τάχιστα μεταστῆναι. ἀκούσαντες δὲ ταῦτα οἱ Ῥωμαῖοι ἐπείσθησαν, ἄλλως τε καὶ ὅτι εὐηργέτητο πολλὰ ὑπὸ τοῦ Καίσαρος καὶ χάριν αὐτῷ ταύτην ἀντιδιδόναι ἐδόκει. συσκευασάμενοί τε σπουδῇ εὐθὺς ἀφʼ ἑσπέρας ἀφώρμησαν, καὶ ἐμπεσόντες ἐς τὰ λελοχισμένα δεινῶς ἐσφάλησαν·ὅ τε γὰρ Κόττας παραχρῆμα μετὰ πολλῶν ἀπώλετο, καὶ τὸν Σαβῖνον ὁ Ἀμβιόριξ μετεπέμψατο μὲν ὡς καὶ σώσων (οὔτε γὰρ τοῖς γιγνομένοις παρῆν, καὶ πιστὸς αὐτῷ καὶ τότε ἔτʼ ἐδόκει εἶναἰ, συλλαβὼν δὲ δή, καὶ ἀποδύσας καὶ τὰ ὅπλα καὶ τὴν ἐσθῆτα, κατηκόντισεν, ἐπιλέγων ἄλλα τε καὶ ὅτι τοιοίδε μέντοι ὄντες πῶς τηλικούτων ἡμῶνὄντων ἄρχειν ἐθέλετε ; οὗτοι μὲν δὴ ταῦτʼ ἔπαθον· οἱ δὲ λοιποὶ διέπεσον μὲν ἐς τὸ τάφρευμα ὅθεν ἀπανειστήκεσαν, ἐπεὶ δὲ οἵ τε βάρβαροι καὶ ἐκεῖ προσέμιξαν καὶ οὔτʼ ἀμύνασθαι αὐτοὺς οὔτε διαφυγεῖν ἠδυνήθησαν, ἀλλήλους ἀπέκτειναν.γενομένου δὲ τούτου ἄλλοι τέ τινες τῶν πλησιοχώρων ἀπέστησαν καὶ Νέρουιοι, καίτοι Κυίντου Κικέρωνος παρʼ αὐτοῖς χειμάζοντος· ἀδελφὸς δὲ τοῦ Κικέρωνος τοῦ Μάρκου ἦν, ὑποστρατηγῶν τῷ Καίσαρι. καὶ αὐτοὺς ὁ Ἀμβιόριξ προσλαβὼνσυνέβαλε τῷ Κικέρωνι· καὶ ἀγχώμαλα ἀγωνισάμενος, καί τινας καὶ ζῶντας ἑλών, ἀπατῆσαι μέν πῃ καὶ ἐκεῖνον ἐπεχείρησε, μὴ δυνηθεὶς δὲ ἔς τε πολιορκίαν αὐτὸν κατέστησε, καὶ διὰ ταχέων ὑπό τε τῆς πολυχειρίας καὶ ὑπὸ τῆς ἐμπειρίας, ἣν ἐκ τῆς συστρατείας ἣν μετὰ τῶν Ῥωμαίων ἐπεποίητο ἐκέκτητο, καί τινα καὶ παρὰ τῶν αἰχμαλώτων ἑκάστων μαθών, καὶ ἀπεσταύρωσε καὶἀπετάφρευσεν. ἐγίγνοντο μὲν γὰρ καὶ μάχαι, οἷα ἐν τῷ τοιούτῳ εἰκὸς ἦν, συχναί, καὶ ἀπώλλυντο πολὺ πλείους τῶν βαρβάρων ἅτε καὶ πλείους ὄντες· οὐ μὴν ἀλλὰ αὐτοὶ μὲν ὑπὸ τῆς περιουσίας τοῦ στρατοῦ οὐδὲ ἐν αἰσθήσει τοῦ φθειρομένου σφῶν ἦσαν, οἱ δὲ δὴ Ῥωμαῖοι μήτε ἄλλως πολλοὶ ὄντες καὶ ἐλάττους ἀεὶ γιγνόμενοι ῥᾳδίως περιεστοιχίσθησαν.κινδυνευόντων οὖν αὐτῶν ἁλῶναι (οὔτε γὰρ τὰ τραύματα θεραπεύειν ἀπορίᾳ τῶν ἐπιτηδείων ἐδύναντο, οὔτε τὴν τροφὴν ἀφθόνως, ἅτε ἐν ἀδοκήτῳ πολιορκίᾳ, εἶχον· οὐδʼ ἐπήμυνέ τις αὐτοῖς, καίτοι πολλῶν οὐκ ἄπωθεν χειμαζόντων· οἱ γὰρ βάρβαροι τὰς ὁδοὺς ἀκριβῶς φυλάσσοντες πάντας τοὺς ἐκπεμπομένους σφῶν συνελάμβανον κἀν τοῖς ὀφθαλμοῖς αὐτῶν ἐφόνευονʼΝέρουιός τις εὐνοϊκῶς σφισιν ἐξ εὐεργεσίας ἔχων, καὶ τότε σὺν τῷ Κικέρωνι πολιορκούμενος, δοῦλόν τινα ἑαυτοῦ διάγγελον αὐτῷ παρέσχεν· ἔκ τε γὰρ τῆς σκευῆς καὶ ἐκ τῆς φωνῆς τῆς ἐπιχωρίας ἠδυνήθη λαθεῖν συγγενόμενος τοῖς πολεμίοις ὡς καὶ ἐξ αὐτῶν ὢν καὶ μετὰ τοῦτο ἀποχωρήσας.