ἤθελον, ἠγανάκτουν. παραλαβόντες δὲ αὐτοὺς οὕτως ἔχοντας ὅ τε Ῥοῦφος καὶ Τίτος Μουνάτιος Πλάγκος προσπαρώξυναν· δημαρχοῦντες γὰρ ἔς τε τὴν ἀγορὰν τὸν νεκρὸν ὑπὸ τὴν ἕω ἐσεκόμισαν καὶ ἐπὶ τὸ βῆμα ἐπέθεσαν πᾶσί τε ἐπεδείκνυσαν,καὶ ἐπέλεγον οἷα εἰκὸς ἦν ὀδυρόμενοι, ὥστε τὸν ὅμιλον καὶ ἐξ ὧν ἑώρων καὶ ἐξ ὧν ἤκουον συνταραχθῆναι, καὶ μήτε τοῦ ὁσίου μήτε τοῦ θείου ἔτι φροντίσαι, ἀλλὰ πάντα μὲν τὰ περὶ τὰς ταφὰς νόμιμα συγχέαι, πᾶσαν δὲ ὀλίγου τὴν πόλιν καταπρῆσαι. τὸ γὰρ σῶμα τοῦ Κλωδίου ἀράμενοι ἔς τε τὸ βουλευτήριον ἐσήνεγκαν, καὶ εὐθέτησαν, καὶ μετὰ τοῦτο πυρὰν ἐκ τῶν βάθρων συννήσαντεςἔκαυσαν καὶ ἐκεῖνο καὶ τὸ συνέδριον. οὕτω τε οὐχ ὁρμῇ τινι, οἵα που τοὺς ὄχλους ἐξαπιναία καταλαμβάνει, ἀλλὰ ἐκ προαιρέσεως αὐτὸ ἔπραξαν ὥστε καὶ τὴν ἐνάτην τὸ περίδειπνον ἐν αὐτῇ τῇ ἀγορᾷ, τυφομένου ἔτι τοῦ βουλευτηρίου, ποιῆσαι, καὶ προσέτι καὶ τὴν οἰκίαν τὴν τοῦ Μίλωνοςκαταφλέξαι ἐπιχειρῆσαι. ἐκείνη μὲν οὖν πολλῶν αὐτῇ ἀμυνάντων οὐκ ἐκαύθη· ὁ δὲ δὴ Μίλων τέως μὲν περίφοβος ἐπὶ τῷ φόνῳ ὢν ἐκρύπτετο, οὐχ ὑπὸ ἰδιωτῶν μόνον ἀλλὰ καὶ ἱππέων βουλευτῶν τέ τινων φρουρούμενος· ἐπεὶ δὲ τοῦτό τε ἐγένετο καὶ τὴν ὀργὴν τῆς γερουσίας ἐς τὸ τῶν ἀντιστασιωτῶνμίασμα περιχωρήσειν ἤλπισεν (εὐθὺς γοῦν τῆς δείλης ἐς τὸ Παλάτιον διʼ αὐτὸ τοῦτο συλλεγέντες τόν τε μεσοβασιλέα προχειρισθῆναι, καὶ τῆς φυλακῆς τῆς πόλεως καὶ ἐκεῖνον καὶ τοὺς δημάρχους καὶ προσέτι καὶ τὸν Πομπήιον ἐπιμεληθῆναι ὥστε μηδὲν ἀπʼ αὐτῆς ἀποτριβῆναι, ἐψηφίσαντὀ, προῄει τε ἐς τὸ μέσον καὶ τῆς ἀρχῆς ὁμοίως ἢ καὶ μᾶλλον ἀντεποιεῖτο.μάχαι τε οὖν ἐκ τούτου πολλαὶ καὶ σφαγαὶ αὖθις ἐγίγνοντο, ὥστε τὴν βουλὴν τά τε προειρημένα ἐπικυρῶσαι, καὶ τὸν Πομπήιον μεταπέμψασθαι, καταλόγους τε αὐτῷ καινοὺς ποιήσασθαιἐπιτρέψαι, καὶ τὰ ἐσθήματα ἀλλάξασθαι. ἐλθόντος τε αὐτοῦ οὐ πολλῷ ὕστερον ἔξω τε τοῦ πωμηρίου πρὸς τῷ θεάτρῳ αὐτοῦ σὺν φρουρᾷ ἠθροίσθησαν καὶ τὰ τοῦ Κλωδίου ὀστᾶ ἀνελέσθαι ἔγνωσαν, τό τε βουλευτήριον τῷ Φαύστῳ τῷ τοῦ Σύλλου υἱεῖ ἀνοικοδομῆσαι προσέταξαν.ἦν μὲν γὰρ τὸ Ὁστίλιον, μετεσκεύαστο δὲ ὑπὸ τοῦ Σύλλου· διὸ τοῦτό τε περὶ αὐτοῦ ἔδοξε, καὶ ὅπως ἐξοικοδομηθὲν τὸ ἐκείνου ὄνομα ἀπολάβῃ. μετεώρου δὲ τῆς πόλεως οὔσης ἐπὶ τοῖς ἄρξουσί σφων, καὶ διαθροούντων τῶν μὲν ὡς δικτάτορα τὸν Πομπήιον, τῶν δὲ ὡς ὕπατον τὸν Καίσαρααἱρεθῆναι δεῖ (οὕτω γάρ που ἐκ προαιρέσεως ἐπὶ τοῖς κατειργασμένοις αὐτὸν ἐτίμων ὥστε καὶ ἑξήκονθʼ ἡμέρας θῦσαι