Μάριον τόν τε Σύλλαν, ὡς πολλὰ καὶ φιλάνθρωπα πολλάκις σφίσιν εἰπόντες οἷα ἀνθʼ οἵων ἔδρασαν, καὶ προσέτι καὶ τὴν τοῦ Καίσαρος χρείαν αἰσθόμενοι, τά τε ὅπλα αὐτοῦ πολλὰ καὶ πανταχοῦ τῆς πόλεως ὁρῶντες ὄντα, οὔτε πιστεύειν τοῖς λεγομένοις οὔτε θαρρεῖν ἐδύναντο,ἀλλʼ ἔναυλον τὸν ἐκ τοῦ πρὶν φόβον ἔχοντες κἁ??ʼ ἐκεῖνον ὑπετόπουν, καὶ μάλισθʼ ὅτι οἱ πρέσβεις ὁ??ʼ τὰς καταλλαγὰς δῆθεν πρυτανεύσοντες ᾑρέθησαν μέν, οὐκ ἐξῆλθον δέ, ἀλλʼ ὅτι καὶ ἐμνήσθη ποτε περὶ αὐτῶν ὁ Πίσων ὁ πενθερὸς αὐτοῦ αἰτίαν ἔσχετοσούτου τε ἐδέησαν τὰ χρήματα ἃ ὑπέσχετο σφισι τότε γε λαβεῖν, ὥστε καὶ τἆλλά οἱ πάνθ ὅσα ἐν τῷ δημοσίῳ ἦν πρὸς τὴν τῶν στρατιωτῶν οὓς ἐφοβοῦντο, τροφὴν ἔδοσαν. καὶ ἐπὶ πᾶσιν τούτοις ὡς καὶ ἀγαθοῖς οὖσι τὴν ἐσθῆτα τὴν εἰρηνικὴν μετημπίσχοντο· οὐδέπω γὰρ αὐτὴνμετειλήφεσαν. ἀντεῖπε μὲν οὖν πρὸς τὴν περὶ τῶν χρημάτων ἐσήγησιν Λούκιός τις Μέτελλος δήμαρχος, καὶ ἐπειδὴ μηδὲν ἐπέρανε, πρός τε τοὺς θησαυροὺς ἦλθε καὶ τὰς θύρας αὐτῶν ἐν τηρήσει ἐποιήσατο· σμικρὸν δὲ δὴ καὶ τῆς φυλακῆς αὐτοῦ, ὥσπερ που καὶ τῆς παρρησίας, οἱ στρατιῶται φροντίσαντες τήν τε βαλανάγραν διέκοψαν (τὴν γὰρ κλεῖν οἱ ὕπατοι εἶχον, ὥσπερ οὐκ ἐξόν τισι πελέκεσιν ἀντʼ αὐτῆς χρήσασθαι)καὶ πάντα τὰ χρήματα ἐξεφόρησαν. καὶ μέντοι καὶ τὰ ἄλλα τὸν αὐτὸν τρόπον, ὥς μοι πολλαχόθι εἴρηται, ὀνόματι μὲν ἰσονομίας (καὶ γὰρ διὰ τοῦ Ἀντωνίου τὰ πλείω αὐτῶν ἐσεφέρετὀ ἔργῳ δὲ δυναστείας καὶ ἐψηφίζετο καὶ ἐπράττετο. τούς τε γὰρ ἀντιστασιάζοντάς σφισι πολεμίους ἑκάτεροι τῆς πατρίδος ὀνομάζοντες, καὶ ἑαυτοὺς ὑπὲρ τῶν κοινῶν πολεμεῖν λέγοντες, τά τε ἴδια μόνα ηὖξον, κἀκεῖνα ὁμοίως ἀμφότεροι ἔφθειρον.ὁ δʼ οὖν Καῖσαρ ταῦτά τε οὕτως ἐποίησε, καὶ τὴν Σαρδὼ τήν τε Σικελίαν ἀμαχεὶ κατέσχἑ??ʼ ἐκχωρησάντων τῶν τότε ἐν αὐταῖς ἀρχόντὡ??ʼ τόν τε Ἀριστόβουλον οἴκαδε ἐς τὴν Παλαιστίνἡ??ʼὅπως τῷ Πομπηίῳ τι ἀντιπράξῃ, ἔστειλε· κ̔??ʼ τοῖς παισὶ τῶν ὑπὸ τοῦ Σύλλου ἐπικηρυχθέντὡ??ʼ ἀρχὰς αἰτεῖν ἐφῆκε, τά τε ἄλλα πάντα, καὶ τ̔??ʼ ἐν τῇ πόλει καὶ τὰ ἐν τῇ λοιπῇ Ἰταλίᾳ, πρὃ??ʼ τὸ ἐπιτηδειότατον ἑαυτῷ ὡς ἐκ τῶν παρόντὡ??ʼκατέστησε. καὶ ἐκεῖνα μὲν τῷ Ἀντωνίῳ ἐπ̔??ʼ έτρεψεν, αὐτὸς δὲ ἐς τὴν Ἰβηρίαν, τά τε τὁ??ʼ Πομπηίου ἰσχυρῶς αἱρουμένην καὶ ἐς δέος αὐτόν μὴ καὶ τὰς Γαλατίας προσαποστήσῃ, καθιστάν̔??ʼτας, ὥρμησε. κὰν τούτῳ ἄλλοι τε βουλευτἁ??ʼ καὶ ὁ Κικέρων, μηδὲ ἐς ὄψιν τῷ Καίσαρι ἐλθών πρὸς τὸν Πομπήιον ὥς γε τά τε δικαιότεῥ??ʼ πράττοντα καὶ τῷ πολέμῳ κρατήσοντα ἀπεχὥ??