ταῦτά τε οὖν κυρωθῆναι ἐποίησαν, καὶ μετὰ τοῦτο πικρότερα ἐπιτίμια τοῖς δεκάζουσί τινας ἐπέταξαν, ὥσπερ τι αὐτοὶ ἔλαττον, ὅτι οὐ χρήμασιν ἀλλὰ βίᾳ τὴν ἀρχὴν εἰλήφεσαν, ἁμαρτόντες.ἐπεχείρησαν μὲν γὰρ καὶ τὰ ἀναλώματα τὰ κατὰ τὴν δίαιταν ἐπὶ μακρότατον προηγμένα συστεῖλαι, καίπερ ἐς πᾶν αὐτοὶ καὶ τρυφῆς καὶ ἁβρότητος προκεχωρηκότες, ἐκωλύθησαν δὲ ὑπὸαὐτοῦ τούτου διανομοθετῆσαι. ὁ γὰρ Ὁρτήσιος φιλαναλωτὴς ἐν τοῖς μάλιστα ὢν ἔπεισεν αὐτούς, τό τε μέγεθος τῆς πόλεως ἐπεξιών, καὶ αὐτοὺς ἐπί τε τῇ οἴκοι πολυτελείᾳ καὶ ἐπὶ τῇ ἐς τοὺς ἄλλους μεγαλοφροσύνῃ ἐπαινῶν, καταβαλεῖν τὴν γνώμην, ἅτε καὶ συναγωνιστῇ τῶν λόγων τῷβίῳ σφῶν χρώμενος. τήν τε γὰρ ἐναντίωσιν αἰδεσθέντες, καὶ προσέτι καὶ κατοκνήσαντες φθόνῳ τινὶ τοὺς ἄλλους, ὧν αὐτοὶ ἐποίουν, δοκεῖν ἀπείργειν, ἑκόντες ἀφῆκαν τὴν ἐσήγησιν.κἀν ταῖς αὐταῖς ἡμέραις ὁ Πομπήιος τὸ θέατρον, ᾧ καὶ νῦν λαμπρυνόμεθα, καθιέρωσε, καὶ ἔν τε ἐκείνῳ θέαν καὶ μουσικῆς καὶ ἀγῶνος γυμνικοῦ κἀν τῷ ἱπποδρόμῳ καὶ ἵππων ἅμιλλαν καὶ θηρίων πολλῶν καὶ παντοδαπῶν σφαγὰςἐποίησεν. λέοντές τε γὰρ πεντακόσιοι ἐν πέντε ἡμέραις ἀναλώθησαν, καὶ ἐλέφαντες ὀκτωκαίδεκα πρὸς ὁπλίτας ἐμαχέσαντο. καὶ αὐτῶν οἱ μὲν παραχρῆμα ἀπέθανον, οἱ δὲ οὐ πολλῷ ὕστερον. ἠλεήθησαν γάρ τινες ὑπὸ τοῦ δήμου παρὰ τὴν τοῦ Πομπηίου γνώμην, ἐπειδὴ τραυματισθέντεςτῆς μάχης ἐπαύσαντο, καὶ περιιόντες τάς τε προβοσκίδας ἐς τὸν οὐρανὸν ἀνέτεινον καὶ ὠλοφύροντο οὕτως ὥστε καὶ λόγον παρασχεῖν ὅτι οὐκ ἄλλως ἐκ συντυχίας αὐτὸ ἐποίησαν, ἀλλὰ τούς τε ὅρκους οἷς πιστεύσαντες ἐκ τῆς Λιβύης ἐπεπεραίωντο ἐπιβοώμενοι καὶ τὸ δαιμόνιον πρὸςτιμωρίαν σφῶν ἐπικαλούμενοι. λέγεται γὰρ ὅτι οὐ πρότερον τῶν νεῶν ἐπέβησαν πρὶν πίστιν παρὰ τῶν ἀγόντων σφᾶς ἔνορκον λαβεῖν, ἦ μὴν μηδὲν κακὸν πείσεσθαι. καὶ τοῦτο μὲν εἴτʼ ὄντωςοὕτως εἴτε καὶ ἄλλως πως ἔχει, οὐκ οἶδα· ἤδη γάρ τινες καὶ ἐκεῖνο εἶπον, ὅτι πρὸς τῷ τῆς φωνῆς τῆς πατριώτιδος αὐτοὺς ἐπαΐειν καὶ τῶν ἐν τῷ οὐρανῷ γιγνομένων συνιᾶσιν, ὥστε καὶ ἐν ταῖς νουμηνίαις, πρὶν ἐς ὄψιν τοῖς ἀνθρώποις τὴν σελήνην ἐλθεῖν, πρός τε ὕδωρ ἀείνων ἀφικνεῖσθαικἀνταῦθα καθαρμόν τινά σφων ποιεῖσθαι. ἤκουσα μὲν δὴ ταῦτα, ἤκουσα δὲ καὶ ἐκεῖνο, ὅτι τὸ θέατρον τοῦτο οὐχ ὁ Πομπήιος ἐποίησεν, ἀλλὰ καὶ Δημήτριός τις ἀπελεύθερος αὐτοῦ, ἐκ τῶν χρημάτων ὧν συστρατευόμενός οἱ ἐπεπόριστο. ὅθενπερ καὶ τὴν ἐπωνυμίαν τοῦ ἔργου δικαιότατα αὐτῷ ἀνέθηκεν, ἵνα μὴ μάτην κακῶς ἀκούῃ ὅτι ἐξελεύθερος αὐτοῦ ἠργυρολόγησεν ὥστε καὶ ἐς τηλικοῦτον ἀνάλωμα ἐξικέσθαι.