αἰφνιδίοις ἤδη ποτὲ ἴσχυσάν τι, πολεμῆσαι δέ τισιν ἀπαυστὶ καὶ διαρκῶς οὐ δύνανται, καὶ ἐς ἀλλοτριωτάτην σφίσι καὶ τῆς γῆς καὶ τοῦ οὐρανοῦ κατάστασιν ἀπαρτῶντες, καὶ μήτε σίτου μήτε μισθοφορᾶς παρασκευὴν ποιούμενοι.τοιαῦτα μὲν τὰ τῶν Πάρθων ἐστίν, ἐσβαλόντος δὲ ἐς τὴν Μεσοποταμίαν τοῦ Κράσσου ὥσπερ εἴρηται, ὁ Ὀρώδης ἔπεμψε μὲν καὶ πρὸς ἐκεῖνον ἐς τὴν Συρίαν πρέσβεις, τῆς τε ἐσβολῆς αἰτιώμενος καὶ τὰς αἰτίας τοῦ πολέμου πυνθανόμενος, ἔπεμψε δὲ πρός τε τὰ ἑαλωκότα τά τε μεθεστηκόταΣουρήναν σὺν στρατῷ· αὐτὸς γὰρ τῇ Ἀρμενίᾳ τῇ τοῦ Τιγράνου ποτὲ γενομένῃ διενοεῖτο ἐπιστρατεῦσαι, ὅπως ὁ Ἀρταβάζης ὁ τοῦ Τιγράνου παῖς ὁ τότε αὐτῆς βασιλεύων μηδεμίαν τοῖς Ῥωμαίοις, ἅτε καὶ περὶ τῇ οἰκείᾳ δεδιώς, βοήθειανπέμψῃ. ὁ οὖν Κράσσος ἐκείνῳ τε ἐν Σελευκείᾳ (ἔστι δὲ πόλις ἐν τῇ Μεσοποταμίᾳ, πλεῖστον τὸ Ἑλληνικὸν καὶ νῦν ἔχουσἀ τὰς αἰτίας τοῦ πολέμου ἐρεῖν ἔφη· καὶ αὐτῷ τῶν Πάρθων τις ἐς τὴν χεῖρα τὴν ἀριστερὰν τοῖς τῆς ἑτέρας δακτύλοις κρούσας εἶπεν ὅτι “θᾶσσον ἐντεῦθεν τρίχες ἀναφύσονται ἢ σὺ ἐν Σελευκείᾳ γενήσῃ.”καὶ ἐπειδὴ ὁ χειμὼν ἐν ᾧ Γναῖός τε Καλουῖνος καὶ Οὐαλέριος Μεσσάλας ὑπάτευσαν ἐνέστη, πολλὰ μὲν καὶ ἐν αὐτῇ τῇ Ῥώμῃ τέρατα τότε ἐγένετο· καὶ γὰρ βύαι καὶ λύκοι ὤφθησαν, οἵ τε κύνες περιφοιτῶντες ὠρύοντο, καὶ ἀγάλματα τὰ μὲνἵδρωσε τὰ δὲ ἐκεραυνώθη, τάς τε ἀρχὰς τὸ μέν τι φιλονεικίᾳ, τὸ δὲ δὴ πλεῖστον ὑπό τε τῶν ὀρνίθων καὶ ὑπὸ διοσημιῶν μόλις ποτὲ τῷ ἑβδόμῳ μηνὶ ἀπέδειξαν· ἀλλʼ ἐκεῖνα μὲν οὐδὲν σαφὲς διεδήλου ἐς ὅ τι τελευτήσει· τά τε γὰρ ἐν τῷ ἄστει ἐταράττετο καὶ οἱ Γαλάται ἐκινήθησαν αὖθις, πρός τε τοὺς Πάρθους οὐδʼ εἰδότες πω ὅπως συνερρώγεσαν·τῷ δὲ δὴ Κράσσῳ τὸν Εὐφράτην κατὰ τὸ Ζεῦγμα (οὕτω γὰρ ἀπὸ τῆς τοῦ Ἀλεξάνδρου στρατείας τὸ χωρίον ἐκεῖνο, ὅτι ταύτῃ ἐπεραιώθη, κέκληται) διαβαίνοντι καὶ προφανῆ καὶ εὐσύμβολασυνηνέχθη. ὁ γὰρ ἀετὸς ὠνομασμένος (ἔστι δὲ νεὼς μικρός, καὶ ἐν αὐτῷ ἀετὸς χρυσοῦς ἐνίδρυται· καθίσταταί τε ἐν πᾶσι τοῖς ἐκ τοῦ καταλόγου στρατοπέδοις, καὶ οὐδαμόσε ἐκ τῶν χειμαδίων, πλὴνεἴ ποι σύμπας ὁ στρατὸς ἐξίοι, κινεῖται· καὶ αὐτὸν εἷς ἀνὴρ ἐπὶ δόρατος μακροῦ, ἐς ὀξὺ τὸν στύρακα ἀπηγμένου ὥστε καὶ ἐς τὸ δάπεδον καταπήγνυσθαι, φέρει) — τούτων οὖν τῶν ἀετῶν εἷς οὐκ ἠθέλησε τὸν Εὐφράτην αὐτῷ τότε συνδιαβῆναι, ἀλλὰ ἐν τῇ γῇ ἐνέσχετο ὥσπερ ἐμπεφυκώς, πρὶν δὴ πολλοὶπεριστάντες βίᾳ αὐτὸν ἀνέσπασαν. καὶ ὁ μὲν καὶ ἄκων ἐπηκολούθησε, σημεῖον δέ τι τῶν μεγάλων, τῶν τοῖς ἱστίοις ἐοικότων καὶ φοινικᾶ γράμματα ἐπʼ αὐτοῖς πρὸς δήλωσιν τοῦ τε στρατοῦ καὶ τοῦ στρατηγοῦ σφων τοῦ αὐτοκράτορος ἐχόντων, ἐς τὸν ποταμὸν ἀπὸ τῆς γεφύρας περιτραπὲν ἐνέπεσε. καὶ τοῦτο μὲν ὑπὸ πνεύματος ὄντος σφοδροῦ ἐγένετο·ὁ δὲ δὴ Κράσσος καὶ τἆλλα τὰ ἰσομήκη οἱ συντεμών, ὅπως βραχύτερα καὶ ἐκ τούτου καὶ βεβαιότερα φέρειν εἴη, προσεπηύξησε τὰ τέρατα. καὶ γὰρ ὁμίχλη ἐν αὐτῇ τῇ τοῦ ποταμοῦ διαβάσει τοσαύτη τοῖς στρατιώταις περιεχύθη ὥστε περί τε ἀλλήλοις αὐτοὺς σφαλῆναι καὶ μηδὲν τῆςπολεμίας, πρὶν ἐπιβῆναι αὐτῆς, ἰδεῖν· καὶ τὰ διαβατήρια τά τε ἀπόβαθρά σφισι δυσχερέστατα ἐγένετο. κἀν τούτῳ ἄνεμός τε πολὺς ἐπέπεσε καὶ κεραυνοὶ κατέσκηψαν, ἥ τε γέφυρα, πρὶν πάντας αὐτοὺς διελθεῖν, διελύθη. καὶ ἦν γὰρ τὰ γιγνόμενα οἷα πάντα τινὰ καὶ τῶν πάνυ ἀγνωμόνων τε καὶ ἀσυνέτων ἐκδιδάξαι ὅτι κακῶς ἀπαλλάξουσι καὶ οὐκ ἀνακομισθήσονται, φόβος καὶ κατήφεια ἐν τῷστρατοπέδῳ ἐγένετο δεινή. ὁ οὖν Κράσσος παραμυθούμενος αὐτούς εἶπεν ὅτι “μὴ καταπλήττεσθε, ἄνδρες στρατιῶται, εἰ ἡ γέφυρα διέφθαρται, μηδὲ οἴεσθε ἐκ τούτου χαλεπόν τι ἐπισημαίνεσθαι·ἐγὼ γὰρ ὑμῖν αὐτὸς ἐπομνὺς λέγω ὅτι διʼ Ἀρμενίας τὴν ἐπάνοδον ποιήσασθαι ἔγνωκα.” ἐκ μὲν δὴ οὖν τούτου ἐθάρσυνε, νῦν δὲ προσεπειπών τινα ἔφη, μέγα ἀναβοήσας, “θαρσεῖτε· οὐδεὶς γὰρ ἡμῶνἐντεῦθεν ἐπανήξει.” ἀκούσαντες γὰρ τοῦθʼ οἱ στρατιῶται οἰωνόν τέ σφισιν οὐδενὸς τῶν ἄλλων ἥττω γεγονέναι ἐνόμισαν καὶ ἐς ἀθυμίαν πλείω κατέπεσον, ὥστε μηδὲν ἔτι μηδὲ τῶν λοιπῶν αὐτοῦ παραινέσεων φροντίσαι, διʼ ὧν τόν τε βάρβαρον ἐφαύλιζε καὶ τὰ τῶν Ῥωμαίων ἐνεκωμίαζε, χρήματάτε αὐτοῖς ἐδίδου καὶ γέρα ἐπηγγέλλετο. ἀλλὰ καὶ ὣς εἵποντο, καὶ οὔτε ἀντεῖπέν οἱ οὐδεὶς οὔτʼ ἀντέπραξε, τάχα μὲν καὶ ὑπὸ τοῦ νόμου, ἤδη δὲ καὶ ἐκπεπληγμένοι καὶ μήτε τι βουλεῦσαι μήτε πρᾶξαι σωτήριον δυνάμενοι. πάντα γοῦν καὶ τὰ ἄλλα, καθάπερ ὑπὸ δαιμονίου τινὸς κατακεκριμένοι, καὶ ταῖς γνώμαις καὶ τοῖς σώμασιν ἐσφάλλοντο.μέγιστον δὲ ὅμως αὐτοὺς ὁ Ἄβγαρος ὁ Ὀρροηνὸς ἐλυμήνατο· ἔνσπονδος γὰρ τοῖς Ῥωμαίοις ἐπὶ τοῦ Πομπηίου γενόμενος ἀνθείλετο τὰ τοῦ βαρβάρου. καὶ τοῦτο μὲν καὶ ὁ Ἀλχαυδόνιος ὁ Ἀράβιος ἐποίησε· πρὸς γὰρ τὸ ἰσχυρὸν ἀεὶ μεθίστατο.ἀλλʼ ἐκεῖνος μὲν ἐκ τοῦ προφανοῦς ἀπέστη, καὶ κατὰ τοῦτο οὐ δυσφύλακτος ἦν· ὁ δʼ Ἄβγαρος ἐφρόνει μὲν τὰ τοῦ Πάρθου, ἐπλάττετο δὲ τῷ Κράσσῳ φιλικῶς ἔχειν, καὶ χρήματά τε ἀφειδῶς αὐτῷ ἀνήλισκε, καὶ τά τε βουλεύματα αὐτοῦ πάντα καὶ ἐμάνθανε καὶ ἐκείνῳ διήγγελλε, καὶ προσέτι εἰ μέν τι χρηστόν σφων ἦν, ἀπέτρεπεν