ἀνέφερονʼ κατὰ χώραν ἔμειναν. καὶ ἐκείνων τε οἱ μὲν ἀπέθανον ἐκ τῶν τραυμάτων ἢ καὶ ἑαυτοὺς καταχρησάμενοι, οἱ δὲ ἑάλωσαν τῇ ὑστεραίᾳ· καὶ τῶν διαδεδρακότων συχνοὶ μὲν ἐν τῇ ὁδῷ προλιπόντων σφᾶς τῶν σωμάτων, συχνοὶ δὲ καὶ μετὰ τοῦτʼ ἐφθάρησαν, θεραπείας παραχρῆμαἀκριβοῦς μὴ δυνηθέντες τυχεῖν. ὁ γὰρ Κράσσος ἀθυμήσας οὐδὲ ἐν τῇ πόλει ἀσφαλῶς ἔθʼ ὑπομεῖναι δυνήσεσθαι ἐνόμισεν, ἀλλὰ δρασμὸν εὐθὺς ἐβουλεύσατο. καὶ ἐπειδὴ οὐχ οἷόν τε ἦν αὐτῷ μεθʼ ἡμέραν ἐξιόντι μὴ οὐ καταφώρῳ γενέσθαι, ἐπεχείρησε μὲν νυκτὸς ἀποδρᾶναι, προδοθεὶς δὲ ὑπὸ τῆς σελήνης, πανσελήνου οὔσης, οὐκ ἔλαθεν.προσέμεινάν τε οὖν μέχρι τῶν ἀσελήνων νυκτῶν, καὶ οὕτως ἄραντες δή, οἷα ἐν σκότῳ καὶ ἐν ἀλλοτρίᾳ καὶ προσέτι καὶ πολεμίᾳ γῇ φόβῳ τε ἰσχυρῷ, ἐσκεδάσθησαν, καὶ αὐτῶν οἱ μὲν ἁλόντες ἡμέρας γενομένης ἀπώλοντο, οἱ δὲ ἐς τὴν Συρίαν μετὰ Κασσίου Λογγίνου τοῦ ταμίου διεσώθησαν·ἄλλοι τῶν ὀρῶν μετʼ αὐτοῦ τοῦ Κράσσου λαβόμενοι παρεσκευάζοντο ὡς καὶ διʼ ἐκείνων ἐς τὴν Ἀρμενίαν φευξόμενοι.γνοὺς δὲ τοῦτο ὁ Σουρήνας, καὶ φοβηθεὶς μὴ μεταστάντες ποι αὖθίς σφισι προσπολεμῶσι, προσβαλεῖν μὲν πρὸς τὰ μετέωρα ἄφιππα ὄντα οὐκ ἠθέλησεν (ὁπλῖταί τε γὰρ ὄντες καὶ ἐξ ὑπερδεξίων μαχόμενοι, καί τι καὶ ἀπονοίας ὑπʼ ἀπογνώσεως ἔχοντες, οὐ ῥᾴδιοι προσμῖξαί οἱ ἐγένοντὀ, πέμπει δὲ πρὸς αὐτοὺς ἐς σπονδὰς δῆθέν σφας προκαλούμενος, ἐφʼ ᾧ τὴν ἐντὸς τοῦ Εὐφράτουπᾶσαν ἐκλίπωσι. καὶ αὐτῷ ὁ Κράσσος οὐδὲν ἐνδοιάσας ἐπίστευσεν· ἔν τε γὰρ ἀκμῇ τοῦ δέους ὢν καὶ ὑπʼ ἐκπλήξεως τῆς τε ἰδίας ἅμα καὶ τῆς δημοσίας συμφορᾶς τεθολωμένος, καὶ προσέτι καὶ τοὺς στρατιώτας τήν τε ὁδὸν ὡς πολλὴν καὶ τραχεῖαν ὀκνοῦντας καὶ τὸν Ὀρώδην φοβουμένους