καὶ ὁ μὲν ταῦτʼ εἰπὼν ἀπηλλάγη· ὁ δὲ δὴ Καῖσαρ τῶν μὲν ἄλλων τῶν ἐν ταῖς ἀρχαῖς ὄντων οὐδένα ἔτι διήρετο, δείσας μὴ καὶ ἐκείνων τις ἐναντιωθῇ οἱ, τὸν δὲ δὴ Πομπήιον τόν τε Κράσσον καίπερ ἰδιωτεύοντας παραγαγὼν ἐκέλευσε γνώμηνπερὶ τῶν γεγραμμένων ἀποφήνασθαι, οὐχ ὅτι οὐκ ἠπίστατο τὴν διάνοιαν αὐτῶν (σύμπαντα γὰρ κοινῇ ἔπραττονʼ ἀλλʼ ἵνα αὐτοῖς τε ἐκείνοις τιμήν, ὅτι καίτοι μηδεμίαν ἀρχὴν ἔχουσιν συμβούλοις περὶ τοῦ νόμου χρῷτο, προσθείη, καὶ τοὺς ἄλλους προσκαταπλήξῃ, ὁμογνώμονας τοὺς πρώτους τε ὁμολογουμένως ἐν τῇ πόλει τότε ὄντας καὶ μέγιστον παρὰ πάντας δυναμένουςλαβών, τῷ τε πλήθει καὶ κατʼ αὐτὸ τοῦτο χαρίσαιτο, τεκμηριῶν ὅτι μήτʼ ἀτόπου μήτʼ ἀδίκου τινὸς ὀρέγοιντο, ἀλλʼ ὧν καὶ ἐκεῖνοι καὶ δοκιμασταὶ καὶ ἐπαινέται γίγνοιντο.ὅ τε οὖν Πομπήιος μάλα ἀσμένως “οὐκ ἐγώ,” ἔφη, “μόνος, ὦ Κυιρῖται, τὰ γεγραμμένα δοκιμάζω, ἀλλὰ καὶ ἡ ἄλλη βουλὴ πᾶσα, διʼ ὧν οὐχ ὅτι τοῖς μετʼ ἐμοῦ ἀλλὰ καὶ τοῖς μετὰ τοῦ Μετέλλου συστρατευσαμένοις ποτὲ γῆν δοθῆναι ἐψηφίσατο.τότε μὲν οὖν (οὐ γὰρ ηὐπόρει τὸ δημόσιονʼ εἰκότως ἡ δόσις αὐτῆς ἀνεβλήθη· ἐν δὲ δὴ τῷ παρόντι (παμπλούσιον γὰρ ὑπʼ ἐμοῦ γέγονἐ προσήκει καὶ ἐκείνοις τὴν ὑπόσχεσιν καὶ τοῖς ἄλλοις τὴν ἐπικαρπίαν τῶν κοινῶν πόνων ἀποδοθῆναι.”ταῦτʼ εἰπὼν ἐπεξῆλθέ τε καθʼ ἕκαστον τῶν γεγραμμένων, καὶ πάντα αὐτὰ ἐπῄνεσεν, ὥστε τὸν ὅμιλον ἰσχυρῶς ἡσθῆναι. ὁ οὖν Καῖσαρ ἰδὼν τοῦτο ἐκεῖνόν τε ἐπήρετο εἰ βοηθήσοι οἱ προθύμως ἐπὶ τοὺς τἀναντία σφίσι πράττοντας, καὶ τῷ πλήθει παρῄνεσε προσδεηθῆναι πρὸς τοῦτοαὐτοῦ. γενομένου δὲ τούτου ἐπαρθεὶς ὁ Πομπήιος, ὅτι τῆς παρʼ ἑαυτοῦ ἐπικουρίας, καίπερ μηδεμίαν ἡγεμονίαν ἔχοντος, καὶ ὁ ὕπατος καὶ ὁ ὅμιλος ἔχρῃζεν, ἄλλα τε πολλὰ ἀνατιμῶν τε καὶ ἀποσεμνύνων ἑαυτὸν διελέξατο, καὶ τέλος εἶπεν ὅτι, ἄν τις τολμήσῃ ξίφος ἀνελέσθαι,καὶ ἐγὼ τὴν ἀσπίδα ἀναλήψομαι. ταῦθʼ οὕτως ὑπὸ τοῦ Πομπηίου λεχθέντα καὶ Κράσσος ἐπῄνεσεν. ὥστʼ εἰ καί τισι τῶν ἄλλων μὴ ἤρεσκεν, οι ἄλλως τε ἄνδρες ἀγαθοὶ νομιζόμενοι καὶ πρὸς τὸν Καίσαρα ἐχθρῶς, ὥς γε καὶ ἐδόκουν σφίσιν, ἔχοντες (οὐ γάρ πω ἡ καταλλαγὴ αὐτῶν ἔκδηλος ἦνʼ συνῄνουν οἷς ἐγεγράφει, πρόθυμοι πρὸς τὴν τοῦ νόμου κύρωσιν ἐγένοντο.