ῥαβδούχων δύο καταγαγεῖν αὐτὸν κελευόντων (ὅ τε γὰρ Πτολεμαῖος μαθὼν τὸ χρησθὲν ἠξίωσε τούτου τυχεῖν, καὶ τὰ γράμματα αὐτοῦ Αὖλος Πλαύτιος ἐς τὸ κοινὸν δημαρχῶν ἀνέγνὠ, δείσαντες οἱ βουλευταὶ μὴ μείζων ἔθʼ ὁ Πομπήιος καὶ ἀπʼ ἐκείνου γένηται, ἀντέπραξαν αὐτῷ τῇ τοῦ σίτου προφάσει χρησάμενοι.ταῦτα μὲν ἐπί τε Λουκίου Φιλίππου καὶ ἐπὶ Γναίου Μαρκελλίνου ὑπάτων ἐγένετο· καὶ αὐτὰ ὁ Πτολεμαῖος μαθὼν τήν τε κάθοδον ἀπέγνω, καὶ ἐς Ἔφεσον ἐλθὼν παρὰ τῇ θεῷ διῃτᾶτο.τῷ δὲ δὴ προτέρῳ ἔτει καὶ τοιόνδε τι, ἴδιον μέν, φέρον δέ πως ἐς τὴν συγγραφήν, ἐπράχθη. τοῦ γὰρ νόμου διαρρήδην ἀπαγορεύοντος μηδένας δύο ἅμα ἐκ τῆς αὐτῆς συγγενείας τὴν αὐτὴν ἱερατείαν ἔχειν, ὁ Σπινθὴρ ὁ ὕπατος ἐπιθυμήσας Κορνήλιον Σπινθῆρα τὸν υἱὸν ἐς τοὺς οἰωνιστὰς ἐσαγαγεῖν,ἔπειτʼ ἐπειδὴ ὁ Φαῦστος ὁ τοῦ Σύλλου παῖς ἐκ τοῦ τῶν Κορνηλίων φύλου ὢν προενεγέγραπτο, ἐξεποίησεν αὐτὸν ἐς τὸ Μαλλίου Τορκουάτου γένος, καὶ οὕτως ὁ νόμος ἐν τοῖς ἑαυτοῦ ῥήμασι μείνας ἔργῳ κατελύθη.μετὰ δὲ δὴ τοῦτο ὁ Κλώδιος ἐπειδὴ τάχιστα ἐς τὴν ἀγορανομίαν ἐπί τε τοῦ Φιλίππου καὶ ἐπὶ τοῦ Μαρκελλίνου παρεληλύθει (πρὸς γὰρ τὴν ἀπόδρασιν τῆς δίκης παρακελευστὸς ᾑρέθἠ, γραφὴν κατὰ τοῦ Μίλωνος τῆς τῶν μονομάχων παρασκευῆς ἀπήνεγκε· ἃ γὰρ αὐτὸς ἔπραττε καὶἐφʼ οἷς ἐκρίνετο, ταῦτʼ ἐκείνῳ ἀντενεκάλει. ἐποίει δὲ τοῦτο οὐχ ὅτι τὸν Μίλωνα προσεδόκα αἱρήσειν ἅτε καὶ συναγωνιστὰς ἰσχυροὺς ἄλλους τε καὶ τὸν Κικέρωνα τόν τε Πομπήιον ἔχοντα, ἀλλʼ ἵνα ἐπὶ τῇ προφάσει ταύτῃ τῷ τε Μίλωνι προσπολεμοίηκαὶ ἐκείνους ὑβρίζοι. πρὸς γοῦν τοῖς ἄλλοις τοιόνδε τι ἐμεμηχάνητο· παρασκευάσας τοὺς ἑταίρους ἵνʼ, ὁπότε πύθοιτο αὐτῶν ἐν τοῖς συλλόγοις “τίς ὁ ποιῶν ἢ καὶ λέγων τοιόνδε τι ἦν, ” συνεκβοῷεν ὅτι Πομπήιος, ἐπηρώτα πολλάκις ἐξαίφνης πάνθʼ ὅσα ἐπαίτια περὶ αὐτὸν ἢ κατὰ τὸ σῶμα ἢ κατʼ ἄλλο τι ἦν, ἰδίᾳ καὶ καθʼἕκαστον, ὡς οὐ περὶ ἐκείνου δὴ λέγων· κἀκ τούτου τῶν μὲν ἐξαρχόντων τῶν δὲ συνεπηχούντων σφίσιν, οἷα φιλεῖ ἐν τοῖς τοιούτοις γίγνεσθαι, καὶ λεγόντων ὅτι Πομπήιος, χλευασία πολλὴ συνέβαινεν, ὥστε ἐκεῖνον μήτε τὴν ἡσυχίαν ἄγειν καρτεροῦντα μήθʼ ὅμοιόν τι ποιεῖν αὐτῷ ὑπομένοντα περιοργῆ τε γίγνεσθαι καὶ ἐν ἀμηχανίᾳ καθίστασθαι, καὶ λόγῳ μὲν τὸν Μίλωνα κατακρίνεσθαι, ἔργῳ δὲ αὐτὸν μηδʼ ἀπολογούμενον ἁλίσκεσθαι.ὁ γὰρ Κλώδιος, ὅπως ἐπὶ πλεῖον ἀποροίη, οὐκ εἴα τὸν φρατριατικὸν νόμον ἐσενεχθῆναι· πρὶν γὰρ ἐκεῖνον τεθῆναι οὔτʼ ἄλλο τι τῶν σπουδαίων ἐν τῷ κοινῷ πραχθῆναι οὔτε δίκην οὐδεμίαν ἐσαχθῆναι ἐξῆν.