τὴν τιμωρίαν ῥᾳδίως ἐξωνεῖσθαι δυναμένους. τότε μὲν οὖν διὰ ταῦτα ἀφείθη, αὖθις δὲ ἐπί τε ἑτέροις τισί, καὶ ὅτι πλέον ἢ μυρίας ἐκ τῆς ἀρχῆς μυριάδας ἥρπασε, κριθεὶς ἑάλω. καὶ ἐκείνῳ τε τοῦτο παραδοξότατον συνέβη (τῆς τε γὰρ προτέρας δίκης διὰ τὰ χρήματα ἀπελύθη, καὶ ἐπὶ τούτοις διʼἐκείνην ὅτι μάλιστα κατεδικάσθη ) καὶ τῷ Πομπηίῳ, ὅτι τὸ μὲν πρότερον, καίτοι πόρρω που ὤν, ἐρρύσατο τὸν Γαβίνιον διὰ τῶν ἑταίρων, τότε δὲ ἔν τε τῷ προαστείῳ ὢν καὶ τρόπον τινὰ καὶ ἐν τῷ δικαστηρίῳ αὐτῷ παρὼν οὐδὲν ἤνυσεν.ἔσχε δὲ ὧδε. ὁ Γαβίνιος πολλὰ μὲν καὶ τὴν Συρίαν ἐκάκωσεν, ὥστε καὶ τῶν λῃστικῶν, ἃ καὶ τότε ἤκμαζε, πολὺ πλείω σφίσι λυμήνασθαι, πάντα δὲ δὴ τὰ αὐτόθεν λήμματα ἐλάχιστα εἶναι νομίσας τὸ μὲν πρῶτον ἐνόει καὶ παρεσκευάζετο ὡς καὶ ἐπὶ τοὺς Πάρθους τόν τε πλοῦτον αὐτῶνστρατεύσων. τοῦ γὰρ Φραάτου ὑπὸ τῶν παίδων δολοφονηθέντος Ὀρώδης τήν τε βασιλείαν αὐτοῦ διεδέξατο, καὶ Μιθριδάτην τὸν ἀδελφὸν ἐκ τῆς Μηδίας, ἧς ἦρχεν, ἐξέβαλε. καὶ ὃς καταφυγὼν πρὸς τὸν Γαβίνιον ἀνέπεισεν αὐτὸν συμπρᾶξαί οἱτὴν κάθοδον. ἐπεὶ μέντοι ὁ Πτολεμαῖος μετὰ τῶν τοῦ Πομπηίου γραμμάτων ἦλθε, καὶ πολλὰ μὲν αὐτῷ πολλὰ δὲ καὶ τῷ στρατῷ χρήματα τὰ μὲν ἤδη παρέξειν, τὰ δʼ ἂν καταχθῇ δώσειν ὑπέσχετο, τά τε τῶν Πάρθων εἴασε καὶ ἐπὶ τὴν Αἴγυπτονἠπείχθη, καίπερ ἀπαγορεύοντος μὲν τοῦ νόμου μήτε ἐς τὴν ὑπερορίαν τοὺς ἄρχοντάς τινων ἀποδημεῖν μήτε πολέμους ἀφʼ ἑαυτῶν ἀναιρεῖσθαι, ἀπειρηκότος δὲ καὶ τοῦ δήμου τῆς τε Σιβύλλης μὴ καταχθῆναι τὸν ἄνδρα. ἀλλʼ ὅσῳ γὰρ ἐκεκώλυτοταῦτα, τόσῳ πλείονος αὐτὰ ἀπημπόλησε. καταλιπὼν οὖν ἐν τῇ Συρίᾳ Σισένναν τε τὸν υἱὸν κομιδῇ νέον ὄντα καὶ στρατιώτας μετʼ αὐτοῦ πάνυ ὀλίγους, τὴν μὲν ἀρχὴν ἐφʼ ἧς ἐτέτακτο τοῖς λῃσταῖςἔτι καὶ μᾶλλον ἐξέδωκεν, αὐτὸς δὲ ἐς τὴν Παλαιστίνην ἐλθὼν τόν τε Ἀριστόβουλον (διαδρὰς γὰρ ἐκ τῆς Ῥώμης ὑπετάραττέ τἰ συνέλαβε καὶ τῷ Πομπηίῳ ἔπεμψε, καὶ φόρον τοῖς Ἰουδαίοις ἐπέταξε, καὶ μετὰ τοῦτο καὶ ἐς τὴν Αἴγυπτον ἐνέβαλε.ἦρχε δὲ τότε τῶν Αἰγυπτίων ἡ Βερενίκη, καὶ ἐπιεικὲς μὲν οὐδὲν πρὸς τὸν. καίτοι φοβουμένη τοὺς Ῥωμαίους, ἔπραξε, Σέλευκον δέ τινα, ὡς καὶ ἐκ τοῦ βασιλείου γένους τοῦ ποτε ἐν τῇ Συρίᾳ ἀνθήσαντος ὄντα, μεταπέμψασα ἄνδρα τε ἐπεγράψατο καὶ κοινωνὸν τῆς τε βασιλείας καὶτοῦ πολέμου ἐποιήσατο. ὡς δὲ ἐκεῖνος ἐν οὐδενὸς μοίρᾳ ὢν ἑωρᾶτο, τοῦτον μὲν ἀπέκτεινεν, Ἀρχέλαον δὲ τὸν τοῦ Ἀρχελάου τοῦ πρὸς τὸν Σύλλαν αὐτομολήσαντος, δραστήριόν τε ὄντα καὶ ἐν τῇ Συρίᾳ τὴν δίαιταν ἔχοντα, ἐπὶ τοῖς αὐτοῖς ἐπηγάγετο. ὁ γὰρ Γαβίνιος ἐδύνατο μὲν ἀρχόμενον τὸ δεινὸν παῦσαι (τὸν γὰρ Ἀρχέλαον προϋποτοπήσας συνέλαβε, καὶ ἔμελλεν ἐκ τούτου μηδὲν ἔτʼἔργον ἕξεινʼ, φοβηθεὶς δὲ μὴ καὶ ἐλάττω διὰ τοῦτο παρὰ τοῦ Πτολεμαίου τῶν ὡμολογημένων οἱ χρημάτων, ὡς οὐδὲν ἀξιόλογον πεποιηκώς, λάβοι, καὶ ἐλπίσας ἔτι καὶ πλείω πρός τε τὴν δεινότητα καὶ πρὸς τὴν δόξαν τὴν τοῦ Ἀρχελάου χρηματιεῖσθαι, καὶ προσέτι καὶ ἄλλα παρʼ αὐτοῦ ἐκείνου συχνὰ λαβών, ἐθελοντὴς αὐτὸν ὡς καὶ διαδράνταἀφῆκε. καὶ οὕτως ἐς μὲν τὸ Πηλούσιον ἀφίκετο μηδενὸς ἐναντιουμένου, προϊὼν δὲ ἐντεῦθεν δίχα διῃρημένῳ τῷ στρατῷ τοὺς Αἰγυπτίους ἀπαντήσαντάς οἱ τῇ αὐτῇ ἡμέρᾳ ἐνίκησε, καὶ μετὰ τοῦτʼ αὖθις ἔν τε τῷ ποταμῷ ναυσὶ κἀν τῇ γῇ ἐκράτησεν· οἱ γὰρ Ἀλεξανδρεῖς θρασύνασθαι μὲν πρὸς πάντα ἱκανώτατοι καὶ ἐκλαλῆσαι πᾶν ὅ τι ποτʼ ἂν ἐπέλθῃ σφίσι προπετέστατοι πεφύκασι,πρὸς δὲ δὴ πόλεμον τά τε δεινὰ αὐτοῦ φλαυρότα- τοί εἰσι, καίπερ ἐν ταῖς στάσεσι, πλείσταις δὴ καὶ μεγίσταις παρʼ αὐτοῖς γιγνομέναις, διὰ φόνων τε ἀεὶ χωροῦντες καὶ τὸ ζῆν παρʼ οὐδὲν πρὸς τὴν αὐτίκα φιλονεικίαν τιθέμενοι, ἀλλὰ καὶ ὥσπερ τι τῶν ἀρίστων ἢ ἀναγκαιοτάτων τὸν ἐν αὐταῖςὄλεθρον διώκοντες. νικήσας οὖν αὐτοὺς ὁ Γαβίνιος, καὶ ἄλλους τε πολλοὺς καὶ τὸν Ἀρχέλαον φονεύσας, ἐγκρατής τε τῆς Αἰγύπτου πάσης παραχρῆμα ἐγένετο καὶ τῷ Πτολεμαίῳ αὐτὴν παρέδωκε. καὶ ὁ μὲν τήν τε θυγατέρα καὶ τῶν ἄλλων τοὺς πρώτους καὶ πλουσιωτάτους, ἅτε καὶ χρημάτωνπολλῶν δεόμενος, ἀπέκτεινε· Γαβίνιος δὲ ἐκεῖνον μὲν οὕτω κατήγαγεν, οὐ μέντοι καὶ οἴκαδε περὶ τῶν πραχθέντων ἐπέστειλεν, ἵνα μὴ καὶ αὐτάγγελός σφισιν ὧν παρηνομήκει γένηται. ἀλλʼ οὐ γὰρ οἷόν τε ἦν τηλικοῦτο πρᾶγμα κρυφθῆναι, εὐθύς τε αὐτὸ ὁ δῆμος ἐπύθετο, καὶ ἐπειδὴ καὶ οἱ Σύροιπολλὰ τοῦ Γαβινίου, ἄλλως τε καὶ ἐν τῇ ἀπουσίᾳ αὐτοῦ δεινῶς ὑπὸ τῶν λῃστῶν κακωθέντες, κατεβόησαν, οἵ τε τελῶναι μὴ δυνηθέντες τὰ τέλη διʼ αὐτοὺς ἐσπρᾶξαι συχνὰ ἐπωφείλησαν, ὠργίζοντο καὶ γνώμας τε ἐποιοῦντο καὶ ἑτοίμως εἶχον καταψηφίσασθαιαὐτοῦ. καὶ γὰρ ὁ Κικέρων τά τε ἄλλα ἰσχυρῶς ἐνῆγε, καὶ συνεβούλευέ σφισι τὰ Σιβύλλεια ἔπη αὖθις ἀναγνῶναι, προσδοκῶν ἐγγεγράφθαι τινὰ ἐν αὐτοῖς τιμωρίαν ἄν τι παραβαθῇ.ὁ οὖν Πομπήιος ὅ τε Κράσσος ὑπάτευόν τε ἔτι, καὶ ὁ μὲν ἑαυτῷ βοηθῶν, ὁ δὲ τήν τε ἐκείνου χάριν καὶ ἅμα καὶ χρήματα παρὰ τοῦ Γαβινίου πεμφθέντα οἱ λαβών, ἔκ τε τοῦ προφανοῦς ὑπὲρ αὐτοῦ διεδικαίουν, καὶ ἄλλα τε καὶ φυγάδα τὸν Κικέρωνα ἀποκαλοῦντες οὐδὲν ἐπεψήφισαν.