προσθεῖναι. καὶ ἡ μὲν τῶν στρατηγῶν κατάστασις (ὁ γὰρ Κάτων οὐδὲν βίαιον πρᾶξαι ἠξίωσενʼ εἰρηναία ἐγένετο, περὶ δὲ τοὺς ἀγορανόμους τοὺς κουρουλίους σφαγαὶ συνέβησαν, ὥστε καὶ τὸν Πομπήιον πολλοῦ αἵματος ἀναπλησθῆναι.οὐ μὴν ἀλλʼ ἐκείνους μέν, τούς τε ἄλλους τοὺς ὑπὸ τοῦ δήμου αἱρουμένους, πρὸς τρόπου σφίσιν (αὐτοὶ γὰρ τὰς ἀρχαιρεσίας ἐποίουνʼ ἀπέδειξαν, τούς τε ἀγορανόμους τοὺς ἑτέρους καὶ τῶν δημάρχων τοὺς πλείους προσηταιρίσαντο· δύο δὲ δήμαρχοι, γάιός τε Ἀτέιος Καπίτων καὶ Πούπλιος Ἀκύλιος Γάλλος, οὐχ ὡμολόγησαν αὐτοῖς.ὡς οὖν αἱ ἀρχαὶ κατέστησαν, εἴχοντο ὧν ἐφιεντο. καὶ αὐτοὶ μὲν οὐδένα οὔτε ἐν τῇ βουλῇ οὔτε ἐν τῷ δήμῳ λόγον ὑπὲρ αὐτῶν ἐποιήσαντο, ἀλλὰ καὶ πάνυ ἐπλάττοντο μηδενός σφων προσδεῖσθαι·Γάιος δὲ δὴ Τρεβώνιος δημαρχῶν ἔγραψε τῷ μὲν τήν τε Συρίαν καὶ τὰ πλησιόχωρα αὐτῆς, τῷ δὲ τὰς Ἰβηρίας (καὶ γάρ τι καὶ ἔναγχος ἐκεκίνηντο ) ἄρχειν ἐπὶ πέντε ἔτη δοθῆναι, στρατιώταις τε ὅσοις ἂν ἐθελήσωσι καὶ τῶν πολιτῶν καὶ τῶν συμμάχων χρωμένοις, καὶ πόλεμον καὶ εἰρήνην πρὸς οὓς ἂν βουληθῶσι ποιουμένοις.χαλεπῶς οὖν ἐπὶ τούτῳ πολλῶν, καὶ μάλιστα τῶν τοῦ Καίσαρος φίλων, ἐχόντων, ὅτι ἤμελλον ἐκεῖνοι, τυχόντες ὧν διῳκοῦντο, τὸν Καίσαρα μηκέτʼ ἐπὶ πολὺ τὴν ἀρχὴν ἕξοντα καθείρξειν, καὶ παρασκευαζομένων διὰ τοῦτο ἀντειπεῖν τινων τοῖς γεγραμμένοις, φοβηθέντες οἱ ὕπατοι μὴ διαμάρτωσιν ὧν ἔπραττον, προσεποιήσαντο αὐτοὺς ὥστε τὴν ἡγεμονίαν καὶ ἐκείνῳ τρία ἔτη πλείω, ὥς γετἀληθὲς εὑρίσκεται, μηκῦναι. οὐ μέντοι καὶ ἐς τὸν δῆμόν τι ὑπὲρ αὐτοῦ πρότερον ἐσήνεγκαν πρὶν τὰ σφέτερα βεβαιώσασθαι. οἵ τε γὰρ τοῦ Καίσαρος ἐπιτήδειοι προκαταληφθέντες οὕτως ἡσύχασαν, καὶ τῶν ἄλλων τὸ μὲν πολὺ δουλωθὲν ὑπὸ τοῦ φόβου ἡσυχίαν ἤγαγον, ἀγαπῶντες εἰ καὶὣς περισωθεῖεν, ὁ δὲ δὴ Κάτων καὶ ὁ Φαουώνιος ἠναντιοῦντο μὲν πᾶσι τοῖς πρασσομένοις ὑπʼ αὐτῶν, συνεργοὺς ἄλλους τέ τινας καὶ τοὺς δύο δημάρχους ἔχοντες, ἅτε δὲ ὀλίγοι πρὸς πολλοὺςἀγωνιζόμενοι μάτην ἐπαρρησιάζοντο. καὶ ὁ μὲν Φαουώνιος μίαν ὥραν μόνην παρὰ τοῦ Τρεβωνίου πρὸς τὴν ἀντιλογίαν λαβών, κατέτριψεν αὐτὴν ὑπὲρ αὐτῆς τῆς τοῦ καιροῦ στενοχωρίας εἰκῇ βοῶν· ὁ δὲ δὴ Κάτων ἔτυχε μὲν ἐν δύο ὥραιςδημηγορῆσαι, τραπόμενος δὲ πρὸς κατηγορίαν τῶν τε ἐν χερσὶ καὶ τῆς ὅλης καταστάσεως, ὥσπερ εἰώθει, κατανάλωσε τὸν καιρὸν πρὶν καὶ ὁτιοῦν τῶν προκειμένων εἰπεῖν, οὐχ ὅτι οὐκ ἐνεδέχετό τι καὶ περὶ ἐκείνων λεχθῆναι, ἀλλʼ ἵνʼ ἔτι τι δημηγορῆσαι δοκῶν ἔχειν ὑπό τε τοῦ Τρεβωνίου σιγασθῇ καὶ αὐτῷ καὶ τοῦτʼ αὐτὸ ἐγκαλῇ, ἐπεὶ εὖ γε ἠπίστατο ὅτι οὐδʼ εἰ πάσῃ τῇ ἡμέρᾳ ἐκέχρητο, πεῖσαί τι ὧν ἐβούλετο ψηφίσασθαί σφας ἐδύνατο.