περὶ μὲν δὴ τοὺς τιμητὰς ταῦτʼ ἐψηφίσθη, ὁ δὲ δὴ Κάτων ἄλλως μὲν οὐδεμιᾶς ἀρχῆς ἐδεῖτο, ἰδὼν δὲ τόν τε Καίσαρα καὶ τὸν Πομπήιον ὑπὲρ τὴν κατάστασιν τῆς πολιτείας αὐξανομένους, καὶ ὑποτοπήσας ἤτοι καὶ ἀμφοτέρους σφᾶς τὰ πράγματα ἕξειν, ἢ καὶ διενεχθέντας ἀλλήλοις στάσιν τε μεγίστην ποιήσειν καὶ τὸνκρατήσαντα αὐτῶν μοναρχήσειν, ἠθέλησε μέν σφας πρὶν ἀνταγωνιστὰς γενέσθαι καταλῦσαι, καὶ τὴν ὑπατείαν ἐπʼ αὐτοὺς ᾔτησεν, ἐπειδήπερ ἰδιωτεύων οὐδὲν ἰσχύσειν ἔμελλεν, ὑποπτευθεὶς δὲ ὑπὸ τῶν τὰ ἐκείνων πραττόντων τοιοῦτόν τι δράσειν οὐκ ἀπεδείχθη, ἀλλʼ ὅ τε Μάρκελλος ὁΜᾶρκος καὶ ὁ Ῥοῦφος ὁ Σουλπίκιος, ὁ μὲν διὰ τὴν τῶν νόμων ἐμπειρίαν ὁ δὲ διὰ τὴν τῶν λόγων δύναμιν, ᾑρέθησαν, ἄλλως τε καὶ ὅτι αὐτοὶ μέν, εἰ καὶ μὴ χρήμασιν ἢ βιαίῳ τινὶ ἔργῳ, ἀλλὰ τῇ γε θεραπείᾳ καὶ τῇ παρακλήσει πολλῇ πρὸς πάντας ἐχρήσαντο, ὁ δὲ δὴ Κάτων οὐδένα αὐτῶνἐθεράπευσε. καὶ ὁ μὲν οὐκέτʼ αὖθις τῆς ἀρχῆς ἀντεποιήσατο, λέγων ἀγαθοῦ ἀνδρὸς ἔργον εἶναι μήτʼ ἀποδιδράσκειν τὴν προστασίαν τῶν κοινῶν, ἄν γέ τινες χρῆσθαι αὐτῷ ἐθελήσωσι, μήθʼ ὑπὲρτὸ προσῆκον αὐτῆς ἐφίεσθαι· Μάρκελλος δὲ πάντʼ εὐθὺς ἐπὶ τῇ τοῦ Καίσαρος καταλύσει (τῆς γὰρ τοῦ Πομπηίου μερίδος ἦνʼ ἔπραττε, καὶ ἄλλα τε ἐπʼ αὐτῷ πολλά, καὶ ὥστε καὶ διάδοχόν οἱ ἤδη καὶ πρὸ τοῦ καθήκοντος χρόνου πεμφθῆναι, ἐσηγήσατο. καὶ αὐτῷ ὅ τε Σουλπίκιος καὶ τῶν δημάρχων τινὲς ἀντέπραξαν, οὗτοι μὲν τῇ πρὸς τὸν Καίσαρα χάριτι· ἐκεῖνος δʼ αὐτοῖς ἐκοινώσατο καὶ τοῖς πολλοῖς ὅτι οὐκ ἤρεσκε τό τινα μεταξὺἄρχοντα μηδὲν ἠδικηκότα παυθῆναι. μαθὼν οὖν ταῦθʼ ὁ Πομπήιος (ἀπῆρε μὲν γὰρ ἐκ τοῦ ἄστεως ὡς καὶ ἐς τὴν Ἰβηρίαν στρατεύσων, οὐ μὴν οὐδὲ τότε ἐκ τῆς Ἰταλίας