τέως μὲν οὖν ὁ Μίλων τῶν λοιδοριῶν καὶ τῶν σφαγῶν πρόσχημα αὐτοῖς ἦν· τεράτων τέ τινων ἐν τούτῳ γενομένων (ἔν τε γὰρ τῷ Ἀλβανῷ νεὼς Ἥρας βραχὺς ἐπὶ τραπέζης τινὸς πρὸς ἀνατολῶν ἱδρυμένος πρὸς τὴν ἄρκτον μετεστράφη, καὶ λαμπὰς ἀπὸ τῆς μεσημβρίας ὁρμηθεῖσα πρὸς βορέανδιῇξε, λύκος τε ἐς τὴν πόλιν ἐσῆλθε, καὶ σεισμὸς ἐγένετο, τῶν τε πολιτῶν τινες κεραυνοῖς ἐφθάρησαν, καὶ θόρυβος ἐν τῷ Λατίνῳ ὑπὸ γῆς ἐξηκούσθη· καὶ αὐτὰ οἱ μάντεις ἀκέσασθαι ἐθελήσαντες ὀργίζεσθαί σφισι δαιμόνιόν τι ὡς καὶ ἱερῶν τινων ἢ χωρίων οὐχ ὁσίων ἐποικουμένωνἔφασανʼ ἐνταῦθα ὁ Κλώδιος τὸν Κικέρωνα μεταλαβὼν τῷ τε λόγῳ πολὺς ἐνέκειτο, ὅτι τὸ ἔδαφος τῆς οἰκίας ἱερωμένον τῇ Ἐλευθερίᾳ κατῳκοδόμησε, καὶ ἐπῆλθέ ποτε ἐπʼ αὐτὸ ὡς καὶ ἐκ θεμελίων αὖθις αὐτὴν ἀναιρήσων. καὶ οὐκ ἐποίησε μὲντοῦτο, ὁ γὰρ Μίλων ἐκώλυσεν· ὁ δʼ οὖν Κικέρων ὡς καὶ παθὼν αὐτὸ ὀργήν τε εἶχε καὶ κατηγορίας ἐποιεῖτο, καὶ τέλος τόν τε Μίλωνα καὶ δημάρχους τινὰς παραλαβὼν ἀνῆλθέ τε ἐς τὸ Καπιτώλιον καὶ τὰς στήλας τὰς ἐπὶ τῇ ἑαυτοῦ φυγῃ ὑπὸτοῦ Κλωδίου σταθείσας καθεῖλε. καὶ τότε μὲν αὐτὰς ἐκείνου σὺν Γαΐῳ τῷ ἀδελφῷ στρατηγοῦντι ἐπελθόντος ἀφῃρέθη, μετὰ δὲ τοῦτο φυλάξας ἐκδημοῦντα τὸν Κλώδιον ἀνέβη τε αὖθις ἐς τὸ Καπιτώλιον, καὶ λαβὼν αὐτὰς οἴκαδε ἀπεκόμισε.γενομένου δὲ τούτου οὐδὲν ἔτʼ ἀπώμοτον οὐδετέρῳ αὐτῶν ἦν, ἀλλὰ ἐλοιδόρουν ἀλλήλους καὶ διέβαλλον ἄλλα τε ὅσα ἐδύναντο, μηδενὸς τῶν αἰσχίστωνἀπεχόμενοι, καὶ ὁ μὲν τήν τε δημαρχίαν τὴν τοῦ Κλωδίου ὡς καὶ παρὰ τοὺς νόμους γενομένην καὶ τὰ πραχθέντα ἐν αὐτῇ ὑπʼ αὐτοῦ ὡς καὶ ἄκυρα ὄντα, ὁ δὲ τήν τε φυγὴν τὴν τοῦ Κικέρωνος ὡς καὶ δικαίως ἐγνωσμένην καὶ τὴν κάθοδον αὐτοῦ ὡς καὶ παρανόμως ἐψηφισμένην.μαχομένων δὲ αὐτῶν, καὶ τοῦ Κλωδίου πολὺ τῇ στάσει ἐλαττουμένου, ὁ Κάτων ὁ Μᾶρκος ἐπελθὼν ἀνίσωσεν αὐτούς· τῷ τε γὰρ Κικέρωνι ἀχθόμενος, καὶ φοβηθεὶς ἅμα μὴ καὶ ὅσα αὐτὸς ἐν τῇ Κύπρῳ ἐπεποιήκει καταλυθείη, ὅτι πρὸς τοῦ Κλωδίου δημαρχοῦντος ἐπέπεμπτο, προθύμωςαὐτῷ συνήρατο. μέγα γὰρ ἐπʼ αὐτοῖς ἐφρόνει, καὶ περὶ παντὸς τὸ βεβαιωθῆναι αὐτὰ ἐποιεῖτο. ὁ μὲν γὰρ Πτολεμαῖος ὁ τὴν νῆσον τότε κατέχων, ἐπειδὴ τά τε ἐψηφισμένα ᾔσθετο καὶ μήτʼ ἀντᾶραι τοῖς Ῥωμαίοις ἐτόλμησε μήτʼ αὖ στερηθεὶς τῆςἀρχῆς ζῆν ὑπέμεινε, φάρμακον πιὼν ἀπέθανε, καὶ οἱ Κύπριοι τὸν Κάτωνα οὐκ ἀκουσίως, ἅτε καὶ φίλοι καὶ σύμμαχοι τῶν Ῥωμαίων ἀντὶ δούλων