οὐ μέντοι καὶ ὁ Βίβουλος ἐνεδίδου, ἀλλὰ τρεῖς δημάρχους συναγωνιστὰς προσθέμενος ἐκώλυσε τὸ νομοθέτημα, καὶ τέλος, ἐπειδὴ μηκέτʼ αὐτῷ μηδεμία ἄλλη σκῆψις ἀναβολῆς ὑπελείπετο, ἱερομηνίαν ἐς πάσας ὁμοίως τὰς λοιπὰς τοῦ ἔτους ἡμέρας, ἐν αἷς οὐδʼ ἐς ἐκκλησίαν ὁ δῆμος ἐκ τῶννόμων συνελθεῖν ἐδύνατο, προηγόρευσε. καὶ ἐπειδὴ ὅ τε Καῖσαρ βραχὺ αὐτοῦ φροντίσας ῥητήν τινα ἡμέραν προεῖπεν ἵνʼ ἐν αὐτῇ νομοθετήσῃ, καὶ τὸ πλῆθος νυκτὸς τὴν ἀγορὰν προκατέλαβεν, ἐπῆλθε μετὰ τῶν παρεσκευασμένων, καὶ πρὸς μὲν τὸ Διοσκόρειον, ἀφʼ οὗπερ ἐκεῖνος ἐδημηγόρει, διέπεσεν, τὰ μὲν αἰδοῖ τῶν ἀνθρώπων ὑπεικόντωνοἱ, τὰ δὲ καὶ νομιζόντων αὐτὸν μὴ καὶ ἐναντιωθήσεσθαί σφισιν, ὡς δὲ ἄνω τε ἐγένετο καὶ ἀντιλέγειν ἐπειρᾶτο, αὐτός τε κατὰ τῶν ἀναβασμῶν ἐώσθη καὶ αἱ ῥάβδοι αὐτοῦ συνετρίβησαν, πληγάς τε καὶ τραύματα ἄλλοι τε καὶ οἱ δήμαρχοι ἔλαβον.καὶ ὁ μὲν νόμος οὕτως ἐκυρώθη, Βίβουλος δὲ τότε μὲν ἀγαπητῶς ἐσώθη, τῇ δʼ ὑστεραίᾳ ἐπείρασε μὲν ἐν τῷ συνεδρίῳ αὐτὸν λῦσαι, ἐπέρανε δʼ οὐδέν· τῇ γὰρ τοῦ πλήθους σπουδῇ δεδουλωμένοιπάντες ἡσύχαζον. ἀνεχώρησέ τε οὖν οἴκαδε, καὶ οὐκέτι τὸ παράπαν ἐς τὸ κοινὸν μέχρι τῆς τελευταίας τοῦ ἔτους ἡμέρας παρῆλθεν, ἀλλʼ ἐν τῇ οἰκίᾳ καταμένων ἀεὶ τῷ Καίσαρι, ὁσάκις γε ἐνεωτέριζέ τι, ἐνετέλλετο διὰ τῶν ὑπηρετῶν ὅτι ἱερομηνία τε εἴη καὶ οὐδὲν ὁσίως ἐκ τῶν νόμων ἐναὐτῇ δύναιτο δρᾶσθαι. ἐπεχείρησε μὲν γὰρ αὐτὸν ἐπὶ τούτοις Πούπλιός τις Οὐατίνιος δήμαρχος ἐς τὸ οἴκημα καταθέσθαι, τῶν δὲ συναρχόντων οἱ ἐναντιωθέντων οὐκ ἐνέβαλεν, ἀλλʼ ἐκεῖνός τε οὕτω τῶν πολιτικῶν ἐξέστη καὶ οἱ δήμαρχοι οἱ συνεξετασθέντες αὐτῷ οὐκέτʼ οὐδὲν δημόσιον ἔπραξαν.ὁ δʼ οὖν Μέτελλος ὁ Κέλερ ὅ τε Κάτων, καὶ Μᾶρκός τις διʼ αὐτὸν Φαουώνιος, ζηλωτὴς ἐς τὰ μάλιστα αὐτοῦ ὤν, τέως μὲν οὔτʼ ὤμοσαν περὶ τοῦ νόμου (τοῦτο γὰρ ἀρξάμενόν ποτε, ὥσπερ εἶπον, καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀτόπων ἐγίγνετὀ καὶ ἀπισχυρίζοντο, ἄλλως τε καὶ ὁ Μέτελλος ἐς τὸν Νουμιδικὸν ἀναφέρων, μηδέποτεαὐτὸν συνεπαινέσειν· ὡς μέντοι ἡμέρα ᾗ καὶ ἔμελλον τὰ τεταγμένα ἐπιτίμια ὀφλήσειν, ὤμοσαν, ἤτοι κατὰ τὸ ἀνθρώπειον, ὑφʼ οὗ πολλοὶ ὑπισχνοῦνταί τέ τι καὶ ἀπειλοῦσι ῥᾷον ἢ καὶ τῷ ἔργῳ ἐπεξίασιν, ἢ καὶ ὅτι μάτην ζημιωθήσεσθαι ἔμελλον, μηδὲν ἐκ τῆς ἰσχυρογνωμοσύνηςσφῶν τὸ κοινὸν ὠφελήσαντες. ὅ τε οὖν νόμος οὕτως ἐκυρώθη, καὶ προσέτι καὶ ἡ τῶν Καμπανῶν γῆ τοῖς τρία τε πλείω τε ἔτι τέκνα ἔχουσιν ἐδόθη. καὶ διὰ τοῦτο καὶ ἄποικος τῶν Ῥωμαίων ἡ Καπύη τότε πρῶτον ἐνομίσθη.τὸ μὲν οὖν πλῆθος ἐκ τούτων ὁ Καῖσαρ ἀνηρτήσατο, τοὺς δʼ ἱππέας τὸ τριτημόριόν σφισι τῶν τελῶν ἃ ἐμεμίσθωντο ἀφείς· πᾶσαί τε γὰρ αἱ τελωνίαι διʼ αὐτῶν ἐγίγνοντο, καὶ πολλάκις τῆς βουλῆς δεηθέντες ὅπως ἐκδικίας τινὸς τύχωσιν οὐχ εὕροντο, ἄλλων τε καὶ τοῦ Κάτωνος