ἐξεχώρησεν, ἀλλὰ τοῖς ὑποστρατήγοις πάντα τὰ ἐκεῖ προστάξας αὐτὸς τῇπόλει ἐφήδρευἐ τὸ μὲν δὴ τὸν Καίσαρα τῆς ἡγεμονίας παραλυθῆναι οὐδὲ ἑαυτῷ ἀρέσκειν ἐπλάττετο, ἔπραττε δʼ ὅπως, ὅταν τὸν δεδομένον οἱ χρόνον διάρξῃ (τοῦτο δὲ οὐκ ἐς μακρὰν ἀλλʼ εὐθὺς τῷ ὑστέρῳ ἔτει γενήσεσθαι ἔμελλἐ, τά τε ὅπλα κατάθηται καὶ ἰδιωτεύσων οἴκαδε ἐπανέλθῃ.καὶ διὰ τοῦτο Γάιόν τε Μάρκελλον τὸν τοῦ Μάρκου ἀνεψιὸν ἢ καὶ ἀδελφόν (λέγεται γὰρ ἑκάτερονʼ ὑπατεῦσαι, ἐπειδὴ τῷ Καίσαρι καίπερ ἐξ ἐπιγαμίας προσήκων ἐχθρὸς ἦν, καὶ τὸν Κουρίωνα τὸν Γάιον, διʼ ἔχθρας καὶ αὐτὸν ἐκ παλαιοῦ οἱ ὄντα, δημαρχῆσαι ἐποίησεν.ὁ οὖν Καῖσαρ μήτʼ ἄλλως ὑπομένων ἔκ τε τηλικαύτης καὶ ἐκ χρονίου ἡγεμονίας ἰδιωτεῦσαι, καὶ φοβηθεὶς μὴ καὶ ἐπὶ τοῖς ἐχθροῖς γένηται, παρεσκευάζετο ὡς καὶ ἀκόντων αὐτῶν ἐν τῇ ἀρχῇ ἐμμενῶν, καὶ στρατιώτας προσκατελέγετο καὶ χρήματα ἤθροιζεν ὅπλα τε ἐποίει, καὶ καθʼἡδονὴν πᾶσιν ἡγεῖτο. κἀν τούτῳ καὶ τὰ οἴκοι τρόπον τινά, τοῦ μὴ πάντα βίᾳ ἀλλὰ καὶ πειθοῖ πράττειν δοκεῖν, προδιοικήσασθαι ἐθελήσας ἔγνω συναλλαγῆναι τῷ Κουρίωνι· τοῦ τε γὰρ τῶν Κουριώνων γένους ἦν, καὶ τὴν γνώμην ὀξύς, εἰπεῖν τε δεινός, τῷ τε πλήθει πιθανώτατος, καὶ χρήματων ἐς πάντα ἁπλῶς ἐξ ὧν ἢ αὐτός τι πλεονεκτήσειν ἢ καὶ ἑτέρῳ διαπράξειν ἤλπιζεν ἀφειδέστατος.καὶ αὐτὸν πολλὰ μὲν ἐπελπίσας, πάντων δὲ τῶν ὀφειλημάτων, συχνῶν διὰ τὸ πολλὰ δαπανᾶσθαι ὄντων, ἀπαλλάξας ἀνηρτήσατο. πρὸς γὰρ τὴν παροῦσαν ὧν ἔπραττε σπουδὴν οὔτε ἀργυρίου, ἅτε καὶ ἐξ αὐτῶν ἐκείνων ἀργυρολογῶν, ἐφείδετο, καὶ προσυπισχνεῖτό τισι παμπληθῆ ὧν οὐδὲ πολλοστὸνμέρος δώσειν ἔμελλε. καὶ οὐ μόνον γε τοὺς ἐλευθέρους ἀλλὰ καὶ τοὺς δούλους τούς τι καὶ ὁπωσοῦν παρὰ τοῖς δεσπόταις σφῶν δυναμένους ἐθεράπευσε· καὶ συχνοὶ αὐτῷ καὶ ἐκ τούτου καὶ τῶν ἱππέων καὶ τῶν βουλευτῶν ὑπῆρξαν.