κἀν τούτῳ καὶ ὁ Πομπτῖνος ὁ Γάιος τὰ ἐπινίκια τὰ τῶν Γαλατῶν ἔπεμψεν· ἐς γὰρ ἐκεῖνο τοῦ χρόνου, μηδενός οἱ διδόντος αὐτά, ἔξω τοῦ πωμηρίουδιέμεινε. καὶ τότε δʼ ἂν αὐτῶν ἥμαρτεν, εἰ μὴ ὁ Γάλβας ὁ Σέρουιος συστρατευσάμενος αὐτῷ, κρύφα καὶ ὑπὸ τὴν ἕω στρατηγῶν τὴν ψῆφόν τισι (καίπερ οὐκ ἐξὸν ἐκ τῶν νόμων πρὶν πρώτην ὥραν γενέσθαι ἐν τῷ δήμῳ τι χρηματισθῆναι) ἔδωκε. καὶ διὰ τοῦτο τῶν δημάρχων τινὲς ἀπολειφθέντες τῆς ἐκκλησίας ἐν γοῦν τῇ πομπῇ πράγματα αὐτῷ παρέσχον, ὥστε καὶ σφαγὰς συμβῆναι.