μαθὼν οὖν ὁ Καῖσαρ τὸ γιγνόμενον (οὐδέπω δὲ ἐς τὴν Ἰταλίαν ἀπεληλύθει, ἀλλʼ ἔτʼ ἐν ὁδῷ ἦνʼ ἀνέστρεψε, καὶ τοὺς ἐν τοῖς χειμαδίοις, διʼ ὧν διῄει, στρατιώτας παραλαμβάνων ἠπείγετο. κἀν τούτῳ φοβηθεὶς μὴ καὶ φθάσῃ ὁ Κικέρων ἀπογνώσει τῆς βοηθείας δεινόν τι παθὼν ἢ καὶ συνθέμενος, προέπεμψενἱππέα. τῷ μὲν γὰρ οἰκέτῃ τῷ τοῦ Νερουίου, καίτοι πεῖραν ἔργῳ τῆς εὐνοίας αὐτοῦ λαβών, οὐκ ἐπίστευσε, μὴ καὶ τοὺς πατριώτας ἐλεήσας μέγα τι κακόν σφας ἐξεργάσηται· ἐκ δὲ δὴ τῶν συμμάχων ἱππέα τήν τε διάλεκτον αὐτῶν εἰδότα καὶ τῇ στολῇ τῇ ἐκείνων σκευασθένταἔπεμψε. καὶ ὅπως γε μηδʼ αὐτός τι μήτʼ οὖν ἐθελοντὴς μήτʼ ἄκων ἐξείπῃ, οὔτε τι αὐτῷ ἐξελάλησε, καὶ τῷ Κικέρωνι πάνθʼ ὅσα ἠβουλήθη ἑλληνιστὶ ἐπέστειλεν, ἵνα ἂν καὶ τὰ γράμματα ἁλῷ, ἀλλʼ ἀσύνετά γε καὶ τότε τοῖς βαρβάροις ὄντα μηδέν σφας ἐκδιδάξῃ. εἰώθει δὲ καὶ ἄλλως, ὁπότε τι διʼ ἀπορρήτων τινὶ ἐπέστελλε, τὸ τέταρτον ἀεὶ στοιχεῖον ἀντὶ τοῦ καθήκοντος ἀντεγγράφειν, ὅπως ἂνἄγνωστα τοῖς πολλοῖς ᾖ τὰ γραφόμενα. ὁ δʼ οὖν ἱππεὺς ἦλθε μὲν πρὸς τὸ τῶν Ῥωμαίων στρατόπεδον, μὴ δυνηθεὶς δʼ ἐγγύθεν αὐτῷ προσμῖξαι συνέδησε τὰ γράμματα ἀκοντίῳ, καὶ ὡς ἱεὶς αὐτὸ ἐς τοὺς πολεμίους πρὸς πύργον ἐξεπίτηδες προσέπηξε. καὶ ὁ μὲν Κικέρων οὕτω τὴν πρόσοδον τοῦ Καίσαρος μαθὼν ἀνεθάρσησε καὶ προθυμότερονδιεκαρτέρησεν· οἱ δὲ δὴ βάρβαροι ἐπὶ πολὺ μὲν τὴν ἐπικουρίαν αὐτοῦ ἠγνόησαν (νυκτοπορῶν γὰρ ἔπειτα τὰς ἡμέρας ἐν ἀφανεστάτοις χωρίοις ηὐλίζετο, ὅπως ἀπροσδοκήτοις ὅτι μάλιστα αὐτοῖς προσμίξᾐ, ὀψὲ δέ ποτε ἐκ τῆς τῶν πολιορκουμένων περιχαρείας ὑποτοπήσαντες αὐτὴν προσκόπους ἔπεμψαν, καὶ μαθόντες παρʼ αὐτῶν πλησιάζοντα ἤδη τὸν Καίσαρα ὥρμησαν ἐπʼ αὐτὸν ὡςκαὶ ἀνελπίστῳ οἱ προσπεσούμενοι. προμαθὼν οὖν τοῦτʼ ἐκεῖνος τήν τε νύκτα κατὰ χώραν ἔμεινε, καὶ ὑπὸ τὴν ἕω χωρίον τι ἐρυμνὸν προκαταλαβὼν ἐνταῦθα ὡς ἐν βραχυτάτῳ ἐστρατοπεδεύσατο τοῦ καὶ μετʼ ὀλίγων εἶναι δοκεῖν καὶ ἐκ τῆς πορείας πεπονῆσθαι τήν τε ἔφοδόν σφων δεδιέναι, κἀκ τούτου καὶ ἐς αὐτὸ τὸ μετέωρον αὐτοὺς ὑπαγαγέσθαι.καὶ ἔσχεν οὕτως· καταφρονήσαντες γὰρ αὐτοῦ διὰ ταῦτα πρός τε τὸ ὄρθιον προσέβαλον καὶ μεγάλως ἔπταισαν, ὥστε μηκέτʼ ἀντιπολεμῆσαι.οὕτω μὲν οὖν τότε καὶ ἐκεῖνοι καὶ οἱ ἄλλοι πάντες ἐχειρώθησαν, οὐ μέντοι καὶ διʼ εὐνοίας τοῖς Ῥωμαίοις ἦσαν. οἱ γοῦν Τρήουηροι φοβηθέντες, ἐπειδήπερ τοὺς παρʼ ἑκάστοις πρώτους ὁ Καῖσαρ μεταπέμπων ἐκόλαζε, μὴ καὶ αὐτοὶ δίκην δῶσιν,