ἐξεπολεμώθησαν αὖθις αὐτοῖς, Ἰνδουτιομάρου σφᾶς ἀναπείσαντος, καὶ συναποστήσαντες καὶ ἄλλους τινὰς τῶν τὰ αὐτὰ δεδιότων ἐπεστράτευσαν ἐπὶ τὸν Λαβιῆνον τὸν Τίτον ἐν Ῥημοῖς ὄντα, καὶ ἐπεξελθόντων σφίσι παρὰ δόξαν τῶν Ῥωμαίων ἐφθάρησαν. ταῦτα μὲν ἐν τῇ Γαλατίᾳ ἐγένετο, καὶ ἐν αὐτῇ καὶ ὁ Καῖσαρ ἐχείμασεν ὡς καὶ ἀκριβῶς σφαςκαταστήσασθαι δυνησόμενος. ὁ δὲ δὴ Κράσσος ἐπιθυμήσας τι καὶ αὐτὸς δόξης τε ἅμα καὶ κέρδους ἐχόμενον πρᾶξαι, ἔπειτʼ ἐπειδὴ μηδὲν ἐν τῇ Συρίᾳ τοιοῦτό τι εἶδεν ὄν (αὐτοί τε γὰρ ἡσύχαζον, καὶ οἱ πρόσθε προσπολεμήσαντές σφισιν οὐδὲν ὑπʼ ἀδυνασίας παρεκίνουνʼ, ἐπὶ τοὺς Πάρθους ἐπεστράτευσε, μήτε ἔγκλημά τι αὐτοῖς ἐπιφέρων μήτε τοῦ πολέμου οἱ ἐψηφισμένου· αὐτούς τε γὰρ παμπλουσίους ἤκουεν ὄντας, καὶ τὸν Ὀρώδην εὐάλωτον ἅτε καὶ νεοκατάστατον εἶναι προσεδόκησε.τόν τε οὖν Εὐφράτην ἐπεραιώθη, καὶ προῆλθεν ἐπὶ πολὺ τῆς Μεσοποταμίας, φέρων τε αὐτὴν καὶ πορθῶν· τῆς γὰρ διαβάσεως αὐτοῦ ἀδοκήτου τοῖς βαρβάροις γενομένης οὐδεμία ἀκριβὴς φυλακὴ αὐτῆς καθειστήκει, ὥστε ταχὺ μὲν ὁ Σιλάκης ὁ τότε τῆς χώρας ἐκείνης σατραπεύων ἡττήθη τε περὶ Ἰχνίας, τεῖχός τι οὕτω καλούμενον, ἱππεῦσιν ὀλίγοις μαχεσάμενος, καὶ τρωθεὶς ἀπεχώρησεν αὐτάγγελος τῷ βασιλεῖ τῆς ἐπιστρατείας αὐτοῦγενησόμενος, ταχὺ δὲ καὶ ὁ Κράσσος τά τε φρούρια καὶ τὰς πόλεις τὰς Ἑλληνίδας μάλιστα, τάς τε ἄλλας καὶ τὸ Νικηφόριον ὠνομασμένον, προσεποιήσατο· τῶν γὰρ Μακεδόνων καὶ τῶν ἄλλων τῶν συστρατευσάντων σφίσιν Ἑλλήνων ἄποικοι πολλοί, βίᾳ ἀχθόμενοι καὶ ἐς τοὺς Ῥωμαίους ὡς καὶ φιλέλληνας πολλὰ ἐλπίζοντες, οὐκ ἀκουσίωςμεθίσταντο· πλήν τε ὅτι οἱ Ζηνοδοτίου οἰκήτορες μετέπεμψάν τινας αὐτῶν ὡς καὶ μεταστησόμενοι, ἐπειδὴ δὲ ἔνδον ἐγένοντο, ἀπέλαβόν τε αὐτοὺς καὶ διέφθειραν καὶ διὰ τοῦτο καὶ ἀνέστησαν, οὐδὲν ἄλλο δεινὸν οὔτε ἔπραξε τότεΚράσσος οὔτε ἔπαθε. πάντως δὲ κἂν τὰ λοιπὰ χωρία τὰ ἐντὸς τοῦ Τίγριδος ὄντα ἐκεχείρωτο, εἰ τῇ τε ἑαυτοῦ ὁρμῇ καὶ τῇ τῶν βαρβάρων ἐκπλήξει πρὸς πάντα ὁμοίως ἐκέχρητο, καὶ προσέτι καὶ κατὰ χώραν χειμάσας ἐν φρουρᾷ αὐτὰ ἀκριβεῖἐπεποίητο. νῦν δὲ ἑλὼν ὅσα ἐξ ἐπιδρομῆς ἠδυνήθη λαβεῖν, οὔτε τι τῶν λοιπῶν οὔτʼ αὐτῶν ἐκείνων ἐφρόντισεν, ἀλλὰ τῇ τε ἐν τῇ Μεσοποταμίᾳ διατριβῇ ἀχθεσεὶς καὶ τῆς ἐν τῇ Συρίᾳ ῥᾳστώνης ἐπιθυμήσας παρέσχετο τοῖς Πάρθοις καιρὸν παρασκευάσασθαι καὶ τοὺς ἐγκαταλειφθέντας ἐν τῇ χώρᾳ στρατιώτας κακῶσαι.