κατείργετὀ, πρὸς δὲ δὴ τὸ τάφρευμα τὸ ἑαυτοῦ μετεώρου τοῦ χωρίου ὄντος ὑπηγάγετο αὐτοὺς ἀπερισκέπτως προσβαλεῖν· τῶν γὰρ συμμάχων τινὰ ὁμοφωνοῦντά σφισιν ὑπὸ τὴν ἐσπέραν ὡς αὐτόμολον πέμψας, ἔπεισεν αὐτοὺς ὅτι ὅ τε Καῖσαρἐπταικὼς εἴη καὶ οὕτω πιστεύσαντες ἀπερισκέπτως ἐκεῖνοι (πάνυ γάρ τι διακορεῖς καὶ τῆς τροφῆς καὶ τοῦ ποτοῦ ἦσανʼ εὐθὺς ἐπὶ τοὺς Ῥωμαίους, μὴ καὶ φθάσωσί σφας φυγόντες, ὥρμησαν, καὶ ἔδει γὰρ μηδὲ πυρφόρον τῷ λόγῳ αὐτῶν σωθῆναι, φρύγανα καὶ ξύλα τὰ μὲν ἀράμενοι τὰ δὲ ἐφελκόμενοι ὡς καὶ καταπρήσοντεςαὐτούς, πρός τε τὸ ὄρθιον προσέβαλον καὶ σπουδῇ προσανέβαινον, μηδενός σφισιν ἐναντιουμένου· ὁ γὰρ Σαβῖνος οὐκ ἐκινήθη πρὶν ἐντὸς τῆς ἐπικρατείας αὐτοῦ τοὺς πλείους αὐτῶν γενέσθαι. τότε δὲ ἐπικατέδραμέ σφισιν ἁπανταχόθεν ἅμα ἀπροσδόκητος, καὶ τοὺς πρώτους ἐκπλήξας κατήραξεκατὰ τοῦ πρανοῦς ἅπαντας, κἀνταῦθα αὐτοὺς ἐν τῇ ἀναστροφῇ περί τε ἀλλήλοις καὶ περὶ τοῖς ξύλοις σφαλλομένους κατέκοψεν οὕτως ὥστεμηδένα αὐτῶν μηδὲ τῶν ἄλλων ἔτʼ ἀντᾶραι. ἄπληστοι γὰρ ἀλογίστως οἱ Γαλάται ἐς πάνθʼ ὁμοίως ὄντες οὔτε τὸ θαρσοῦν σφων οὔτε τὸ δεδιὸς μετριάζουσιν, ἀλλὰ ἔκ τε τούτου πρὸς δειλίαν ἀνέλ- πιστον καὶ ἐξ ἐκείνου πρὸς θάρσος προπετὲς ἐκπίπτουσιν.ὑπὸ δὲ δὴ τὰς αὐτὰς ἡμέρας καὶ ὁ Κράσσος ὁ Πούπλιος, τοῦ Κράσσου τοῦ Μάρκου παῖς, τὴν Ἀκυϊτανίαν ὀλίγου πᾶσαν κατεστρέψατο· Γαλάται γὰρ καὶ αὐτοὶ ὄντες τῇ τε Κελτικῇ προσοικοῦσι καὶ παρʼ αὐτὸ τὸ Πυρηναῖον ἐς τὸν ὠκεανὸνκαθήκουσιν. ἐπʼ οὖν τούτους ὁ Κράσσος στρατεύσας Σωτιάτας τε μάχῃ ἐκράτησε καὶ πολιορκίᾳ εἷλεν, ὀλίγους μὲν ἐν ὁμολογίᾳ τινὶ ἐξ ἀπάτης ἀποβαλών, ἰσχυρῶς δέ σφας καὶ περὶαὐτοῦ τούτου ἀμυνάμενος· καὶ ἑτέρους τινὰς ἰδὼν ἠθροισμένους τε καὶ στρατιώτας ἐκ τῆς Ἰβηρίας Σερτωριείους ἔχοντας, καὶ μετʼ αὐτῶν στρατηγικώτερον ἢ προπετέστερον τῷ πολέμῳ χρωμένους, ὡς καὶ τῇ ἀπορίᾳ τῶν τροφῶν διʼ ὀλίγου σφῶν ἐκ τῆς γῆς ἐκχωρησόντων, προσεποιήσατό τε αὐτοὺς δεδιέναι, καὶ καταφρονηθεὶς οὐχ ὑπηγάγετο μὲν οὐδʼ ὣς ἐς χεῖράς οἱ ἐλθεῖν, ἀδεῶς δʼ ἐς ὕστερον ἔχουσί σφισι προσέβαλεν ἐξαίφνης ἀνέλπιστος.καὶ ταύτῃ μὲν ᾗ προσέμιξεν οὐδὲν εἰργάσατο (ἐπεκδραμόντες γὰρ οἱ βάρβαροι ἰσχυρῶς ἠμύνοντὀ, ἐνταῦθα δὲ δὴ τῆς δυνάμεως αὐτοῖς οὔσης περιέπεμψέ τινας ἐς τὰ ἐπὶ θάτερα τοῦ στρατοπέδου σφῶν, καὶ τοῦτό τε ἔρημον ἀνδρῶν κατέσχεν, καὶ τοῖς μαχομένοις διʼ αὐτοῦ κατὰ νώτου ἐπεγένετο. καὶ οὕτως ἐκεῖνοί τε πάντες ἐφθάρησαν, καὶ οἱ λοιποὶ πλὴν ὀλίγων ἀκονιτὶ ὡμολόγησαν.