καὶ σὺ οὖν ταῦτα λογιζόμενος μήτε τοῖς παροῦσιν ἄχθου, μήτʼ, ἂν τοὺς ἐκβαλόντας σε εὐτυχοῦντας πυνθάνῃ, λυποῦ. κουφαὶ μὲν γὰρ καὶ ἐφήμεροι καὶ ἄλλως αἱ τῶν ἀνθρώπων εὐπραγίαι εἰσί, καὶ ὅσῳ ἂν μᾶλλόν τις ἀπʼ αὐτῶν ἐπαύξῃ, ῥᾷον ὥσπερ πνεῦμα πίπτει, μάλισταδὲ ἐν ταῖς στάσεσιν. ἅτε γὰρ ἐν τεταραγμένοις καὶ ἀκαταστάτοις πράγμασι φερόμενοι μικρόν, μᾶλλον δὲ οὐδέν, τῶν χειμαζομένων διαφέρουσιν, ἀλλʼ ἄνω τε καὶ κάτω, τοτὲ μὲν δεῦρο τοτὲ δὲ ἐκεῖσε, ᾅττουσι· κἂν ἄρα τι καὶ τὸ βραχύτατονσφαλῶσι, παντελῶς βαπτίζονται. καὶ ἵνα γε μήτε τὸν Δροῦσον μήτε τὸν Σκιπίωνα μήτε τοὺς Γράκχους ἢ καὶ ἄλλους τινὰς εἴπω, μέμνησο μὲν ὅπως ὁ Κάμιλλος ὁ φυγὰς ἄμεινον τοῦ Καπιτωλίνου μετὰ ταῦτα ἀπήλλαξε, μέμνησο δὲ ὅσον Ἀριστείδης τοῦ Θεμιστοκλέους ὕστερον διήνεγκεν.ὥστε καὶ σὺ μάλιστα μὲν ἔλπιζε καὶ καταχθήσεσθαι (οὔτε γὰρ ἐξ ἀδικίας ἐξελήλασαι, καὶ ἐπιζητήσουσι μέν σε, ὡς πυνθάνομαι, καὶ αὐτοὶ οἱ ἐκβεβληκότες, ποθήσουσι δὲ πάντεσʼ· ἂν δὲ δὴ καὶ ἐν τοῖς παροῦσιν ἐμμείνῃς, μήτι γε καὶἀνιαθῇς παρὰ τοῦτο μηδέν. ἂν μὲν γάρ μοι πεισθῇς, καὶ πάνυ ἀγαπήσεις χωρίον τέ τι παραθαλασσίδιον ἔξω πάτου ἐκλεξάμενος, καὶ ἐν αὐτῷ γεωργῶν τε ἅμα καὶ συγγράφων τι, ὡς Ξενοφῶν,ὡς Θουκυδίδης. τό τε γὰρ εἶδος τοῦτο τῆς σοφίας διαρκέστατόν ἐστι καὶ παντὶ μὲν ἀνδρὶ πάσῃ δὲ πολιτείᾳ ἁρμοδιώτατον, καὶ ἡ φυγὴ φέρει τινὰ σχολὴν γονιμωτέραν. ὥστʼ εἴπερ ὄντως ἀθάνατος καθάπερ ἐκεῖνοι γενέσθαι ἐθέλεις, ζήλωσον αὐτούς.τά τε γὰρ ἐπιτήδεια ἀρκοῦντα ἔχεις καὶ οὔτʼ ἀξιώματός τινος προσδέῃ. εἰ γάρ τι καὶ ἐν τούτοις ἀγαθόν ἐστιν, ὑπάτευκας· καὶ πλέον οὐδὲν τοῖς καὶ δεύτερον καὶ τρίτον ἢ καὶ τέταρτον ἄρξασι, πλὴν γραμμάτων ἀριθμοῦ κενῶν, ὑπάρχει, ἃ μήτε ζῶντα μήτʼ ἀποθανόντα τινὰ ὠφελεῖ.οὔκουν ἂν ἕλοιο οὔτε Κορουῖνος οὔτε Μάριος ὁ ἑπτάκις ὑπατεύσας μᾶλλον ἢ Κικέρων εἶναι. οὔτʼ αὖ ἡγεμονίας τινὸς ἐπιθυμεῖς, ὅς γε καὶ τὴν δοθεῖσάν σοι ἐξέστης, καταφρονήσας μὲν τῶν ἀπʼ αὐτῆς κερδῶν, καταφρονήσας δὲ καὶ τῆς ὀλιγοχρονίου τε καὶ ὑπευθύνου πᾶσι τοῖς συκοφαντεῖνἐθέλουσιν ἐξουσίας. καὶ ταῦτʼ εἶπον οὐχ ὅτι καὶ ἀναγκαῖόν τι αὐτῶν πρὸς εὐδαιμονίαν ἐστίν, ἀλλʼ ὅτι καὶ ἐν τοῖς πολιτικοῖς, ἐπείπερ ἐχρῆν, ἱκανῶς ἐξήτασαι, ἵνα καὶ ἐξ ἐκείνων τὸ διάφορον τῶν βίων μαθὼν τὰ μὲν ἕλῃ τὰ δὲ ἀπώσῃ καὶ τὰ μὲν διώξῃς τὰ δὲ φύγῃς. σμικρὸς γὰρ ὁ βίος ἡμῶν, καὶ δεῖ σε μὴ πάντα αὐτὸν ἄλλοις βιῶναι,ἀλλʼ ἤδη τι καὶ σεαυτῷ χαρίσασθαι. σκέψαι δὲ ὅσον ἥ τε ἡσυχία τῆς ταραχῆς καὶ ἡ εὔροια τῶν θορύβων ἥ τε ἐλευθερία τῆς δουλείας καὶ ἡ ἀσφάλεια τῶν κινδύνων διαφέρει, ἵνʼ ἐπιθυμήσῃς ζῆσαι ὡς ἐγώ σοι παραινῶ. οὕτω μὲν γὰρ εὐδαιμονήσεις, καί σου μέγα ὄνομα καὶ τοῦτο ἀεὶ καὶ ζῶντος ἐπὶ τούτῳ καὶτελευτήσαντος ἔσται· ἂν δὲ δὴ τήν τε κάθοδον σπουδάσῃς καὶ τὴν ἐν τῇ πολιτείᾳ λαμπρότητα ζηλώσῃς, δυσχερὲς μὲν οὐδὲν εἰπεῖν βούλομαι, φοβοῦμαι δέ, ἔς τε τὰ πράγματα ἀποβλέπων καὶ τὴν σὴν παρρησίαν ἐννοῶν, τήν τε δύναμιν καὶ τὸ πλῆθος τῶν ἀντιστασιωτῶν σου θεωρῶν,μήποτέ τι καὶ αὖθις σφαλῇς. καὶ εἰ μὲν ἐν φυγῇ γένοιο, μεταγνώσῃ μόνον, εἰ δέ τι ἕτερον ἀνήκεστον πάθοις, οὐδὲ μετανοῆσαι δυνήσῃ. καίτοι πῶς μὲν οὐ δεινόν, πῶς δʼ οὐκ αἰσχρὸν ἀποτμηθῆναί τέ τινος τὴν κεφαλὴν καὶ ἐς τὴν ἀγορὰν τεθῆναι, κἂν οὕτω τύχῃ, καὶ ἄνδρα τινὰ αὐτῇκαὶ γυναῖκα ἐνυβρίσαι; καί με μὴ ὡς φαῦλά σοι οἰωνιζόμενον μισήσῃς, ἀλλʼ ὡς διοσημίαν τινὰ προδεικνύντα φύλαξαι. μηδέ σε ἐξαπατάτω τοῦθʼ, ὅτι καὶ φίλους τινὰς τῶν δυνατῶν ἔχεις· οὐδὲν γάρ σε ὠφελήσουσιν οἱ δοκοῦντες φιλεῖν πρὸς τοὺς ἐχθρῶς διακειμένους, ὥσπερπου καὶ πεπείρασαι. οἱ γὰρ δυναστείας ἐρῶντες παρʼ οὐδὲν πάντα τἆλλα πρὸς τὸ τυχεῖν ὧν βούλονται τίθενται, ἀλλὰ καὶ τοὺς φιλτάτους καὶ τοὺς συγγενεστάτους πολλάκις ἀντὶ τῶν ἐχθίστων ἀντικαταλλάσσονται.”καὶ Κικέρων μὲν ταῦτα ἀκούσας ῥᾴων πως ἐγένετο, οὐ μέντοι καὶ ἐπὶ πολὺ ἔφυγεν, ἀλλὰ καὶ ὑπʼ αὐτοῦ τοῦ Πομπηίου τοῦ μάλιστα αὐτὸν ἐκβαλόντος κατήχθη. αἴτιον δὲ ὅτι ὁ Κλώδιος τόν τε Τιγράνην τὸν νεώτερον, ἐν δεσμοῖς ἔτι καὶτότε παρὰ Λουκίῳ Φλαουίῳ ὄντα, πεισθεὶς ὑπὸ χρημάτων ἐξήρπασε καὶ ἀφῆκε, καὶ τὸν Πομπήιον τόν τε Γαβίνιον ἀγανακτήσαντας ἐπὶ τούτῳ περιύβρισε, τοῖς τε ἀμφʼ αὐτοὺς οὖσι καὶ πληγὰς καὶ τραύματα ἔδωκε, καὶ τοῦ ὑπάτου τάς τε ῥάβδους συνέτριψε καὶ τὴν οὐσίαν καθιέρωσεν.ὀργισθεὶς γὰρ διὰ ταῦθʼ ὁ Πομπήιος, ἄλλως τε καὶ ὅτι τῇ ἐξουσίᾳ, ἣν αὐτὸς τοῖς δημάρχοις ἀπεδεδώκει, κατʼ αὐτοῦ ὁ Κλώδιος ἐκέχρητο, ἀνακαλέσασθαι τὸν Κικέρωνα ἠθέλησε, καὶ αὐτῷ τὴν κάθοδον εὐθὺς διὰ τοῦ Νιννίου πράττειν ἤρξατο.καὶ ὃς ἐσήνεγκε μὲν ἐς τὸ βουλευτήριον τὴν ὑπὲρ αὐτοῦ γνώμην, ἀπόντα τὸν Κλώδιον τηρήσας· ἀντιστάντος δέ οἱ ἑτέρου τινὸς δημάρχου, ἐκείνην τε ὡς καὶ τῷ πλήθει κοινώσων ἐξέθηκε, καὶ τῷ Κλωδίῳ πρὸς πάντα καθάπαξ ἠναντιοῦτο. κἀκ τούτου καὶ φιλονεικίαι καὶ τραύματα ἀπʼ αὐτῶν