τάδε ἔνεστιν ἐν τῷ τριακοστῷ ἐνάτῳ τῶν Δίωνος Ῥωμαϊκῶν. α. ὡς Καῖσαρ Βελγικοῖς ἐπολέμησεν. β. ὡς Κικέρων κατῆλθεν. γ. ὡς Πτολεμαῖος ἐκπεσὼν ἐξ Αἰγύπτου ἐς Ῥώμην ἀνῆλθεν. δ. ὡς Κάτων τὰ ἐν Κύπρῳ κατεστήσατο. ε. ὡς Πομπήιος καὶ Κράσσος ὕπατοι ᾑρέθησαν. ζ. ὡς τὸ θέατρον τὸ Πομπηίου καθιερώθη. η. ὡς Δέκιμος Βροῦτος Καίσαρος ὑποστράτηγος Οὐενετοὺς ναυμαχίᾳ ἐνίκησεν. θ. ὡς Πούπλιος Κράσσος Καίσαρος ὑποστράτηγος Ἀκυϊτανοῖς ἐπολέμησεν. ι. ὡς Καῖσαρ Κελτῶν τισι πολεμήσας τὸν Ῥῆνον διέβη· καὶ περὶ τοῦ Ῥήνου. κ. ὡς Καῖσαρ ἐς Βρεττανίαν ἐπεραιώθη· καὶ περὶ τῆς νήσου. λ. ὡς Πτολεμαῖος ὑπὸ Γαβινίου ἐς Αἴγυπτον κατήχθη, καὶ ὡς ὁ Γαβίνιος ἐπὶ τούτῳ ἐκρίθη. χρόνου πλῆθος ἔτη τέτταρα ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο π. Κορνήλιος Π. υἱ. Λεντοῦλος Σπινθήρ κ. Καικίλιος Κ. υἱ Μέτελλος Νέπως ὑπ. Γν. Κορνήλιος Π. υἱ. Λεντοῦλος Μαρκελλῖνος λ. Μάρκιος λ. υἱ. Φίλιππος ὑπ. Γν. Πομπήιος Γν. υἱ. Μάγνος τὸ Β μ. Λικίννιος Π. υἱ. Κράσσος τὸ Β ὑπ. λ. Δομίτιος Γν. υἱ. Ἀηνόβαρβος Ἀππ. Κλαύδιος Ἀππ. υἱ. Ποῦλχρος ὑπ.οὕτω μὲν δὴ καὶ ἐκεῖνα διεπολεμήθη· μετὰ δὲ ταῦτα, τοῦ χειμῶνος ἐν ᾧ Κορνήλιός τε Σπινθὴρ καὶ ὁ Μέτελλος ὁ Νέπως ὑπατεύειν ἤρξαντο διελθόντος, τρίτος τις πόλεμος αὐτοῖς ἐγένετο. οἱ γὰρ Βελγικοὶ τῷ τε Ῥήνῳ πολλοῖς καὶ συμμίκτοιςγένεσι προσοικοῦντες, καὶ ἐπὶ τὸν ὠκεανὸν τὸν κατὰ Βρεττανίαν καθήκοντες, ἐν μὲν τῷ πρὶν οἱ μὲν ἔνσπονδοι τοῖς Ῥωμαίοις ἦσαν οἱ δὲ ἐφρόντιζον αὐτῶν οὐδέν, τότε δὲ τὸν Καίσαρα εὖ φερόμενον ἰδόντες, καὶ δείσαντες μὴ καὶ ἐπὶ σφᾶς ὁρμήσῃ, συνεστράφησαν, καὶ κοινῷ πλὴν Ῥημῶν λόγῳ χρησάμενοι συνεβουλεύσαντό τε ἐπὶ τοῖς Ῥωμαίοις καὶ συνώμοσαν, Γάλβαν προστησάμενοι.Ταῦτʼ οὖν ὁ Καῖσαρ παρὰ τῶν Ῥημῶν μαθὼν ἐν φρουρᾷ τε αὐτοὺς ἐποιήσατο, κἀνταῦθα πρὸς τῷ Αὐξούννῳ ποταμῷ στρατοπεδευσάμενος ἤθροιζέ τε ἅμα τοὺς στρατιώτας καὶ ἐξήσκει. οὐδὲ ἐτόλμησε πρότερον τοῖς πολεμίοις, καίτοι τὴν χώραν σφῶν κατατρέχουσιν, ἐς χεῖρας ἐλθεῖν,πρὶν ὡς καὶ δεδιότος αὐτοῦ καταφρονήσαντες ἐπεχείρησαν τήν τε γέφυραν καταλαβεῖν καὶ τὴν σιτοπομπίαν, ἣν διʼ αὐτῆς παρὰ τῶν συμμάχων ἐποιεῖτο, ἀφελέσθαι. τοῦτο γὰρ ἐξ αὐτομόλων προγνοὺς ἐσόμενον, ἔπεμψεν ἐπʼ αὐτοὺς νυκτὸςτούς τε ψιλοὺς καὶ τοὺς ἱππέας. καὶ οἱ μὲν προσπεσόντες τοῖς βαρβάροις ἀπροσδόκητοι πολλοὺς ἀπέκτειναν, ὥστε πάντας τῆς ἐπιούσης νυκτὸς ἐς τὴν οἰκείαν, ἄλλως τε καὶ ἐπειδὴ οἱ Αἴδουοι ἐσβεβληκότες ἐς αὐτὴν ἠγγέλλοντο, ἀπαναστῆναι· Καῖσαρ δὲ ᾔσθετο μὲν τὸ γιγνόμενον, οὐκ ἐτόλμησε δέ σφας εὐθύς, ἀγνοίᾳ τῶνχωρίων, ἐπιδιῶξαι. ἀλλʼ ἅμα ἕῳ τήν τε ἵππον λαβὼν καὶ τοὺς πεζοὺς ἐπακολουθεῖν κελεύσας κατέλαβεν αὐτούς, καὶ ὑποστάντας ἐς μάχην (ἐνομίζετο γὰρ σὺν μόνῃ τῇ ἵππῳ εἶναι) διέτριψε μέχρις οὗ καὶ ὁ πεζὸς ἦλθε, καὶ οὕτω παντὶ τῷ στρατῷ περισχὼν τούς τε πλείους κατέκοψε καὶ τοὺς περιλοίπους ὁμολογίᾳ παρεστήσατο. κἀκ τούτου καὶ τῶν δήμων τοὺς μὲν ἀμαχεὶ προσηγάγετο τοὺς δὲ πολέμῳ.Νέρουιοι οὖν τῆς μὲν πεδιάδος (οὐ γὰρ ἦσαν ἀξιόμαχοι) ἑκόντες αὐτῷ ἐξέστησαν, ἐς δὲ δὴ τὰ ὄρη τὰ ὑλωδέστατα ἀνακομισθέντες, ἔπειτʼ ἐπειδὴ καὶ ἐκεῖθεν ἐπικατέδραμον ἀνέλπιστοι, καὶ καθʼ ὃ μὲν αὐτὸς ὁ Καῖσαρ ἦν ἐτράποντο καὶ ἔφυγον, τῷ δὲ δὴ πλείονι τοῦ στρατοῦ καθυπέρτεροί τε ἐγένοντο καὶ τὸ στρατόπεδον αὐτοβοεὶ εἷλον.αἰσθόμενος δὲ τοῦτʼ ἐκεῖνος (προεκεχωρήκει γὰρ ἐπί τι τοὺς τετραμμένους διώκωνʼ ἀνέστρεψε, καὶ καταλαβὼν αὐτοὺς ἐν τῷ ἐρύματι ἁρπαγὴν ποιουμένους περιεστοιχίσατο καὶ κατεφόνευσε. πράξας δὲ ταῦτα, οὐδὲν ἔτι μέγα ἔργον τοὺς λοιποὺς Νερουίους χειρούμενος ἔσχε.κἀν τούτῳ Ἀτουατικοί, πλησιόχωροί τε αὐτοῖς ὄντες καὶ τὸ γένος τό τε φρόνημα τὸ τῶν Κίμβρων ἔχοντες, ὥρμησαν μὲν ὡς καὶ βοηθήσοντές σφισιν, ἐπειδὴ δὲ ἔφθησαν προαλόντες, ἀνεχώρησαν, καὶ πάντα τἆλλα χωρία ἐκλιπόντες ἐς ἓντεῖχος τὸ κράτιστον ἀνεσκευάσαντο. καὶ αὐτῷ τὸν Καίσαρα προσβαλόντα ἐπὶ πολλὰς ἡμέρας ἀπεκρούσαντο, μέχρις οὗ πρὸς μηχανῶν ποίησιν ἐτράπετο. τότε γάρ, τέως μὲν τήν τε ὕλην τέμνοντας καὶ τὰ μηχανήματα συμπηγνύντας τοὺς Ῥωμαίους ἑώρων, γέλωτα τῇ ἀπειρίᾳ τῶν γιγνομένωνἐποιοῦντο, ἐπεὶ δὲ ἐκεῖνά τε ἐξειργάσθη καὶ ὁπλῖταί σφισι πανταχόθεν ἅμα ἐπʼ αὐτῶν προσήγοντο, κατεπλάγησαν ἅτε μηπώποτε τοιοῦτό τι ἑορακότες, καὶ διεκηρυκεύσαντο, τά τε ἐπιτήδεια τοῖς στρατιώταις πέμψαντες καὶ ὅπλατινὰ ἀπὸ τοῦ τείχους ῥίψαντες. ὡς μέντοι τά τε μηχανήματα τῶν ἀνδρῶν γυμνωθέντα αὖθις εἶδον καὶ ἐκείνους πρὸς θυμηδίαν οἷα ἐπὶ νίκῃ τετραμμένους ᾔσθοντο, μετέγνωσαν, καὶ ἀναθαρσήσαντες τῆς νυκτὸς ἐπέξοδον ὡς καὶ ἀνελπίστους σφᾶς κατακόψοντες ἐποιήσαντο. περιπεσόντες δὲ τοῖς προφύλαξιν (ὁ γὰρ Καῖσαρ ἀκριβῶς πάντα ἀεὶ διῴκει) ἐσφάλησαν. καὶ οὐδὲ τῶν λοιπῶν οὐδεὶς ἔτι συγγνώμης ἔτυχεν, ἀλλὰ πάντες ἐπράθησαν.ἐπειδὴ δὲ οὗτοί τε κατεστράφατο, καὶ ἄλλοι οἱ μὲν ὑπʼ αὐτοῦ οἱ δὲ καὶ διὰ τῶν ὑποστρατήγων συχνοὶ ἐκεχείρωντο, ὅ τε χειμὼν ἐνέστη, ἀνεχώρησεν ἐς τὰ χειμάδια. μαθόντες δὲ ταῦθʼ οἱ οἴκοι Ῥωμαῖοι ἐθαύμασαν ὅτι ἔθνη τοσαῦτα, ὧν οὐδὲ τὰ ὀνόματα πρότερον ἠκρίβουν, ᾑρήκει, καὶ ἐψηφίσαντο πεντεκαίδεκα ἐπʼ αὐτοῖς ἡμέρας θῦσαι, ὅπερ οὔπω πρότερον ἐγεγόνει.