ὁρῶν,οὐδὲν τῶν δεόντων προϊδέσθαι ἠδυνήθη. ἑτοίμου οὖν αὐτοῦ πρὸς τὰς σπονδὰς γενομένου ὁ Σουρήνας οὐκ ἠθέλησε διʼ ἑτέρων σπείσασθαι, ἀλλʼ ὅπως αὐτὸν μετʼ ὀλίγων ἀπολαβὼν συλλάβῃ, αὐτῷἐκείνῳ ἔφη βούλεσθαι ἐς λόγους ἐλθεῖν. κἀκ τούτου δόξαν σφίσιν ἐν τῷ μεταιχμίῳ μετʼ ἴσων ἀνδρῶν ἑκατέρωθεν συμβαλεῖν ἀλλήλοις, ὅ τε Κράσσος ἐς τὸ ὁμαλὸν ὑποκατέβη, καὶ ὁ Σουρήνας ἵππον αὐτῷ δῶρον, ἵνα δὴ θᾶσσον πρὸς αὐτὸνἀφίκηται, ἔπεμψε. καὶ οὕτω διαμέλλοντα τὸν Κράσσον, καὶ βουλευόμενον ὅ τι ποιήσῃ, συναρπάσαντες οἱ βάρβαροι βίᾳ ἐπὶ τὸν ἵππον ἀνέβαλον. κἀν τούτῳ ἀντιλαμβανομένων αὐτοῦ τῶν Ῥωμαίων ἔς τε χεῖράς σφισιν ἦλθον, καὶ τέως μὲν ἰσοπαλεῖς ἐγίγνοντο, ἔπειτα δὲ προσβοηθησάντωντινῶν αὐτοῖς ἐπεκράτησαν· οἱ γὰρ βάρβαροι ἔν τε τῷ πεδίῳ ὄντες καὶ προπαρεσκευασμένοι ἔφθησαν τοὺς ἄνω Ῥωμαίους ἀμύναντες σφίσι. καὶ οἵ τε ἄλλοι ἔπεσον καὶ ὁ Κράσσος, εἴτʼ οὖν ὑπὸ τῶν σφετέρων τινὸς ὅπως μὴ ζωγρηθῇ, εἴτε καὶ ὑπὸ τῶν πολεμίων ἐπειδὴ κακῶς ἐτέτρωτο, ἐσφάγη.καὶ ἐκείνῳ μὲν τοῦτο τὸ τέλος ἐγένετο, καὶ αὐτοῦ χρυσὸν ἐς τὸ στόμα οἱ Πάρθοι, ὥς γέ τινες λέγουσιν, ἐνέτηξαν ἐπισκώπτοντες· οὕτω γὰρ δὴ περὶ τὰ χρήματα, καίτοι πολυχρήματος ὤν, ἐσπουδάκει ὥστε καὶ ὡς πένητας οἰκτείρειν τοὺς μὴ δυναμένους στρατόπεδον ἐκ καταλόγου οἴκοθεν θρέψαι·τῶν δὲ δὴ στρατιωτῶν τὸ μὲν πλεῖον διὰ τῶν ὀρῶν ἐς τὴν φιλίαν ἀπέφυγε, τὸ δέ τι καὶ ἐς τοὺς πολεμίους ἑάλω.οἱ δὲ δὴ Πάρθοι τότε μὲν οὐ περαιτέρω τοῦ Εὐφράτου προεχώρησαν, ἀλλὰ τὴν ἐντὸς αὐτοῦ πᾶσαν ἀνεκτήσαντο· μετὰ δὲ τοῦτο καὶ ἐς τὴν Συρίαν, οὐ μέντοι καὶ ἐν πλήθει τινί, ὡς μήτε στρατηγὸν μήτε στρατιώτας ἔχουσαν, ἐνέβαλον· ἀφʼ οὗπερ Κάσσιος ῥᾳδίως αὐτούς, ἅτε