οὐ μὴν ἀλλʼ ἐν μὲν τούτοις οὐ σμικρὰ τῷ δήμῳ ὁ Πομπήιος ἐχαρίσατο, τοὺς δὲ δὴ καταλόγους μετὰ τοῦ Κράσσου πρὸς τὰ ἐψηφισμένα σφίσι ποιούμενος πλεῖστον αὐτοὺς ἐλύπησε. καὶ τότε δὴ οἱ πολλοὶ μετεμέλοντο καὶ τόν τε Κάτωνα καὶ τοὺς ἄλλους ἐπῄνουν, ὥστε καὶ ἐκείνους διά τετοῦτο, καὶ ὅτι δίκη τις λόγῳ μὲν τοῖς ὑποστρατήγοις σφῶν, ἔργῳ δὲ αὐτοῖς πρὸς τὰ γιγνόμενα παρὰ δημάρχων τινῶν ἐπήχθη, βίαιον μὲν μηδὲν τολμῆσαι, τὴν δὲ ἐσθῆτα ὡς ἐπὶ συμφορᾷ μετὰ τῶν ἐκ τῆς βουλῆς στασιωτῶν ἀλλάξασθαι.καὶ ταύτην μὲν εὐθὺς μεταγνόντες καὶ μηδὲ προφάσεώς τινος ἐπιλαβόμενοι μετεσκευάσαντο· τῶν δὲ δημάρχων τούς τε καταλόγους διαλῦσαι καὶ τὰς στρατείας αὐτῶν ἀναψηφίσαι ἐπιχειρούντωνὁ μὲν Πομπήιος οὐκ ἠγανάκτει (τούς τε γὰρ ὑπάρχους παραχρῆμα ἐξεπεπόμφει, καὶ αὐτὸς κατὰ χώραν, ὡς καὶ κωλυόμενος ἐξελθεῖν, ἄλλως διὰ τὴν ἐπιμέλειαν τοῦ σίτου παρεῖναι ὀφείλων, ἡδέως ἔμενεν, ἵνα τάς τʼ Ἰβηρίας ἅμα διʼ ἐκείνων κατάσχῃ καὶ τὰ ἐν τῇ Ῥώμῃ τῇ τε ἄλλῃ Ἰταλίᾳ διʼἑαυτοῦ ποιήσηταἰ, ὁ δὲ δὴ Κράσσος, ἐπειδὴ μηδέτερον αὐτῷ τούτων ὑπῆρχεν, ἐπὶ τὴν ἐκ τῶν ὅπλων ἰσχὺν ἐτράπετο. οἱ οὖν δήμαρχοι ἰδόντες ὅτι ἡ παρρησία αὐτῶν ἄοπλος οὖσα ἀσθενὴς πρὸς τὸ κωλῦσαί τι πραχθῆναι ἦν, ἄλλως μὲν ἐσιώπων, ἐπεφήμιζον δὲ αὐτῷ πολλὰ καὶ ἄτοπα, ὥσπερ οὐκαὶ τῷ δημοσίῳ διʼ ἐκείνου καταρώμενοι, καὶ τοῦτο μὲν ἐν τῷ Καπιτωλίῳ τὰς εὐχὰς αὐτοῦ τὰς νομιζομένας ἐπὶ τῇ στρατείᾳ ποιουμένου καὶ διοσημίας τινὰς καὶ τέρατα διεθρόουν, τοῦτο δὲ ἐξορμωμένῳ οἱ πολλὰ καὶ δεινὰ ἐπηράσαντο. ἐπεχείρησε μὲν γὰρ ὁ Ἀτέιος καὶ ἐς τὸ δεσμωτήριοναὐτὸν ἐμβαλεῖν· ἀντιστάντων δὲ ἑτέρων δημάρχων μάχη τε αὐτῶν καὶ διατριβὴ ἐγένετο, κἀν τούτῳ ὁ Κράσσος ἔξω τοῦ πωμηρίου ἐξῆλθε. καὶ ὁ μέν, εἴτε ἐκ συντυχίας εἴτε καὶ ἐκ τῶνἀρῶν αὐτῶν, οὐκ ἐς μακρὰν ἐσφάλη, ὁ δὲ δὴ Καῖσαρ ἐν τῇ τοῦ Μαρκελλίνου τῇ τε Φιλίππου ὑπατείᾳ ἐπὶ Οὐενέτους ἐστράτευσεν. οἰκοῦσι δὲ πρὸς τῷ ὠκεανῷ, καὶ στρατιώτας τινὰς Ῥωμαίους πεμφθέντας ἐπὶ σῖτον συνέλαβον, καὶ μετὰ τοῦτο τοὺς πρέσβεις τοὺς ὑπὲρ ἐκείνων ἐλθόντας κατέσχον, ὅπως ἀντʼ αὐτῶν τοὺς ὁμήρους σφῶν ἀπολάβωσιν.ὁ οὖν Καῖσαρ τούτους μὲν οὐκ ἀπέδωκε, διαπέμψας δὲ ἄλλους ἄλλῃ, τοὺς μὲν τὰ τῶν συναφεστηκότων αὐτοῖς πορθεῖν, ἵνα μὴ συμβοηθήσωσιν ἀλλήλοις, τοὺς δὲ καὶ τὰ τῶν ἐνσπόνδων,