ἔσεσθαι προσδοκήσαντες, ἐσεδέξαντο· ὁ δὲ Κάτων ἐπὶ μὲν τούτοις οὐδὲν εἶχε σεμνύνεσθαι, ὅτι δὲ δὴ τά τε ἄλλα ἄριστα διῴκησε, καὶ δούλους καὶ χρήματα πολλὰ ἐκ τῶν βασιλικῶν ἀθροίσας οὐδὲν ᾐτιάθη ἀλλὰ ἀνεπικλήτως πάντα ἀπέδειξεν, ἀνδραγαθίας οὐδὲν ἧττον ἢ εἰ πολέμῳ τινὶ ἐνενικήκει μετεποιεῖτο· ὑπὸ γὰρ τοῦ πολλοὺς δωροδοκεῖν σπανιώτερον τὸ τῶν χρημάτων καταφρονεῖν τινα τοῦ τῶν πολεμίων κρατεῖν ἐνόμιζε.τότε οὖν ὁ Κάτων ἐν δόξῃ τινὶ ἐπινικίων διὰ ταῦτʼ αἰσίων ἐγένετο, καὶ οἱ ὕπατοι γνώμην ἐν τῷ συνεδρίῳ ἐποιήσαντο στρατηγίαν αὐτῷ δοθῆναι καίπερ μηδέπω ἐκ τῶν νόμων προσήκουσαν. καὶ οὐκ ἀπεδείχθη μέν (αὐτὸς γὰρ ἀντεῖπἐ, τὴν δὲ δὴεὔκλειαν καὶ ἐκ τούτου μείζονα ἔσχε. Κλώδιος δὲ ἐπεχείρησε μὲν τοὺς οἰκέτας τοὺς ἐκ τῆς Κύπρου ἀχθέντας Κλωδίους, ὅτι αὐτὸς τὸν Κάτωνα ἐκεῖσε ἐπεπόμφει, ὀνομόσαι, οὐκ ἠδυνήθη δὲ ἐναντιωθέντος αὐτοῦ. καὶ οἱ μὲν Κύπριοι ἐπεκλήθησαν, καίτοι τινῶν Πορκίους σφᾶς προσειπεῖν ἐθελησάντων(ὁ γὰρ Κάτων καὶ τοῦτʼ ἐκώλυσενʼ· ὀργῇ δʼ οὖν ὁ Κλώδιος τὴν ἐναντίωσιν αὐτοῦ φέρων, τά τε διοικηθέντα ὑπʼ αὐτοῦ διέβαλλε καὶ τοὺς λογισμοὺς τῶν πεπραγμένων ἀπῄτει, οὐχ ὅτι καὶ διελέγξαι τι αὐτὸν ἀδικοῦντα ἐδύνατο, ἀλλʼ ὅτι ὑπὸ ναυαγίας τὰ γράμματα σχεδόν τι πάντα διέφθαρτο, καὶ ἐδόκει κατὰ τοῦτό τι ἰσχύσειν.ἐβοήθει δὲ καὶ τότε τῷ Κλωδίῳ ὁ Καῖσαρ καίτοι μὴ παρών, καὶ τάς γε κατηγορίας αὐτῷ τὰς κατὰ τοῦ Κάτωνος ἐπιστολιμαίους, ὥς γέ τινές φασιν, ἔπεμπεν. ἐπεφέρετο δὲ τῷ Κάτωνι ἄλλα τε καὶ ὅτι τὴν στρατηγίαν οἱ αὐτὸς τοὺς ὑπάτους πείσας, ὥς γε ἔλεγον, ἐσηγήσασθαι, προσεποιήσατο ἐθελοντής, ἵνα καὶ μὴ ἄκων ἀποτετυχηκέναι αὐτῆς δόξῃ, παρεῖσθαι.οὗτοί τε οὖν ἐμάχοντο, καὶ ὁ Πομπήιος ἔσχε μὲν καὶ ἐν τῇ τοῦ σίτου διαδόσει τριβήν τινα· πολλῶν γὰρ πρὸς τὰς ἀπʼ αὐτοῦ ἐλπίδας ἐλευθερωθέντων, ἀπογραφήν σφων, ὅπως ἔν τε κόσμῳ καὶ ἐν τάξει τινὶ σιτοδοτηθῶσιν, ἠθέλησεποιήσασθαι· οὐ μὴν ἀλλὰ τοῦτο μὲν τῇ τε ἑαυτοῦ σοφίᾳ καὶ ἐκ τοῦ πλήθους τοῦ σίτου ῥᾷόν πως διῴκησε, τὴν δὲ δὴ ὑπατείαν αἰτῶν πράγματα ἔσχε καὶ αἰτίαν ἀπʼ αὐτοῦ ἔλαβεν.ἐλύπει μὲν γὰρ αὐτὸν καὶ τὰ ὑπὸ τοῦ Κλωδίου γιγνόμενα, καὶ μάλισθʼ ὅτι καὶ ὑπὸ τῶν ἄλλων ὑπερεωρᾶτο ὧν διέφερε, διά τε τὸ ἀξίωμα καὶ διὰ τὰς ἐλπίδας ἀφʼ ὧν καὶ ἰδιωτεύων ὑπὲρ πάντας αὐτοὺς τιμηθήσεσθαι προσεδόκησεν ὑβριζόμενος.ἀλλὰ τούτων μὲν ἔσθʼ ὅτε καὶ κατεφρόνει· παραχρῆμα μὲν γὰρ κακῶς ἀκούων ἐδυσχέραινεν, διαλιπὼν δὲ καὶ ἐς ἀναλογισμὸν τῆς τε ἑαυτοῦ ἀρετῆς καὶ τῆς τῶν ἐναντίων κακίας ἀφικνούμενοςοὐκέτʼ αὐτῶν προετίμα· ὁ δὲ δὴ Καῖσαρ αὐξανόμενος, καὶ ὁ δῆμος τά τε κατειργασμένα αὐτῷ θαυμάζων ὥστε καὶ ἐκ ἀποστεῖλαι, καὶ πρὸς τὰς ἀπʼ αὐτοῦ ἐλπίδας ἐπαιρόμενος ὥστε καὶ χρήματά οἱ πολλὰ ψηφίσασθαι,δεινῶς αὐτὸν ἠνία. ἐπεχείρησε μὲν γὰρ τοὺς ὑπάτους ἀναπεῖσαι μήτε τὰς ἐπιστολὰς αὐτοῦ εὐθὺς ἀναγιγνώσκειν, ἀλλὰ καὶ ἐπὶ πλεῖστον, μέχρις ἂν αὐτόματος ἡ δόξα τῶν πραττομένων ἐκνικήσῃ, συγκρύπτειν, καὶ διάδοχόν τινα αὐτῷ καὶ πρὸ τοῦ καθήκοντος καιροῦ πέμψαι.τοσαύτῃ γὰρ φιλοτιμίᾳ ἐχρῆτο ὥσθʼ ὅσα αὐτὸς τῷ Καίσαρι συνέπραξε καὶ βασκαίνειν καὶ καταλύειν, καὶ ἐκείνῳ τε ἄλλως τε μεγάλως ἐπαινουμένῳ καὶ τὰ ἑαυτοῦ συσκιάζοντι ἄχθεσθαι, καὶ τῷ δήμῳ ἐγκαλεῖν ὅτι αὐτόν τε ἐν ὀλιγωρίᾳ ἐποιεῖτο καὶ τὸν Καίσαρα ὑπερεσπούδαζε.τά τε γὰρ ἄλλα καὶ ἠγανάκτει ὁρῶν αὐτοὺς τῶν τε προποιηθέντων τινὶ ἐπὶ τοσοῦτον μνημονεύοντας ἐφʼ ὅσον μηδὲν ἄλλο ἐπιγένοιτο, καὶ πρὸς τὸ ἀεὶ καθιστάμενον, κἂν ἔλαττον τοῦ προτέρου ᾖ, προχειρότατα τῷ τε τοῦ συνήθους κόρῳ καὶ τῇ τοῦ ξένου ἡδονῇ φερομένους, καὶ τὸ μὲν προευδοκιμοῦν πᾶν καταλύοντας ὑπὸ τοῦ φθόνου, τὸ δʼ ἄρτι προφαινόμενον συνεπαύξονταςὑπὸ τῶν ἐλπίδων. διʼ οὖν ταῦτα δυσχεραίνων, καὶ μήτε τι διὰ τῶν ὑπάτων διαπράξασθαι δυνηθεὶς καὶ τὸν Καίσαρα μείζω τῆς πρὸς ἑαυτὸν πίστεως γιγνόμενον ὁρῶν, οὐκ ἐν ἐλαφρῷ τὸ πρᾶγμα ἐποιήσατο. καὶ γὰρ ἐνόμιζε δύο τε εἶναι τὰ τὰς φιλίας τινῶν συγχέοντα, τό τε δέος καὶ τὸν φθόνον, καὶ ταῦτα ἀπʼ ἀντιπάλου καὶ τῆς δόξης καὶ τῆς ἰσχύος μόνως μὴ συμβαίνειν·ἕως μὲν γὰρ ἂν ἰσομοιρῶσί τινες αὐτῶν, καὶ ἐκείνας ἐρρῶσθαι, ἐπειδὰν δʼ ὑπεράρωσί τι οἱ ἕτεροι, ἐνταῦθα τό τε ἐλαττούμενον φθονῆσαν μισεῖν τὸν κρείττονα καὶ τὸ κρατοῦν καταφρονῆσαν ἐξυβρίζειν ἐς τὸν χείρονα, καὶ οὕτως ἀπʼ ἀμφοτέρων τὸν μὲν τῇ ἐλαττώσει ἀγανακτοῦντα τὸν δὲ τῇ πλεονεξίᾳ ἐπαιρόμενον, πρός τε διαφορὰς καὶ πρὸς πολέμους ἐκ τῆς πρὶν φιλίαςἀφικνεῖσθαι. τοιούτοις οὖν δή τισι λογισμοῖς ὁ Πομπήιος ἐπὶ τὸν Καίσαρα ὡπλίζετο. καὶ ἐδόκει γὰρ οὐκ ἂν ῥᾳδίως μόνος αὐτὸν καταλῦσαι, τὸν Κράσσον, ὡς καὶ μετʼ αὐτοῦ τοῦτο ποιήσων, ἔτι καὶ μᾶλλον ἀνηρτήσατο.συμφρονήσαντες οὖν ἄλλως μὲν οὐδὲν ἰδιωτεύοντες πράξειν ἤλπισαν, ἂν δʼ ὑπατεύσωσι κἀκ τούτου καὶ αὐτοὶ τὰ πράγματα τῇ ἐκείνου ζηλώσει διαλάβωσι, καὶ ἀντίρροποί οἱ ἔσεσθαι καὶ ταχὺ αὐτοῦ, ἅτε καὶ δύο ἑνός, περιγενήσεσθαι προσεδόκησαν.