καὶ δοκεῖ εἶναι. αὐτίκα τὴν ἀτιμίαν οὐκ ἐπὶ τοῖς αὐτοῖς παντελῶς ἄνθρωποι νομίζουσιν, ἀλλʼ ἔστιν ἃ τῶν ἔργων ἐπαίτια παρὰ τισὶν ὄντα παρ ἄλλοις ἐπαινεῖται, καὶ ἕτερα πρὸς τινῶν τιμώμενα πρὸς ἑτέρων κολάζεται· εἰσὶ δὲ οἳ καὶ τὴν ἀρχὴνοὔτε τὸ ὄνομα οