ὡς μέντοι ἐκεῖνοί τε ἐκ τῆς ἀρχῆς ἀπηλλάγησαν καὶ αὐτοὺς ὅ τε Δομίτιος ὁ Λούκιος καὶ Ἄππιος Κλαύδιος διεδέξαντο, γνῶμαι αὖθις πολλαὶ ἐλέχθησαν, καὶ κατὰ τοῦ Γαβινίου αἱ πλείους ἐγένοντο·ὅ τε γὰρ Δομίτιος ἐχθρὸς τῷ Πομπηίῳ διά τε τὸ σπουδαρχῆσαι καὶ διὰ τὸ παρὰ γνώμην αὐτοῦ ἀποδειχθῆναι ὤν, καὶ ὁ Κλαύδιος, καίπερ προσήκων οἱ, ὅμως τοῖς τε πολλοῖς χαρίσασθαί τι ὑπὸ δημαγωγίας ἐθελήσας, καὶ παρὰ τοῦ Γαβινίου δωροδοκήσειν, ἄν γέ τι συνταράξῃ,προσδοκήσας, πάντα ἐπʼ αὐτῷ ἔπραξαν. καὶ αὐτὸν καὶ ἐκεῖνο δεινῶς ἐπίεσεν, ὅτι προπεμφθέντα τινὰ ὑπὸ τοῦ Κράσσου ὑποστράτηγον ἐπὶ τῇ τῆς ἀρχῆς αὐτοῦ διαδοχῇ οὐκ ἐδέξατο, ἀλλʼ ὥσπερ ἀθάνατον τὴν ἡγεμονίαν εἰληφὼς κατεῖχεν αὐτήν. ἔδοξεν οὖν σφισι τὰ τῆς Σιβύλλης ἔπη ἀναγνωσθῆναι, καίπερ ἀντειπόντος τοῦ Πομπηίου.κἀν τούτῳ ὁ Τίβερις, εἴτʼ οὖν ὄμβρων ἄνω που ὑπὲρ τὴν πόλιν ἐξαισίων γενομένων, εἴτε καὶ σφοδροῦ πνεύματος ἐκ τῆς θαλάσσης τὴν ἐκροὴν αὐτοῦ ἀνακόψαντος, εἴτε καὶ μᾶλλον, ὡς ὑπωπτεύετο, ἐκ παρασκευῆς δαιμονίου τινός, τοσοῦτος ἐξαπιναίως ἐρρύη ὥστʼ ἐν πᾶσι μὲν τοῖς πεδίοις τοῖς ἐν τῷ ἄστει οὖσι πελαγίσαι, πολλὰ δὲ καὶτῶν μετεωροτέρων καταλαβεῖν. αἵ τε οὖν οἰκίαι (ἐκ πλίνθων γὰρ συνῳκοδομημέναι ἦσανʼ διάβροχοί τε ἐγένοντο καὶ κατερράγησαν, καὶ τὰ ὑποζύγια πάντα ὑποβρύχια ἐφθάρη. τῶν τε ἀνθρώπων ὅσοι μὴ ἔφθησαν πρὸς τὰ πάνυ ὑψηλὰ ἀναφυγόντες, οἱ μὲν ἐν ταῖς τέγαις οἱ δὲ καὶ ἐν ὁδοῖς ἐγκαταληφθέντες ἐξώλοντο. καὶ γὰρ αἱ λοιπαὶ οἰκίαι, ἅτε ἐπὶ πολλὰς ἡμέρας τοῦ δεινοῦ συμβάντος, σαθραί τε ἐγένοντο καὶ πολλοῖς τοῖςμὲν εὐθὺς τοῖς δὲ μετὰ τοῦτʼ ἐλυμήναντο. οἱ οὖν Ῥωμαῖοι ἐπί τʼ ἐκείνοις τοῖς παθήμασι λυπούμενοι, καὶ ἕτερα χαλεπώτερα ὡς καὶ διὰ τὴν τοῦ Πτολεμαίου κάθοδον ὀργήν σφισι τοῦ δαιμονίου πεποιημένου προσδεχόμενοι, ἠπείγοντο καὶ ἀπόντα τὸν Γαβίνιον, ὡς καὶ ἧττόν τι, ἂν φθάσωσιν αὐτὸνἀπολέσαντες, κακωθησόμενοι, θανατῶσαι. καὶ οὕτω γε ἐντόνως ἔσχον ὥστε, καίτοι μηδενὸς τοιούτου ἐν τοῖς Σιβυλλείοις χρησμοῖς εὑρεθέντος, ὅμως τὴν γερουσίαν πικρότατα καὶ τραχύτατα τούς τε ἄρχοντας καὶ τὸν δῆμον αὐτῷ χρήσασθαι προβουλεῦσαι.ἐν ᾧ δὲ ταῦτʼ ἐγίγνετο, χρήματα ὑπὸ τοῦ Γαβινίου προπεμφθέντα οὐχ ὅπως ἀπόντα ἀλλʼ οὐδὲ ἐπανελθόντα δεινόν τι παθεῖν αὐτὸν ἐπί γε ἐκείνοις ἐποίησε. καίτοι οὕτω καὶ αὐτὸς αἰσχρῶς καὶ κακῶς ὑπὸ τοῦ συνειδότος διετέθη ὥστε καὶ χρόνιος ἐς τὴν Ἰταλίαν ἀφικέσθαι καὶ νυκτὸς ἐς τὴν πόλιν ἐσκομισθῆναι, ἔξω τε τῆς οἰκίαςσυχναῖς πάνυ ἡμέραις μὴ τολμῆσαι φανῆναι. τὰ μὲν οὖν ἐγκλήματα πολλὰ ἦν, καὶ κατηγόρους οὐκ ὀλίγους εἶχε. πρῶτον δʼ οὖν περὶ τῆς τοῦ Πτολεμαίου καθόδου, ἅτε καὶ μεγίστου, ἐδικάσθη. καὶ ὅ γε δῆμος σύμπας ὡς εἰπεῖν πρός τε τὸ δικαστήριον συνερρύη καὶ διασπάσασθαι πολλάκις αὐτὸν ἠθέλησεν, ἄλλως τε καὶ ὅτι οὔθʼ ὁ Πομπήιος παρῆν καὶ ὁ Κικέρων δεινότατα αὐτοῦ κατηγόρησεν.