ἅμα δὲ οὗτος ἀνεκεχωρήκει καὶ ὁ Βίβουλος ἄρξων τῆς Συρίας ἀφίκετο, καίπερ ἐψηφισμένου μηδένα μήτε στρατηγὸν μήθʼ ὕπατον μήτε εὐθὺς μήτε πρὸ πέμπτου ἔτους ἐς τὰς ἔξω ἡγεμονίας ἐξιέναι, ἵνα μὴ διὰ τοῦτο σπουδαρχοῦντες στασιάζωσι.καὶ αὐτὸς μὲν ἐν ἡσυχίᾳ τὸ ὑπήκοον διήγαγε, τοὺς δὲ δὴ Πάρθους ἐπʼ ἀλλήλους ἔτρεψε· Ὀρνοδαπάτην γάρ τινα σατράπην ἀχθόμενον τῷ Ὀρώδῃ προσποιησάμενος, ἀνέπεισε διʼ ἀγγέλων τόν τε Πάκορον βασιλέα στήσασθαι καὶ ἐπʼ ἐκεῖνον μετʼ αὐτοῦ στρατεῦσαι.ὁ μὲν οὖν πόλεμος οὗτος, ὅ τε τῶν Ῥωμαίων καὶ ὁ τῶν Πάρθων, τετάρτῳ ἔτει ἀφʼ οὗ ἤρξατο, ἐπί τε Μάρκου Μαρκέλλου καὶ ἐπὶ ΣουλπικίουῬούφου ὑπάτων, ἐπαύσατο· ἐν δὲ τῷ αὐτῷ ἐκείνῳ χρόνῳ καὶ ὁ Καῖσαρ τὰ ἐν τῇ Γαλατίᾳ ταραχθέντα αὖθις μάχαις κατέλαβε, πολλὰ πάνυ τὰ μὲν αὐτὸς τὰ δὲ καὶ διὰ τῶν ὑποστρατήγων πράξας,ὧν ἐγὼ τὰ ἀξιολογώτατα διηγήσομαι μόνα. ὁ γὰρ Ἀμβιόριξ τοὺς Τρηουήρους χαλεπῶς ἔτι καὶ τότε τῷ τοῦ Ἰνδουτιομάρου θανάτῳ ἔχοντας παραλαβὼν τά τε αὐτόθεν ἐπὶ πλεῖον συνέστησε, καὶ παρὰ τῶν Κελτῶν μισθοφορικὸν μετεπέμψατο.βουληθεὶς οὖν ὁ Λαβιῆνος, πρὶν ἐκείνους ἐπελθεῖν, συμμῖξαί σφισι, προενέβαλεν ἐς τὴν τῶν Τρηουήρων χώραν. καὶ ἐπειδὴ μὴ ἠμύνοντο τὴν ἐπικουρίαν ἀναμένοντες, ἀλλὰ ποταμόν τινα διὰ μέσου ποιησάμενοι ἡσύχαζον, συνεκάλεσε τοὺς στρατιώτας, καὶ ἐδημηγόρησε τοιάδε ἀφʼ ὧν τούς τε σφετέρους καταπλήξειν καὶ ἐκείνους ἔμελλε,χρῆναί τέ σφας ἔλεγε, πρὶν τοὺς Κελτοὺς αὐτοῖς ἐπαμῦναι, πρός τε τὸν Καίσαρα καὶ ἐς τὸ ἀσφαλὲς ἀποχωρῆσαι, ἐσήμηνέ τε εὐθὺς συσκευάσασθαι. καὶ ἐξανέστη οὐ πολλῷ ὕστερον, προσδοκήσαςἔσεσθαι τοῦτο ὃ καὶ ἐγένετο. οἱ γὰρ βάρβαροι ἀκούσαντες ταῦτα (ἦν γὰρ αὐτοῖς ἐπιμελές, καὶ δι’ αὐτό γε τοῦτο καὶ φανερῶς ἐλέχθἠ δεδιέναι τε αὐτὸν ὄντως καὶ φυγὴν ὡς ἀληθῶς ποιεῖσθαι ἐπίστευσαν, καὶ τὸν ποταμὸν σπουδῇ διαβάντες θυμῷ ἐπʼ αὐτοὺς ἐχώρουν, ὡς τάχους ἕκαστος εἶχε.καὶ οὕτως ὁ Λαβιῆνος ὑπέστη τέ σφας ἐσκεδασμένους, καὶ τοὺς πρώτους ἐκπλήξας ῥᾳδίως καὶ τοὺς λοιποὺς διʼ αὐτῶν ἐκείνων ἐτρέψατο. κἀκ τούτου φευγόντων τέ σφων τεταραγμένως καὶ ἀλλήλοις ἐμπιπτόντων καὶ πρὸς τὸν ποταμὸν ὠθουμένων πολλοὺς ἀπέκτεινε.διαφυγόντων τε καὶ ὣς συχνῶν, ὁ Καῖσαρ τῶν μὲν ἄλλων οὐδένα λόγον ἐποιεῖτο, τὸν δὲ Ἀμβιόριγα διαδιδράσκοντα ἄλλοτε ἄλλῃ καὶ πολλὰ κακουργοῦντα καὶ ζητῶν καὶ διώκων πράγματα ἔσχε. καὶ ἐκεῖνον μὲν οὐδένα τρόπον λαβεῖν ἠδυνήθη, ἐπὶ δὲ δὴ τοὺς Κελτοὺς ὡς καὶ τοῖς Τρηουήροις βοηθῆσαι ἐθελήσαντας ἐστράτευσε.