ὁ δʼ οὖν Κουρίων ἐφρόνησε μὲν τὰ τοῦ Καίσαρος, οὐ μέντοι καὶ παραχρῆμα φανερῶς αὐτὰ πράττειν ἤρξατο· πρόφασίν τε γὰρ εὐπρεπῆ τοῦ μὴ καὶ ἑκὼν ἀλλὰ ἀναγκασθεὶς δὴ μεθεστηκέναι δόξαι ἐζήτει, καὶ ἐνόμισεν, ὅσῳ ἂν ἐπὶ πλεῖον τοῖς ἐχθροῖς αὐτοῦ ὡς καὶ φίλος σφῶν συγγένηται, καὶ πλείω καὶ μείζω τῶν ἀπορρήτων αὐτῶν μαθήσεσθαι.διʼ οὖν ταῦτα ἐπὶ μακρότατόν τε ἐπεκρύψατο, καὶ ὅπως μηδένα τρόπον ὑποπτευθῇ μεταβεβλῆσθαί τε καὶ οὐκ ἀνὰ πρώτους καὶ πάντα τὰ ἐναντία τῷ Καίσαρι καὶ τότε ἔτι καὶ φρονεῖν καὶ λέγειν, καὶ ἐδημηγόρει κατʼ αὐτοῦ ἀφʼ οὗ γε καὶ δημαρχεῖν ἤρξατο, καὶ ἐσηγεῖτοπολλὰ καὶ ἄτοπα. καί τινα καὶ ἐπὶ τῇ βουλῇ τοῖς τε δυνατωτάτοις σφῶν, οἵπερ που καὶ τὰ τοῦ Πομπηίου μάλιστʼ ἔπραττον, ἔγραφεν, οὐχ ὅτι καὶ ἤθελεν ἢ καὶ ἤλπιζέ τι αὐτῶν γενήσεσθαι, ἀλλʼ ἵνα μὴ προσδεχομένων μήτε κατὰ τοῦ Καίσαρός τι ψηφισθείη (πολλὰ γὰρ ἐπʼ αὐτῷ ὑπὸ πολλῶν ἐγράφετὀ καὶ αὐτὸς ἐπὶ τῇ προφάσει ταύτῃμετασταίη. συχνὸν οὖν ἐκ τούτου χρόνον ἄλλοτε ἄλλαις σκήψεσιν, ὥστε μηδὲν αὐτῶν τὸ παράπαν κυρωθῆναι, κατατρίψας ἀγανακτεῖν τε προσεποιεῖτο, καὶ ἠξίου μῆνα ἄλλον πρὸς τὰς ὑπʼ αὐτῶν δὴ νομοθεσίας ἐπεμβληθῆναι. τοῦτο δὲ ἐγίγνετο μὲν ὁσάκις γε καὶ καθῆκον ἦν, οὐ μέντοι καὶ κατʼ ἐκεῖνο συνέβαινεν, ὥσπερ που καὶ αὐτὸςἅτε ποντίφιξ ὢν ἠπίστατο. ὅμως δʼ οὖν δεῖν τε αὐτὸ γενέσθαι ἔλεγε, καὶ τοὺς συνιερέας ὅσον ἀπὸ βοῆς ἐξεβιάζετο· καὶ τέλος μὴ δυνηθεὶς αὐτοὺς πεῖσαι συγκαταθέσθαι οἱ, ὥσπερ οὐδὲ ἐβούλετο, οὐδʼ ἄλλο τι διὰ τοῦτο ψηφισθῆναι ἐπέτρεψεν, ἀλλὰ καὶ ἐκ τοῦ φανεροῦ ἤδη τὰ τοῦ Καίσαρος