πρὶν δὲ τοῦτο γενέσθαι, καταφρονήσας ὁ Οὐερκιγγετόριξ τοῦ Καίσαρος ἐξ ὧν ἐπταίκει ἐπʼ Ἀλλόβριγας ἐστράτευσε. κἀν τούτῳ ὁρμήσαντα αὐτὸν ὡς καὶ βοηθήσοντά σφισιν, ἀπέλαβεν ἐν Σηκουανοῖςγενόμενον καὶ ἐνεκυκλώσατο, οὐ μέντοι κακόν τι εἰργάσατο, ἀλλὰ καὶ πᾶν τοὐναντίον τούς τε Ῥωμαίους ἠνάγκασεν ἀγαθοὺς εἶναι ἀπογνώσει τῆς σωτηρίας, καὶ αὐτὸς ὑπό τε τοῦ πλήθους καὶ ὑπὸ τοῦ θράσους ἔπταισε, καί τι καὶ ὑπὸ τῶν Κελτῶντῶν τοῖς Ῥωμαίοις συμμαχούντων ἐσφάλη· ταῖς τε γὰρ ὁρμαῖς ἄπληστοι ὄντες καὶ τοῖς σώμασι τὴν τόλμαν προσεπισχυρίσαντες διέρρηξαν τὴν περίσχεσιν. εὑρὼν δὲ δὴ τὸ εὕρημα τοῦτο ὁ Καῖσαρ οὐκ ἀνῆκεν, ἀλλʼ ἐς Ἀλεσίαν τοὺς διαφυγόντας αὐτῶν κατακλείσας ἐπολιόρκει.κἀν τούτῳ ὁ Οὐερκιγγετόριξ τὸ μὲν πρῶτον τοὺς ἱππέας, πρὶν παντελῶς ἀποτειχισθῆναι, ἐξέπεμψε, τῆς τε τροφῆς τῶν ἵππων ἕνεκα (οὐ γὰρ ἦνʼ καὶ ὅπως ἐς τὰς πατρίδας ἕκαστοί σφων κομισθέντες τά τε ἐπιτήδεια καὶ ἐπικουρίαν αὐτῷἀγάγωσιν. ἐπεὶ δʼ οὗτοί τε ἐχρόνιζον καὶ τὰ σιτία σφᾶς ἐπιλείπειν ἤρξατο, τούς τε παῖδας καὶ τὰς γυναῖκας καὶ τῶν ἄλλων τοὺς ἀχρειοτάτους ἐξέβαλεν, ἐλπίσας μάτην ὅτι ἢ καὶ ἐκεῖνοι πρὸς τῶν Ῥωμαίων τῆς λείας ἕνεκα σωθήσονται, ἢ οἵ γε λοιποὶ ταῖς τροφαῖς αὐτῶν ἐπὶ πλεῖον χρησάμενοιπεριγενήσονται. ὁ γὰρ Καῖσαρ ἄλλως μὲν οὐδʼ αὐτὸς τῶν ἐπιτηδείων, ὥστε καὶ ἑτέρους τρέφειν, εὐπόρει· τοῖς δʼ οὖν πολεμίοις ἰσχυροτέραν τὴν σιτοδείαν ἐπανελθόντων αὐτῶν, ἐλπίδι τοῦ πάντως σφᾶς καταδεχθήσεσθαι, ποιήσειν νομίσας πάνταςαὐτοὺς ἀπεώσατο. καὶ οἱ μὲν οὕτως ἐν τῷ μέσῳ τῆς πόλεως καὶ τοῦ στρατοπέδου, μηδετέρων σφᾶς δεχομένων, οἰκτρότατα ἀπώλοντο· ἡ δὲ ἐπικουρία τῶν τε ἱππέων καὶ τῶν ἄλλων τῶν ὑπʼ αὐτῶν ἀχθέντων ἐπῆλθε μὲν οὐκ ἐς μακρὰν τοῖς βαρβάροις, ἱππομαχίᾳ δὲ δὴ τῶν Ῥωμαίων τῇ βοηθείᾳ.καὶ μετὰ τοῦτο πειράσαντες νυκτὸς διὰ τῶν περιτειχισμάτων ἐς τὴν πόλιν ἐσελθεῖν ἰσχυρῶς ἐπόνησαν· τάφρους τε γὰρ οἱ Ῥωμαῖοι κρυπτὰς ἐν τοῖς ἱππασίμοις ἐπεποιήκεσαν καὶ σκόλοπας ἐς αὐτὰς ἐνεπεπήχεσαν, πάντα ἐπιπολῆς τῷ ἄλλῳ τῷ πέριξ χωρίῳ ὁμοιώσαντες,ὥστε καὶ τοὺς ἄνδρας καὶ τοὺς ἵππους ὅτι μάλιστα ἀπερισκέπτως ἐς αὐτὰ ἐμπεσόντας σφαλῆναι. οὐ μέντοι καὶ ἐνέδοσαν πρὶν ἐκ παρατάξεως αὖθις πρὸς αὐτοῖς τοῖς τειχίσμασιν αὐτοί τε ἅμα καὶ οἱ ἐκ τῆς πόλεως ἐπεξελθόντες πταῖσαι.