οὕτω δὲ αὐτῶν διακειμένων ὅμως ἀφείθη· αὐτός τε γάρ, ἅτε ἐπὶ τηλικούτοις κρινόμενος, παμπληθῆ χρήματα ἀνάλωσε, καὶ οἱ τοῦ Πομπηίου τοῦ τε Καίσαρος ἑταῖροι προθυμότατα αὐτῷ συνήραντο, λέγοντες ἄλλον τέ τινα καιρὸν καὶ ἄλλον βασιλέα πρὸς τῆς Σιβύλλης εἰρῆσθαι, καὶ τὸ μέγιστον ὅτι μηδεμία τῶν πραχθέντων τιμωρία ἐν τοῖς ἔπεσιν αὐτῆς ἐνεγέγραπτο.ὁ δʼ οὖν δῆμος ὀλίγου μὲν καὶ τοὺς δικαστὰς ἀπέκτεινε, διαφυγόντων δὲ αὐτῶν ἐπετήρει τὰ λοιπὰ αὐτοῦ ἐγκλήματα, καὶ ἐποίησεν ἐπʼ ἐκείνοιςγοῦν αὐτὸν ἁλῶναι. οἱ γὰρ λαχόντες περὶ αὐτῶν κρῖναι, τό τε πλῆθος ἅμα φοβηθέντες καὶ μηδὲν μέγα παρὰ τοῦ Γαβινίου εὑρόμενοι (ὡς γὰρ ἐπί τε βραχυτέροις εὐθυνόμενος καὶ προσδοκῶν καὶ τότε κρατήσειν οὐ πολλὰ ἐδαπάνησἐ κατεψηφίσαντο αὐτοῦ, καίτοι τοῦ τε Πομπηίου πλησίον ὄντος καὶ τοῦ Κικέρωνος συναγορεύοντος αὐτῷ.ὁ γὰρ Πομπήιος κατὰ τὴν τοῦ σίτου πρόνοιαν, ἐπειδὴ πολὺς ὑπὸ τοῦ ποταμοῦ διέφθαρτο, ἐκδημήσας ὥρμησε μὲν ὡς καὶ ἐς τὸ πρότερον δικα- στήριον ἀπαντήσων (ἐν γὰρ τῇ Ἰταλίᾳ ἦνʼ, ὑστερήσας δὲ αὐτοῦ οὐκ ἀπεχώρησεν ἐκ τοῦπροαστείου πρὶν καὶ ἐκεῖνο τελεσθῆναι. καὶ μέντοι καὶ τοῦ δήμου ἔξω τοῦ πωμηρίου (τὴν γὰρ ἀρχὴν ἤδη τὴν τοῦ ἀνθυπάτου ἔχων οὐκ ἠδυνήθη ἐς τὴν πόλιν ἐσελθεῖνʼ ἀθροισθέντος πολλὰ ὑπὲρ τοῦ Γαβινίου ἐδημηγόρησε, καὶ γράμματά τέ τινα παρὰ τοῦ Καίσαρος πρὸς ἑαυτὸν ὑπὲρ αὐτοῦ πεμφθένταἀνέγνω, καὶ τοὺς δικαστὰς ἱκέτευσε, τόν τε Κικέρωνα οὐχ ὅπως κατηγορῆσαι ἔτʼ αὐτοῦ ἐκώλυσεν, ἀλλὰ καὶ ὑπερδικῆσαι ἔπεισεν, ὥστε καὶ ἐκ τούτου τὸ τοῦ αὐτομόλου ἔγκλημα καὶ ὄνομα ἐπὶ πλεῖόν οἱ αὐξηθῆναι. οὐ μέντοι καὶ ὠφέλησέ τι τὸν Γαβίνιον, ἀλλὰ τότε μὲν ἔφυγεν ἁλούς, ὥσπερ εἶπον, ὕστερον δʼ ὑπὸ τοῦ Καίσαρος κατήχθη.ἐν δὲ τῷ αὐτῷ τούτῳ χρόνῳ καὶ ἡ τοῦ Πομπηίου γυνὴ θυγάτριόν τι τεκοῦσα ἀπέθανε· καὶ αὐτήν, εἴτε διαπραξαμένων τῶν τε ἐκείνου καὶ τῶν τοῦ Καίσαρος φίλων, ἢ καὶ ἄλλως πως χαρίσασθαί τινες αὐτοῖς ἐθελήσαντες συνήρπασαν, ἐπειδὴ τάχιστα τῶν ἐν τῇ ἀγορᾷ ἐπαίνων ἔτυχε, καὶ ἐν τῷ Ἀρείῳ πεδίῳ ἔθαψαν, καίτοι τοῦ Δομιτίου ἀνθισταμένου καὶ λέγοντος ἄλλα τε καὶ ὅτι οὐχ ὁσίως ἐν τῷ ἱερῷ τόπῳ ἄνευ τινὸς ψηφίσματος θάπτοιτο.