καὶ ἔπραξε μὲν οὐδὲ τότε οὐδέν, ἀλλὰ καὶ διὰ ταχέων φόβῳ τῶν Σουήβων ἐπανεχώρησεν, ἔδοξε δʼ οὖν αὖθις τὸν Ῥῆνον διαβεβηκέναι, καὶ τῆς τε γεφύρας μόνα τὰ προσεχῆ τοῖς βαρβάροις ἔλυσε, καὶ φρούριον ἐπʼ αὐτῆς ὡς καὶ ἀεὶ διαβησείωνᾠκοδόμησε. καὶ μετὰ τοῦτο ὀργῇ τὴν τοῦ Ἀμβιόριγος διάφευξιν φέρων, τὴν πατρίδα αὐτοῦ καίτοι μηδὲν νεωτερίσασαν διαρπάσαι τοῖς βουλομένοις ἐπέτρεψε, προεπαγγείλας σφίσιν αὐτὸ τοῦθʼ, ὅπως ὅτι πλεῖστοι συνέλθωσιν· ὅθενπερ πολλοὶ μὲν Γαλάται πολλοὶ δὲ καὶ Σύγαμβροιπρὸς τὰς ἁρπαγὰς ἦλθον. οὐ μέντοι καὶ ἀπέχρησε τοῖς Συγάμβροις τὰ ἐκείνων λῄσασθαι, ἀλλὰ καὶ αὐτοῖς τοῖς Ῥωμαίοις ἐπέθεντο· τηρήσαντες γάρ σφας πρὸς σίτου κομιδὴν ἀπιόντας ἐπεχείρησαν τῷ στρατοπέδῳ αὐτῶν, κἀν τούτῳ προσβοηθησάντων σφῶν, ἐπείπερ ᾔσθοντο, συχνοὺς ἐφόνευσαν.καὶ οἱ μὲν φοβηθέντες διὰ τοῦτο τὸν Καίσαρα οἴκαδε σπουδῇ ἀνεχώρησαν· ἐκεῖνος δὲ τούτων μὲν οὐδενός, διά τε τὸν χειμῶνα καὶ διὰ τὸ τὰ ἐν τῇ Ῥώμῃ στασιάζεσθαι, οὐδεμίαν τιμωρίαν ἐποιήσατο, τοὺς δὲ δὴ στρατιώτας πρὸς τὰ χειμάδια διαπέμψας αὐτός τε ἐς τὴν Ἰταλίαν, πρόφασιν μὲν τῆς ἐκεῖ Γαλατίας ἕνεκα, τὸ δʼ ἀληθὲς ὅπως ἐγγύθεν τοῖς ἐν τῇ πόλει δρωμένοις ἐφεδρεύῃ, ἀπῆλθεν.κἀν τούτῳ οἱ Γαλάται αὖθις ἐνεόχμωσαν. Ἀρουερνοὶ γὰρ ἡγουμένου σφῶν Οὐερκιγγετόριγος ἀπέστησαν, καὶ τούς τε Ῥωμαίους, ὅσους ἔν τε ταῖς πόλεσιν ἔν τε τῇ χώρᾳ σφῶν εὗρον, πάντας ἀπέκτειναν, καὶ ἐπὶ τὴν συμμαχίδα αὐτῶν χωρήσαντες τοὺς μὲν συναποστῆναί σφισιν ἐθελήσαντας περιεῖπον, τοὺς δὲ λοιποὺς ἐκακούργουν.μαθὼν οὖν ταῦθʼ ὁ Καῖσαρ ἀνεκομίσθη, καὶ καταλαβὼν αὐτοὺς ἐς Βιτούριγας ἐσβεβληκότας ἐκείνοις μέν (οὐ γάρ πω πάντες οἱ στρατιῶται αὐτοῦ παρῆσανʼ οὐκ ἐπήμυνεν, ἐς δὲ δὴ τὴν Ἀρουερνίδα ἀντεμβαλὼν ἐπανήγαγεν οἴκαδε τοὺς πολεμίους καὶ (οὐ γὰρ ἐδόκει πω ἀξιόμαχος αὐτοῖς εἶναι)προαπεχώρησεν. αὖθις οὖν ἐκεῖνοι πρός τε τοὺς Βιτούριγας ἐπανῆλθον, καὶ πόλιν αὐτῶν Ἀουαρικὸν ἑλόντες ἐπὶ πλεῖστον ἐν αὐτῇ ἀντέσχον. ὕστερον δὲ ὑπὸ τῶν Ῥωμαίων πολιορκούμενοι — τό τε γὰρ τεῖχος δυσπρόσιτον ἦν, τῇ μὲν ἑλῶν δυσδιαβάτων τῇ δὲ ποταμοῦ ῥοώδους αὐτὸ περιέχοντος, καὶ αὐτοὶ παμπληθεῖς ὄντες τάς τε προσβολάς σφων ῥᾳδίως ἀπεκρούοντο, καὶ ἐπεξιόντεςπολλὰ αὐτοὺς ἐλύπουν. καὶ τέλος τά τε πέριξ πάντα, οὐχ ὅπως ἀγροὺς ἢ κώμας, ἀλλὰ καὶ πόλεις ἀφʼ ὧν ὠφελίαν τινὰ ἔσεσθαί σφισι προσεδόκων, κατέφλεξαν, εἴ τέ τι παρὰ τῶν πόρρωθεν συμμάχων ἐκομίζετο αὐτοῖς, ἥρπαζον, ὥστε πολιορκεῖν τὴν πόλιν τοὺς Ῥωμαίους δοκοῦντας