ὁ δʼ οὖν Οὐερκιγγετόριξ ἠδυνήθη μὲν ἐκφυγεῖν (οὔτε γὰρ ἑάλω καὶ ἄτρωτος ἦνʼ, ἐλπίσας δʼ, ὅτι ἐν φιλίᾳ ποτὲ τῷ Καίσαρι ἐγεγόνει, συγγνώμης παρʼ αὐτοῦ τεύξεσθαι, ἦλθε πρὸς αὐτὸν μὴ ἐπικηρυκευσάμενος, καὶ καθημένῳ οἱ ἐπὶ βήματος ἐξαίφνης ὤφθη, ὥστε καὶ ταραχθῆναί τινας· ἄλλως τε γὰρ περιμήκης ἦν καὶ ἐν τοῖς ὅπλοις δεινῶςἐνέπρεπεν· ἡσυχίας δʼ οὖν γενομένης εἶπε μὲν οὐδέν, πεσὼν δὲ ἐς γόνυ τώ τε χεῖρε πιέσας ἐδεῖτο. ταῦτα τοῖς μὲν ἄλλοις οἶκτον τῇ τε τῆς προτέρας αὐτοῦ τύχης ἀναμνήσει καὶ τῷ τῆς παρούσης ὄψεως περιπαθεῖ ἐνέβαλεν· ὁ δὲ δὴ Καῖσαρ αὐτό τε αὐτῷ τοῦτο, διʼ ὃ μάλιστα σωθήσεσθαι προσεδόκησεν,ἐπεκάλεσε (τῆς γὰρ φιλίας τὴν ἀντίταξιν ἀντιθεὶς χαλεπωτέραν τὴν ἀδικίαν αὐτοῦ ἀπέφηνἐ, καὶ διὰ τοῦτο οὔτε ἐν τῷ παραχρῆμα αὐτὸν ἠλέησεν ἀλλʼ εὐθὺς ἐν δεσμοῖς ἔδησε, καὶ ἐς τὰ ἐπινίκια μετὰ τοῦτο πέμψας ἀπέκτεινε.τοῦτο μὲν οὖν ὕστερον ἐγένετο, τότε δὲ τοὺς μὲν ὁμολογίᾳ τῶν λοιπῶν προσέθετο, τοὺς δὲ καὶ μάχῃ κρατήσας ἐδουλώσατο. οἵ τε γὰρ Βελγικοὶ οἱ πλησιόχωροι, Κόμμιόν τινα Ἀτρέβαν προστησάμενοί σφων, ἐπὶ πλεῖστον ἀντέσχον, καὶ δύο τε ἱππομαχίαις ἀγχώμαλά πῃ ἠγωνίσαντο, καὶ τρίτῃ πεζομαχίᾳ ἰσοπαλεῖ τὸ πρῶτον συνενεχθέντες ἔπειτα ὑπὸ τοῦ ἱππικοῦ κατὰ νώτου σφίσιν ἀνελπίστως προσπεσόντος ἐτράπησαν.κἀκ τούτου τό τε στρατόπεδον τῆς νυκτὸς οἱ περιλιπεῖς ἐξέλιπον, καὶ διελθόντες ὕλην τινὰ ἐκείνην τε ἐνέπρησαν καὶ τὰς ἁμάξας μόνας ὑπελίποντο, ὅπως τῶν πολεμίων διά τε ταύτας καὶ διὰ τὸ πῦρ χρονισάντων φθάσωσιν ἐς τὸ ἀσφαλὲς ἀποχωρήσαντες.οὐ μέντοι καὶ ἐπιτυχεῖς τῆς ἐλπίδος ἐγένοντο· οἱ γὰρ Ῥωμαῖοι ὡς τάχιστα τῆς φυγῆς αὐτῶν ᾔσθοντο, ἐπεδίωξάν σφας, καὶ ἐντυχόντες τῷ πυρὶ τὰ μὲν κατέσβεσαν τὰ δὲ καὶ διέκοψαν, καὶ τινες καὶ διὰ μέσης τῆς φλογὸς δραμόντες κατέλαβον αὐτοὺς ἀπροσδόκητοι καὶ παμπληθεῖςἐφόνευσαν. ἐκ δὲ τούτου τῶν μὲν ἄλλων τινὲς ὡμολόγησαν, ὁ δὲ Ἀτρέβας διαφυγὼν οὐδʼ ὣς ἡσύχασεν, ἀλλὰ καὶ τὸν Λαβιῆνον ἐπεχείρησενἐνεδρεῦσαί ποτε. ἡττηθεὶς δὲ τῇ μάχῃ ἀνεπείσθη μὲν ἐς λόγους αὐτῷ ἐλθεῖν, πρὶν δὲ ἢ ὁτιοῦν συμβῆναι τρωθεὶς ὑπό τινος τῶν Ῥωμαίων ἀπιστίᾳ τοῦ μὴ ἂν ἀκριβῶς εἰρηνῆσαι διέφυγε, καὶ χαλεπὸς αὖθις αὐτοῖς ἐγένετο, μέχρις οὗ ἀπογνοὺς τὰ πράγματα τοῖς μὲν ἄλλοις τοῖς συνοῦσίν οἱ ἀκέραιον τὴν ἄδειαν ἐπὶ πᾶσι τοῖς σφετέροις ἔπραξεν, αὐτὸς δὲ ἑαυτῷ τὸ μηδέποτε, ὥς γέ τινές φασιν,ἐς ὄψιν μηδενὸς Ῥωμαίου ἐλθεῖν. ἐκεῖνοί τε οὖν οὕτω κατελύσαντο, καὶ οἱ λοιποὶ μετὰ τοῦτο, οἱ μὲν ἑκούσιοι οἱ δὲ καὶ καταπολεμηθέντες, ἐχειρώθησαν, καὶ αὐτοὺς ὁ Καῖσαρ καὶ φρουραῖς καὶ δικαιώσεσι χρημάτων τε ἐσπράξεσι καὶ φόρων ἐπιτάξεσι τοὺς μὲν ἐταπείνωσε τοὺς δὲ ἡμέρωσε.