ἐπʼ αὐτοῖς ψηφίσασθαἰ, φοβηθέντες ἑκάτερον οἵ τε ἄλλοι βουλευταὶ καὶ Βίβουλος, ὅσπερ που τὴν γνώμην πρῶτος ἐρωτηθεὶς ποιήσεσθαι ἔμελλε, προκατέλαβον τὴν τοῦ πλήθους ὁρμήν, τῷ Πομπηίῳ τὴν ὑπατείαν, ὥστε μὴ δικτάτορα αὐτὸν λεχθῆναι, καὶ μόνῳ γε, ἵνα μὴ ὁΚαῖσαρ αὐτῷ συνάρξῃ, δόντες. ξένον μὲν δὴ τοῦτο καὶ ἐπὶ μηδενὸς ἄλλου γενόμενον ἔπραξαν, καίτοι ὀρθῶς αὐτὸ πεποιηκέναι ἔδοξαν· ἐπειδὴ γὰρ ἧττον τοῦ Καίσαρος τῷ ὁμίλῳ προσέκειτο, ἀπορρήξειν τε αὐτὸν ἀπʼ ἐκείνου παντάπασι καὶ σφετεριεῖσθαι ἤλπισαν. καὶ ἔσχεν οὕτως· τῷ τε γὰρ καινῷ καὶ τῷ παραδόξῳ τῆς τιμῆς ἐπαρθεὶς οὐκέτʼ οὐδὲν ἐς τὴν τῶν πολλῶν χάριν ἐβούλευσεν, ἀλλʼ ἀκριβῶς πάντα τὰ τῇ βουλῇ ἀρέσκοντα ἔπραξεν.οὐ μέντοι καὶ μόνος ἄρξαι ἠθέλησεν· τὴν γὰρ εὔκλειαν ἐν τῷ δεδόχθαι τοῦτʼ ἔχων, τὸν φθόνον τὸν ἐπʼ αὐτῇ ἐξέκλινε. καὶ φοβηθεὶς μήποτε κενῆς τῆς χώρας οὔσης ὁ Καῖσαρ ἔκ τε τῆς τῶν δυνάμεων καὶ ἐκ τῆς τοῦ πλήθους σπουδῆς συνάρχωναὐτῷ δοθῇ, ἐκείνῳ μέν, ἵνα μὴ καὶ παντελῶς παρημελῆσθαι νομίσῃ κἀκ τούτου τινὰ ὀργὴν δικαίαν ποιήσηται, παρεσκεύασε διὰ τῶν δημάρχων ἐπιτραπῆναι καὶ ἀπόντι τὴν ἀρχήν, ὅταν ἐκ τῶν νόμων καθήκῃ, αἰτῆσαι, αὐτὸς δὲ Κύιντον Σκιπίωνα πενθερόν τέ οἱ ὄντα καὶ δεκασμοῦ αἰτίανἔχοντα προσείλετο. οὗτος γὰρ γόνῳ μὲν υἱὸς τοῦ Νασικοῦ ὤν, ἐκ δὲ δὴ κλήρου διαδοχῆς ἐς τὸ τοῦ Μετέλλου τοῦ Εὐσεβοῦς γένος ποιηθεὶς καὶ διὰ τοῦτο καὶ τὴν ἐπίκλησιν αὐτοῦ φέρων, τήν τε θυγατέρα τῷ Πομπηίῳ ἐξέδωκε, καὶ παρʼ αὐτοῦ τήν τε ὑπατείαν καὶ τὸ μὴ κατηγορηθῆναι ἀντέλαβε.πάνυ γὰρ πολλοὶ ἐπὶ τῷ ἐγκλήματι τούτῳ εὐθύνθησαν, καὶ μάλισθʼ ὅτι τὰ δικαστήρια ἀκριβέστερον ἐκ τῶν τοῦ Πομπηίου νόμων συνήγετο. πάντας τε γὰρ τοὺς ἄνδρας ἐξ ὧν τοὺς δικάσοντας ἀποκληροῦσθαι ἔδει αὐτὸς ἐπελέγετο, καὶ τὸν τῶν συναγορευσόντων ἑκατέρῳ τῷ μέρει ἀριθμὸν ὥρισεν, ὥστε μὴ ὑπὸ τοῦ πλήθους αὐτῶν τοὺςδικαστὰς θορυβουμένους ἐκταράττεσθαι. χρόνον τε τῷ μὲν διώκοντι δύο ὥρας, τῷ δὲ φεύγοντι τρεῖς δίδοσθαι ἐκέλευσε. καὶ ὃ δὴ μάλιστα πλείστοις ἐλυμαίνετο, τό τινας ἐπαινέτας ὑπὸ τῶν κρινομένων δίδοσθαι (πάμπολλοι γὰρ ὑπὸ τῶν ἀξιοπίστων ἐπαινούμενοι ἐξηρπάζοντὀ, ἐπηνώρθωσε, νομοθετήσας μηδένα ἔτι τὸ παράπαν ἐπαινέτηντοῖς τοιούτοις γίγνεσθαι. καὶ ταῦτα μὲν ἄλλα τέ τινα κατὰ πάντων ὁμοίως τῶν δικαστηρίων ἐτάχθη, τοῖς δὲ δὴ περὶ τὰς ἀρχὰς δεκάζουσι καὶ τοὺς προεαλωκότας ἐπὶ τοιούτῳ τινὶ κατηγόρους ἐπέστησεν, ἆθλόν σφισιν οὐκ ἐλάχιστον προθείς·