὐτῶνβαπτισθέντες. γιγνομένων δὲ τούτων, φοβηθέντες τινὲς μὴ τὰ αὐτὰ αὐτοῖς πάθωσι, προσεχώρησαν μὲν τῷ Οὐάρῳ ὡς καὶ σωθησόμενοι, εὕροντο δʼ οὐδὲν ἐπιεικές· ὁ γὰρ Ἰόβας προϊσχόμενος ὅτι αὐτός σφας ἐνενικήκει, καὶ ἐκείνους πλὴν ὀλίγων ἐφόνευσεν. Κουρίων μὲν δὴ πλεῖστά τε τῷ Καίσαρι συναράμενος καὶ πάμπολλα αὐτὸνἐπελπίσας οὕτως ἀπώλετο· Ἰόβας δὲ πρὸς μὲν τοῦ Πομπηίου τῶν τε ἄλλων τῶν ἐν τῇ Μακεδονίᾳ βουλευτῶν τιμάς τε εὕρετο καὶ βασιλεὺς προσηγορεύθη, πρὸς δὲ δὴ τοῦ Καίσαρος τῶν τε ἐν τῇ πόλει αἰτίαν εἶχε καὶ πολέμιος ἀπεδείχθη, ὅ τε Βόκχος καὶ ὁ Βογούας βασιλῆς, ὅτι ἐχθροὶ αὐτῷ ἦσαν, ὠνομάσθησαν.τῷ δὲ ἐχομένῳ ἔτει διττοί τε τοῖς Ῥωμαίοις ἄρχοντες παρὰ τὸ καθεστηκὸς ἐγένοντο καὶ μάχη μεγίστη δὴ συνηνέχθη. οἱ μὲν γὰρ ἐν τῷ ἄστει καὶ ὑπάτους τόν τε Καίσαρα καὶ Πούπλιον Σερουίλιον καὶ στρατηγοὺς τά τε ἄλλα τέλη τὰ ἐκ τῶν νόμων ᾕρηντο, οἱ δὲ ἐν τῇ Θεσσαλονίκῃτοιοῦτο μὲν οὐδὲν προπαρεσκευάσαντο, καίτοι τῆς τε ἄλλης βουλῆς ἐς διακοσίους, ὥς φασί τινες, καὶ τοὺς ὑπάτους ἔχοντες, καί τι καὶ χωρίον ἐς τὰ οἰωνίσματα, τοῦ δὴ καὶ ἐν νόμῳ δή τινι αὐτὰ δοκεῖν γίγνεσθαι, δημοσιώσαντες, ὥστε καὶ τὸν δῆμον διʼ αὐτῶν τήν τε πόλιν ἅπασαν ἐνταῦθαεἶναι νομίζεσθαι (αἴτιον δὲ ὅτι τὸν νόμον οἱ ὕπατοι τὸν φρατριατικὸν οὐκ ἐσενηνόχεσανʼ, τοῖς δὲ δὴ αὐτοῖς ἐκείνοις οἷσπερ καὶ πρόσθεν ἐχρήσαντο, τὰς ἐπωνυμίας σφῶν μόνας μεταβαλόντες καὶ τοὺς μὲν ἀνθυπάτους τοὺς δὲ ἀντιστρατήγους τοὺς δὲ ἀντιταμίας ὀνομάσαντες.πάνυ γάρ που τῶν πατρίων αὐτοῖς ἔμελε τά τε ὅπλα ἀνταιρομένοις καὶ τὴν πατρίδα ἐκλελοιπόσιν, ὥστε μὴ πάντα τὰ ἀναγκαῖα πρὸς τὴν τῶν παρόντων ἀπαίτησιν καὶ παρὰ τὴν τῶν τεταγμένωνἀκρίβειαν ποιεῖν. οὐ μὴν ἀλλὰ τῷ μὲν ὀνόματι οὗτοί σφισιν ἑκατέροις ἦρχον, ἔργῳ δὲ ὁ Πομπήιος καὶ ὁ Καῖσαρ, τῆς μὲν φήμης ἕνεκα τὰς ἐννόμους ἐπικλήσεις, ὁ μὲν τὴν τοῦ ὑπάτου ὁ δὲ τὴν τοῦ ἀνθυπάτου, ἔχοντες, πράττοντες δὲ οὐκ ὅσα ἐκεῖναι ἐπέτρεπον ἀλλʼ ὅσα αὐτοὶ ἤθελον.