ταῦτα μὲν ἐν τῷ θέρει ἐπράχθη, χειμαζόντων δὲ τῶν Ῥωμαίων ἐν τῇ φιλίᾳ Τέγκτηροί τε καὶ Οὐσιπέται, Κελτικὰ γένη, τὸ μέν τι καὶ πρὸς Σουήβων ἐκβιασθέντες τὸ δὲ καὶ πρὸς τῶν Γαλατῶν ἐπικληθέντες, τόν τε Ῥῆνον διέβησανκαὶ ἐς τὴν τῶν Τρηουήρων ἐνέβαλον. κἀνταῦθα τὸν Καίσαρα εὑρόντες καὶ φοβηθέντες ἔπεμψαν πρὸς αὐτὸν σπονδάς τε ποιούμενοι καὶ χώραν αἰτοῦντες, ἢ σφίσι γε ἐπιτραπῆναί τινα ἀξιοῦντες λαβεῖν. ὡς δʼ οὐδενὸς ἔτυχον, τὸ μὲν πρῶτον ἐθελονταὶ οἴκαδε ἐπανήξειν ὑπέσχοντο καὶ διοκωχὴνᾐτήσαντο· ἔπειτα δὲ ἱππέας αὐτοῦ ὀλίγους προσιόντας ἰδόντες οἱ ἐν τῇ ἡλικίᾳ σφῶν ὄντες κατεφρόνησάν τε αὐτῶν καὶ μετέγνωσαν, κἀκ τούτου ἐπισχόντες τῆς πορείας ἐκείνους τε μὴ προσδεχομένους ἐκακωσαν, καὶ ἐπαρθέντες ἐπὶτούτῳ εἴχοντο τοῦ πολέμου. καὶ αὐτῶν οἱ πρεσβύτεροι καταγνόντες πρός τε τὸν Καίσαρα καὶ παρὰ τὴν γνώμην σφῶν ἦλθον, καὶ ἐδέοντο αὐτοῦ συγγνῶναί σφισι, τὴν αἰτίαν ἐς ὀλίγους τρέποντες. ὁ δὲ τούτους μὲν ὡς καὶ ἀπόκρισίν τινα αὐτοῖςοὐκ ἐς μακρὰν δώσων κατέσχεν, ὁρμήσας δὲ ἐπὶ τοὺς ἄλλους ἐν ταῖς σκηναῖς ὄντας ἐπέστη τέ σφισι μεσημβριάζουσι καὶ μηδὲν πολέμιον, ἅτε ἐκείνων παρʼ αὐτῷ ὄντων, ὑποτοπουμένοις, καὶ ἐσπηδήσας ἐς αὐτὰς παμπληθεῖς τῶν πεζῶν, οὐδὲ τὰ ὅπλα ἀνελέσθαι φθάσαντας, ἀλλὰ καὶ περὶ ταῖς ἁμάξαις ὑπό τε τῶν γυναικῶν καὶ ὑπὸ τῶν παίδων ἀναμὶξ ὄντων ταραττομένους, κατεφόνευσε.τούς τε ἱππέας ἀπόντας τότε, καὶ παραχρῆμα, ὡς ἐπύθοντο τὸ γεγονός, πρός τε τὰ οἰκεῖα ἤθη ὁρμήσαντας καὶ πρὸς Συγάμβρους ἀποχωρήσαντας, πέμψας ἐξῄτησεν, οὐχ ὅτι καὶ ἐκδοθήσεσθαί σφας προσεδόκησεν (οὐ γάρ που οὕτως οἱ πέραν τοῦ Ῥήνου τοὺς Ῥωμαίους ἐφοβοῦντο ὥστε καὶ τὰ τοιαῦτα αὐτῶν ἀκούεινʼ, ἀλλʼ ὅπως ἐπὶ τῇ προφάσειταύτῃ καὶ ἐκεῖνον διαβαίη. αὐτός τε γὰρ ὃ μηδείς πω πρότερον τῶν ὁμοίων οἱ ἐπεποιήκει, δεινῶς πρᾶξαι ἐγλίχετο, καὶ τοὺς Κελτοὺς πόρρωθεν ἐκ τῆς Γαλατίας ἀνείρξειν, ἅτε καὶ ἐς τὴν οἰκείαν αὐτῶν ἐσβαλών, προσεδόκησεν. ὡς οὖν οὔτε οἱ ἱππῆς ἐξεδίδοντο, καὶ οἱ Οὔβιοι ὅμοροί τε τοῖς Συγάμβροις οἰκοῦντες καὶ διάφοροι αὐτοῖς ὄντες ἐπεκαλέσαντο αὐτόν, διέβη μὲν τὸν ποταμὸνγεφυρώσας, εὑρὼν δὲ τούς τε Συγάμβρους ἐς τὰ ἐρυμνὰ ἀνακεκομισμένους καὶ τοὺς Σουήβους συστρεφομένους ὡς καὶ βοηθήσοντάς σφισιν ἀνεχώρησεν ἐντὸς ἡμερῶν εἴκοσιν.ὁ δὲ δὴ Ῥῆνος ἀναδίδωσι μὲν ἐκ τῶν Ἄλπεων τῶν Κελτικῶν, ὀλίγον ἔξω τῆς Ῥαιτίας, προχωρῶν δὲ ἐπὶ δυσμῶν ἐν ἀριστερᾷ μὲν τήν τε Γαλατίαν καὶ τοὺς ἐποικοῦντας αὐτήν, ἐν δεξιᾷ δὲ τοὺς Κελτοὺς ἀποτέμνεται, καὶ τελευτῶν ἐς τὸν ὠκεανὸν