αὐτόν, εἰ δʼ ἀσύμφορον, ἐπέσπερχε. καὶ δὴ καὶ τοιόνδε τι τελευτῶν ἔπραξε. τοῦ γὰρ Κράσσου πρὸς Σελεύκειαν ὁρμῆσαι διανοουμένου, ὥστε ἐκεῖσέ τε ἀσφαλῶς παρά τε τὸν Εὐφράτην καὶ δι’ αὐτοῦ τῷ τε στρατῷ καὶ τοῖς ἐπιτηδείοις κομισθῆναι, καὶ μετʼ αὐτῶν (προσποιήσεσθαι γάρ σφας ἅτε καὶ Ἕλληνας ῥᾳδίως ἤλπιζενʼ ἐπὶΚτησιφῶντα μὴ χαλεπῶς περαιωθῆναι, τούτου μὲν ὡς καὶ χρονίου ἐσομένου ἀμελῆσαι αὐτὸν ἐποίησε, τῷ δὲ δὴ Σουρήνᾳ ὡς καὶ ἐγγὺς καὶ μετʼὀλίγων ὄντι συμμῖξαι ἔπεισε. καὶ μετὰ τοῦτο παρασκευάσας τὸν μὲν ὅπως ἀπόληται τὸν δʼ ὅπως κρατήσῃ (συνεχῶς γὰρ προφάσει κατασκοπῆς τῷ Σουρήνᾳ συνεγίγνετὀ, ἐξήγαγε τοὺς Ῥωμαίους ἀφροντιστοῦντας ὡς ἐπὶ νίκην ἕτοιμον, καὶ αὐτοῖς ἐν αὐτῷ τῷ ἔργῳ συνεπέθετο.ἐπράχθη δὲ ὧδε. οἱ Πάρθοι τὸ πλεῖον τοῦ στρατοῦ σφων ἀποκρύψαντες (ἡ γὰρ χώρα ἀνώμαλός τέ πῃ ἦν καὶ δένδρα εἶχενʼ ἀπήντησαν τοῖς Ῥωμαίοις. ἰδὼν οὖν αὐτοὺς ὁ Κράσσος, οὐκ ἐκεῖνος ἀλλʼ ὁ νεώτερος (πρὸς γὰρ τὸν πατέρα ἐκ τῆςΓαλατίας παρῆνʼ, καὶ καταφρονήσας σφῶν ὡς καὶ μόνων, ἀντεξήγαγε τῷ ἱππικῷ, καὶ τραπομένους ἐξεπίτηδες αὐτοὺς ἐπιδιώκων ὡς καὶ κρατῶν ἀπήχθη πολὺ ἀπὸ τῆς φάλαγγος, κἀνταῦθαπεριστοιχισθεὶς κατεκόπη. γενομένου δὲ τούτου οἱ πεζοὶ τῶν Ῥωμαίων οὐκ ἀπετράποντο μέν, ἀλλὰ καὶ προθύμως τοῖς Πάρθοις, ὡς καὶ τιμωρήσοντες αὐτῷ, συνέμιξαν· οὐ μέντοι καὶ ἄξιόν σφων οὐδὲν ἔκ τε τοῦ πλήθους καὶ ἐκ τοῦ τρόπου τῆς μάχης αὐτῶν, ἄλλως τε καὶ ὑπὸ τοῦ Ἀβγάρουἐπιβουλευθέντες, ἐποίησαν. εἴτε γὰρ συνασπίσαι γνοίησαν ὡς καὶ τῇ πυκνότητι τῆς τάξεώς σφων τὰ τοξεύματα αὐτῶν ἐκφευξόμενοι, προσπίπτοντές σφισιν οἱ κοντοφόροι ῥύμῃ τοὺς μὲν κατέβαλλον, τοὺς δὲ πάντως γοῦν ἐσκεδάννυσαν· εἴτε καὶ διασταῖεν ὅπως τοῦτό γε ἐκκλίνοιεν, ἐτοξεύοντο.κἀν τούτῳ πολλοὶ μὲν καὶ ἐξ αὐτῆς τῆς προσελάσεως τῶν κοντοφόρων ἐκπληττόμενοι ἔθνησκον, πολλοὶ δὲ καὶ ὑπὸ τῶν ἱππέων ἐγκαταλαμβανόμενοι ἐφθείροντο· ἄλλοι τοῖς κοντοῖς ἀνετρέποντοἢ καὶ ἀναπειρόμενοι ἐφέροντο. τά τε βέλη καὶ πυκνὰ καὶ πανταχόθεν ἅμα αὐτοῖς ἐμπίπτοντα συχνοὺς μὲν καιρίᾳ πληγῇ κατέβαλλε, συχνοὺς δὲ ἀπομάχους εἰργάζετο, πᾶσι δʼ ἀσχολίαν ἐνεποίει· ἔς τε γὰρ τοὺς ὀφθαλμούς σφων ἐσπετόμενα καὶ πρὸς τὰς χεῖρας τό τε ἄλλο σῶμα πᾶν καὶ διὰ τῶν ὅπλων χωροῦντα τήν τε προφυλακὴν αὐτῶν ἀφῃρεῖτο, καὶ γυμνοῦσθαί σφας πρὸς τὸἀεὶ τιτρῶσκον ἠνάγκαζεν, ὥστε ἐν ᾧ τις τόξευμα ἐφυλάττετο ἢ καὶ ἐμπαγὲν ἐξῃρεῖτο, πλείω τραύματα ἄλλα ἐπʼ ἄλλοις ἐλάμβανε. κἀκ τούτου ἄπορον μέν σφισι κινηθῆναι, ἄπορον δὲ καὶ ἀτρεμίζειν ἦν· οὔτε γὰρ ἀσφάλειαν οὐδέτερον αὐτοῖς εἶχε, καὶ τὸν ὄλεθρον ἀμφότερα ἐπέφερε, τὸ μὲν ὅτι οὐκ ἐδύναντο, τὸ δὲ ὅτι ῥᾷον ἐτιτρώσκοντο.