ʼρησεν. οἵ τε γὰρ ὕπατοι, πρὶν ἐκπλεῖν, κἁ??ʼ ἐκεῖνος, ἅτε ἀντὶ ὑπάτου ἄρχων, πάντας αὐτοὓ??ʼ ἐκέλευσαν ἐς Θεσσαλονίκην ἀκολουθῆσαι, ὡς τὁ??ʼ μὲν ἄστεως πρὸς πολεμίων τινῶν ἐχομένου, αὐτὁ??ʼ δὲ ἅτε γερουσία ὄντες καὶ τὸ τῆς πολιτείἁ??ʼπρόσχημα, ὅπου ποτʼ ἂν ὦσιν, ἕξοντες. κἁ??ʼ σφισι διὰ ταῦτα τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων οἱ πλείους, οἱ μὲν εὐθὺς τότε οἱ δὲ κἁ??ʼ ὕστερον, καὶ αἱ πόλεις πᾶσαι, ὅσαι μὴ ὑπὸ τῶν τοῦ Καίσαρος ὅπλων κατείργοντο, προσεχώρησαν.οἱ μέντοι Μασσαλιῶται μόνοι τῶν ἐν τ̔??ʼ Γαλατίᾳ οἰκούντων οὔτε συνήραντο τῷ Καίσαῥ??ʼ οὔτε ἐς τὴν πόλιν ἐσεδέξαντο, ἀλλὰ καὶ ἀπόκρισιναὐτῷ ἀξιομνημόνευτον ἔδοσαν· τῷ τε γὰρ δήμῳ τῶν Ῥωμαίων συμμαχεῖν καὶ ἐκείνοις ἐπιτηδείως ἀμφοτέροις ἔχειν, καὶ μήτε πολυπραγμονεῖν τ̔??ʼ μήθʼ ἱκανοὶ διακρῖναι πότερος αὐτῶν ἀδικεῖ εἶνἁ??ʼ ἔφασαν, ὥστε εἰ μέν τις ὡς φίλος ἐθέλοι πρὸς σφᾶς ἐλθεῖν, κἂν ἀμφοτέρους αὐτοὺς ἄνευ τῶν ὅπλων δέξασθαι ἔλεγον, ἐπὶ πολέμῳ δὲ οὐδέτερον.καταστάντες τε ἐς πολιορκίαν αὐτόν τε ἐκεῖνον ἀπεκρούσαντο, καὶ τῷ Τρεβωνίῳ τῷ τε Βρούτῳ τῷ Δεκίμῳ μετὰ τοῦτο προσεδρεύσασί σφισιν ἐπὶ πλεῖστον ἀντέσχον. ὁ γὰρ Καῖσαρ χρόνον μέν τινα, ὡς καὶ ῥᾳδίως αὐτοὺς αἱρήσων, προσεκαρτέρησε (καὶ γὰρ αὐτῷ δεινὸν ἐδόκει εἶναι ὅτι καὶ τῆς Ῥώμης ἀμαχεὶ κρατήσας ὑπὸΜασσαλιωτῶν οὐκ ἐδέχετὀ, ἔπειτʼ ἐπειδὴ ἀντήρκουν, ἐκείνους μὲν ἑτέροις προσέταξεν, αὐτὸς δὲ ἐς τὴν Ἰβηρίαν ἠπείχθη.ἐπεπόμφει μὲν γὰρ ἐς αὐτὴν Γάιον Φάβιον, δείσας δὲ μὴ καθʼ ἑαυτὸν ἀγωνισάμενος πταίσῃ, καὶ αὐτὸς ἐστράτευσεν. εἶχον δὲ τότε τὰ πράγματα τὰ περὶ τὸν Ἴβηρα ὅ τε Ἀφράνιος καὶ ὁ Πετρέιος, καὶ φυλακὴν μὲν καὶ τῆς ὑπερβολῆς τῶν ὀρῶν ἐπεποίηντο, τὸ δʼ ὅλον ἐς Ἰλέρδαν τὰς δυνάμεις ἀθροίσαντες ἐνταῦθα τοὺς ἐπιόνταςὑπέμενον. καὶ τῷ μὲν Φαβίῳ τήν τε ἐπὶ τοῦ Πυρηναίου φρουρὰν βιασαμένῳ καὶ τὸν ποταμὸν τὸν Σίκοριν διαβαίνοντι προσπεσόντες ἐξαίφνης πολλοὺς ἀπέκτειναν ἀποληφθέντας· ἡ γὰρ γέφυρα πρὶν διελθεῖν αὐτοὺς καταρραγεῖσαπλεῖστόν σφισι συνήρατο· τῷ δὲ δὴ Καίσαρι ἐπελθόντι τε οὐ πολλῷ ὕστερον καὶ τὸν ποταμὸν καθʼ ἑτέραν γέφυραν διαβάντι, προκαλουμένῳ τε αὐτοὺς ἐς μάχην οὐκ ἐτόλμησαν ἐπὶ πάνυ πολλὰς ἡμέρας συμβαλεῖν, ἀλλʼ ἀντιστρατοπεδευσάμενοιαὐτῷ ἡσύχαζον. θαρσήσας οὖν ἐκ τούτου καταλαβεῖν τὸ χωρίον τὸ μεταξὺ τοῦ τε ταφρεύματός σφων καὶ τῆς πόλεως καρτερὸν ὂν ἐπεχείρησεν, ὡς καὶ τῶν τειχῶν αὐτοὺς ἀποκλείσων. αἰσθόμενοι δὲ τοῦτο οἱ περὶ τὸν