οὐκοῦν οὔτε παραχρῆμα σιωπῆσαι κελευσθεὶς ἐπαύσατο, ἀλλὰ καὶ ἐξωσθεὶς καὶ ἑλκυσθεὶς ἐκ τοῦ συλλόγου ἐπανῆλθε, καὶ τὸ τελευταῖον καὶ ἐς τὸ οἴκημα ἐσαχθῆναι προσταχθεὶς οὐκ ἐμετρίασεν.καὶ ἐκείνη μὲν ἡ ἡμέρα οὕτω κατετρίβη ὥστε μηδʼ εἰπεῖν ἀρχὴν μηδὲν τοὺς δημάρχους δυνηθῆναι· ἐν γάρ τοι ταῖς συνόδοις ταῖς τοῦ δήμου, ἐν αἷς γε καὶ ἐβουλεύοντο, πάσαις τοῖς ἰδιώταιςπρὸ τῶν τὰς ἀρχὰς ἐχόντων ὁ λόγος ἐδίδοτο, τοῦ μηδένα αὐτῶν, ὡς ἔοικε, τῇ τοῦ κρείττονος γνώμῃ προκαταλαμβανόμενον ὑποστέλλεσθαί τι ὧν φρονοίη, ἀλλʼ ἐπὶ πάσης παρρησίας τὰ δοκοῦντααὐτῷ λέγειν. φοβηθεὶς οὖν ὁ Γάλλος μή τις αὐτὸν ἐκ τῆς ἀγορᾶς τῇ ὑστεραίᾳ ἐξείρξῃ ἢ καὶ δεινότερόν τι ἐργάσηται, ἔς τε τὸ συνέδριον ἀφʼ ἑσπέρας ἐσῆλθε καὶ ἐν αὐτῷ ἐνυκτέρευσε, τῆς τε ἀσφαλείας ἕνεκα τῆς παρὰ τοῦ χωρίου, καὶ ὅπως ἐκεῖθεν ἅμαἕῳ πρὸς τὸ πλῆθος ἐξέλθῃ. καὶ τοῦτον μὲν ὁ Τρεβώνιος μάτην ἐνταῦθα καὶ τὴν νύκτα καὶ τῆς ἡμέρας τὸ πλεῖον ἐνδιατρῖψαι ἐποίησε, πάσας τὰς θύρας τοῦ βουλευτηρίου κλείσας· τὸν δὲ Ἀτέιον τόν τε Κάτωνα καὶ τὸν Φαουώνιον καὶ τοὺς ἄλλους τοὺς μετʼ αὐτῶν ὄντας ἕτεροι, προκαταλαβόντες τῆς νυκτὸς τὸ τοῦ συλλόγου χωρίον, ἐξεῖργον.καὶ ἐπειδὴ ὁ μὲν Φαουώνιος καὶ ὁ Νίννιος διαλαθόντες πως ἔνδον ἐγένοντο, ὁ δὲ δὴ Κάτων καὶ ὁ Ἀτέιος ἐπαναβάντες τισὶ τῶν περιεστηκότων καὶ μετεωρισθέντες ὑπʼ αὐτῶν διοσημίαν, ὡς καὶ διαλύσοντές σφας, ἐπεφήμιζον, τούτους μὲν ἑκατέρους οἱ ὑπηρέται τῶν δημάρχων ἐξήλασαν, τοὺς δʼ ἄλλους τοὺς σὺν αὐτοῖς ὄντας κατετραυμάτισαν, καί τινας καὶ ἀπέκτειναν.κυρωθέντος δὲ οὕτω τοῦ νόμου, καὶ τοῦ πλήθους ἀπαλλαττομένου ἤδη ἐκ τοῦ συλλόγου, παραλαβὼν ὁ Ατέιος τὸν Γάλλον αἵματος ἀνάπλεων (ἐκβιαζόμενος γὰρ ἐκ τοῦ συνεδρίου ἐπλήγἠ παρήγαγέ τε ἐς τοὺς ἔτι παρόντας, καὶ ἐπιδείξας αὐτόν, καὶ ἐπειπὼν ὅσα εἰκὸς ἦν,δεινῶς σφας ἐξετάραξεν. αἰσθόμενοι οὖν τοῦθʼ οἱ ὕπατοι ἦλθόν τε διὰ ταχέων (ἐγγύθεν γάρ ποθεν τοῖς πραττομένοις ἐφήδρευονʼ καὶ καταφοβήσαντες αὐτούς, ἅτε καὶ χεῖρα οὐκ ὀλίγην ἔχοντες, εὐθύς τε ἐκκλησίαν συνήγαγον καὶ τὰ κατὰ τὸν Καίσαρα ἐπεψήφισαν, ἀντειπεῖν μὲν καὶ πρὸς ἐκεῖνα τῶν αὐτῶν πειραθέντων, οὐ μέντοι καὶ δυνηθέντων τι πρᾶξαι.