καὶ ταῦτα μέν, ἕως ἔτι πρὸς μόνους τοὺς ἐμφανεῖς πολεμίους ἐμάχοντο, ἔπασχον· ὁ γὰρ Ἄβγαρος οὐκ εὐθὺς αὐτοῖς ἐπεχείρησεν· ἐπεὶ δὲ καὶ ἐκεῖνος ἐπέθετο, ἐνταῦθα οἱ Ὀρροηνοὶ αὐτοί τε ὄπισθεν ἐς τὰ γυμνὰ ἀπεστραμμένους σφᾶς ἔπαιον καὶ τοῖς ἄλλοις ῥᾷον φονεύειν παρεῖχον. τὴν γὰρ τάξιν, ὅπως ἀντιπρόσωποι αὐτοῖς γένωνται, ἐξελίξαντες ὄπισθέν σφων τοὺς Πάρθουςἐποιήσαντο. αὖθίς τε οὖν πρὸς αὐτοὺς μετεστράφησαν, καὶ πάλιν αὖθις πρὸς ἐκείνους, εἶτα πρὸς τούτους. κἀκ τοῦ τοιούτου μᾶλλον ἐπιταραχθέντες, ἅτε καὶ συνεχῶς δεῦρο κἀκεῖσε μεθιστάμενοι καὶ πρὸς τὸ ἀεὶ τιτρῶσκον ἀποβλέπειν ἀναγκαζόμενοι, τοῖς τε ξίφεσι τοῖς σφετέροις περιέπιπτον καὶπολλοὶ καὶ ὑπʼ ἀλλήλων ἀπώλοντο. τέλος δὲ ἐς στενὸν οὕτω κατεκλείσθησαν, ἀναγκαζόμενοι, τῶν πολεμίων ἀεί σφισι πανταχόθεν ἅμα προσπιπτόντων, ταῖς τῶν παραστατῶν ἀσπίσι τὰς γυμνώσεις σφῶν προστέλλειν, ὥστε μηδὲ κινηθῆναι ἔτι δυνηθῆναι. οὐ μὴν οὐδὲ τὴν στάσιν βεβαίαν ὑπὸ τοῦ πλήθους τῶν νεκρῶν εἶχον, ἀλλὰ καὶ περὶ ἐκείνοιςἀνετρέποντο. τό τε καῦμα καὶ τὸ δίψος (μεσοῦντός τε γὰρ τοῦ θέρους καὶ ἐν μεσημβρίᾳ ταῦτʼ ἐγίγνετὀ καὶ ὁ κονιορτός (ὅπως γὰρ ὅτι πλεῖστος αἴροιτο, πάντες σφᾶς οἱ βάρβαροι περιίππευονʼ δεινῶς τοὺς λοιποὺς συνῄρει, καὶ συχνοὶ καὶ ὑπὸτούτων ἄτρωτοι ἔπεσον. κἂν πασσυδὶ ἀπώλοντο, εἰ μὴ οἵ τε κοντοὶ τῶν βαρβάρων οἱ μὲν ἀπεστράφησαν οἱ δὲ ἐκλάσθησαν, καὶ αἱ νευραὶ τῇ συνεχείᾳ τῆς βολῆς ἐρράγησαν, τά τε βέλη ἐξετοξεύθη, καὶ τὰ ξίφη πάντα ἀπημβλύνθη, τό τε μέγιστον οἱἄνδρες αὐτοὶ φονεύοντες ἐξέκαμον. οὕτω γὰρ δή (καὶ γὰρ νὺξ ἐγίγνετο καὶ πόρρω ποι ἀφιππεῦσαι αὐτοὺς ἐχρῆνʼ ἀπεχώρησαν· οὐδέποτε γὰρ πλησίοι οὐδὲ τοῖς ἀσθενεστάτοις στρατοπεδεύονται διὰ τὸ μηδεμιᾷ ταφρείᾳ χρῆσθαι καὶ διὰ τό, ἄν τις ἐπέλθῃ σφίσιν ἐν τῷ σκότῳ, ἀδύνατοι μὲν τῇ ἵππῳ ἀδύνατοι δὲ καὶ τῇ τοξείᾳ ἰσχυρίσασθαιεἶναι. οὐ μέντοι καὶ ζῶντά τινα τῶν Ῥωμαίων τόθʼ εἷλον· ἑστῶτάς τε γὰρ αὐτοὺς ἐν τοῖς ὅπλοις ὁρῶντες, καὶ μήτε τινὰ ἐκεῖνα ἀπορριπτοῦντα μήτʼ αὐτὸν φεύγοντα αἰσθανόμενοι, ἰσχύειν τε ἔτι σφᾶς ἐνόμισαν καὶ ἐφοβήθησαν αὐτῶν ἐπιλαβέσθαι.οὕτως ὅ τε Κράσσος καὶ ἄλλοι ὅσοι γε ἠδυνήθησαν ἐς τὰς Κάρρας ὥρμησαν, βεβαίους σφίσιν ὑπὸ τῶν καταμεινάντων ἔνδον Ῥωμαίων τηρηθείσας· πολλοὶ γὰρ δὴ τῶν τετρωμένων μήτε βαδίσαι οἷοί τε ὄντες μήτʼ ὀχημάτων εὐποροῦντες ἢ καὶ ποδηγέτας ἔχοντες (ἀγαπητῶς γὰρ οἱ λοιποὶ ἑαυτοὺς