μὴ πολλοὺςὄντας, ἀπεώσατο. οὗτος γὰρ ἐν μὲν ταῖς Κάρραις τῶν τε στρατιωτῶν τὴν αὐτοκράτορα αὐτῶν ἡγεμονίαν μίσει τοῦ Κράσσου διδόντων, καὶ προσέτι καὶ αὐτοῦ ἐκείνου ἐθελοντὶ διὰ τὸ τῆς συμφορᾶς μέγεθος ἐπιτρέποντος, οὐκ ἐδέξατο, τότε δὲ καὶ ἀνάγκῃ τῆς Συρίας ἔν τε τῷ παρόντι καὶμετὰ ταῦτα προέστη. οἱ γὰρ βάρβαροι οὐκ ἀπέσχοντο αὐτῆς, ἀλλὰ χειρὶ αὖθις μείζονι, Πακόρου μὲν ὀνόματι, τοῦ υἱέος τοῦ Ὀρώδου, ἔργῳ δέ (παῖς γὰρ ἔτι ἐκεῖνος ἦνʼ Ὠσάκου ἡγουμένου σφίσιν, ἐστράτευσαν, καὶ μέχρι τῆς Ἀντιοχείας ἦλθον,πᾶσαν τὴν ἐν ποσὶ χειρούμενοι. καὶ ἐλπίδα εἶχον καὶ τὰ λοιπὰ καταστρέψεσθαι, μήτε τῶν Ῥωμαίων ἀξιομάχῳ τινὶ δυνάμει παρόντων, καὶ τῶν δήμων τῇ τε ἐκείνων δεσποτείᾳ ἀχθομένων καὶ πρὸς αὐτοὺς ἅτε καὶ γείτονας καὶ συνήθεις σφίσιν ὄνταςἀποκλινόντων. ἁμαρτόντες δὲ τῆς Ἀντιοχείας (ὅ τε γὰρ Κάσσιος ἰσχυρῶς αὐτοὺς ἀπεκρούσατο, καὶ ἐκεῖνοι ἀδύνατοι πολιορκῆσαί τι ἦσανʼ ἐπʼ Ἀντιγόνιαν ἐτράποντο. καὶ ἐπειδὴ τό τε προάστειον αὐτῆς σύμφυτον ἦν, καὶ οὐκ ἐθάρσησαν, ἀλλʼοὐδὲ ἠδυνήθησαν ἐς αὐτὸ ἐσελάσαι, ἐνενόησαν μὲν τά τε δένδρα κόψαι καὶ τὸ χωρίον πᾶν ψιλῶσαι, ὅπως καὶ θαρσούντως καὶ ἀσφαλῶς τῇ πόλει προσμίξωσι, μὴ δυνηθέντες δέ (ὅ τε γὰρ πόνος πολὺς ἐγίγνετο καὶ ὁ χρόνος ἄλλως ἀναλοῦτο, ὅ τε Κάσσιος τοὺς ἀποσκεδαννυμένους σφῶν ἐλύπει) ἀπανέστησαν ὡς καὶ ἐπʼ ἄλλο τι ἐπιστρατεύσοντες.κἀν τούτῳ ὁ Κάσσιος ἔς τε τὴν ὁδὸν διʼ ἧς ἀποπορεύεσθαι ἔμελλον ἐλόχισε, κἀνταῦθα ἐπιφανείς σφισι μετʼ ὀλίγων ἔς τε δίωξιν αὐτοὺς ὑπηγάγετο, καὶ περιστοιχισάμενος ἄλλους τε καὶ τὸν Ὠσάκην ἀπέκτεινε. τελευτήσαντος δʼ ἐκείνου πᾶσαν τὴν Συρίαν ὁ Πάκορος ἐξέλιπε, καὶ οὐδʼ αὖθίς ποτε ἐς αὐτὴν ἐσέβαλεν.