αὕτη μὲν ἡ ἀρχὴ τοῖς Ῥωμαίοις τοῦ πρὸς αὐτοὺς πολέμου ἐγένετο· οἰκοῦσι δὲ ὑπὲρ τοῦ Τίγριδος τὸ μὲν πολὺ τείχη καὶ φρούρια, ἤδη δὲ καὶ πόλεις, ἄλλας τε καὶ Κτησιφῶντα, ἐν ᾗ καὶ βασίλεια ἔχουσι. τὸ γὰρ γένος σφῶν ἦν μένπου καὶ παρὰ τοῖς πάλαι βαρβάροις, καὶ τό γε ὄνομα τοῦτο καὶ ὑπὸ τὴν Περσικὴν βασιλείαν εἶχον· ἀλλὰ τότε μὲν αὐτοί τε ἐν μέρει χώρας βραχεῖ ᾤκουν καὶ δυναστείαν ὑπερόριον οὐκ ἐκέκτηντο, ἐπεὶ δὲ ἥ τε τῶν Περσῶν ἀρχὴ κατελύθη καὶ τὰ τῶν Μακεδόνων ἤκμασεν, οἵ τε τοῦ Ἀλεξάνδρου διάδοχοι στασιάσαντες ἄλλοι ἄλλα ἀπετέμοντο καὶ βασιλείας ἰδίας κατεσκευάσαντο,ἔς τε τὸ μέσον τότε πρῶτον ὑπʼ Ἀρσάκου τινὸς ἀφίκοντο, ὅθενπερ καὶ οἱ ἔπειτα βασιλεύσαντες αὐτῶν Ἀρσακίδαι ἐπωνομάσθησαν, καὶ εὐτυχήσαντες τήν τε πλησιόχωρον ἐκτήσαντο πᾶσαν καὶ τὴν Μεσοποταμίαν σατραπείαις κατέσχον, τελευτῶντες δὲ ἐπὶ τοσοῦτον καὶ τῆς δόξης καὶ τῆς δυνάμεως ἐχώρησαν ὥστε καὶ τοῖς Ῥωμαίοις τότε τε ἀντιπολεμῆσαι καὶ δεῦρο ἀεὶ ἀντίπαλοι νομίζεσθαι.εἰσὶ μὲν γὰρ καὶ ἄλλως ἰσχυροὶ τὰ πολέμια, μεῖζον δʼ ὅμως ὄνομα, καίτοι μήτε τῶν Ῥωμαίων τι παρῃρημένοι καὶ προσέτι καὶ τῆς ἑαυτῶν ἔστιν ἃ προέμενοι, ἔχουσιν, ὅτι μηδέπω δεδούλωνται, ἀλλὰ καὶ νῦν ἔτι τοὺς πολέμους τοὺς πρὸς ἡμᾶς,ὁσάκις ἂν συνενεχθῶσι, διαφέρουσι. περὶ μὲν οὖν τοῦ τε γένους καὶ τῆς χώρας τῆς τε ἰδιότητος τῶν ἐπιτηδευμάτων αὐτῶν πολλοῖς τε εἴρηται καὶ ἐγὼ οὐκ ἐν γνώμῃ ποιοῦμαι συγγράψαι· τῇ δὲ δὴ ὁπλίσει καὶ τῇ τῶν πολέμων διαχειρίσει (τούτων γὰρ ὁ ἐξετασμὸς τῷδε τῷ λόγῳ, ὅτι καὶ ἐς χρείαν αὐτῶν ἀφικνεῖται, προσήκει) τοιᾷδε χρῶνται.ἀσπίδι μὲν οὐδὲν νομίζουσιν, ἱπποτοξόται δὲ καὶ κοντοφόροι, τὰ πολλὰ κατάφρακτοι, στρατεύονται. πεζοί τε ὀλίγοι μὲν καὶ οἱ ἀσθενέστεροι, τοξόται δʼ οὖν καὶ ἐκεῖνοι πάντες εἰσίν. ἔκ τε γὰρ παίδων ἀσκοῦνται, καὶ ὁ οὐρανὸς ἥ τεχώρα αὐτοῖς συναίρεται πρὸς ἀμφότερα. αὕτη τε γὰρ πεδιὰς ὡς πλήθει οὖσα ἀρίστη τε ἵππους τρέφειν ἐστὶ καὶ ἐπιτηδειοτάτη καθιππεύεσθαι· ἀγέλας γοῦν ὅλας καὶ ἐν τοῖς πολέμοις, ὥστʼ ἄλλοτε ἄλλοις ἵπποις χρῆσθαι καὶ πόρρωθέν τε ἐξαπιναίως ἐπελαύνειν καὶ μακράν ποι ἐξ αἰφνιδίουἀποχωρεῖν, ἐπάγονται· καὶ ὁ οὐρανὸς ὁ ὑπὲρ αὐτῶν, ξηρότατός τε ὢν καὶ ἰκμάδα οὐδὲ ἐλαχίστην ἔχων, ἐντονωτάτας σφίσι τὰς τοξείας πλὴν τοῦ πάνυ χειμῶνος παρέχεται. καὶ διὰ τοῦτο τὴν ὥραν ἐκείνην οὐδαμῇ στρατεύονται. τῷ δὲ δὴ λοιπῷ ἔτει δυσμαχώτατοι ἔν τε τῇ σφετέρᾳ καὶἐν τῇ ὁμοιοτρόπῳ εἰσί· τόν τε γὰρ ἥλιον φλογωδέστατον ὄντα ἀνέχονται τῇ συνηθείᾳ, καὶ τῆς ὀλιγότητος τῆς τε δυσχερείας τοῦ ποτοῦ πολλὰ ἀλεξιφάρμακα ἀνευρήκασιν, ὥστε καὶ ἐκ τούτου μὴ χαλεπῶς τοὺς ἐς τὴν χώραν αὐτῶν ἐσβάλλοντας ἀμύνεσθαι. ἔξω γὰρ ἐκείνης ὑπὲρ τὸν Εὐφράτην μάχαις μέν τισι καὶ καταδρομαῖς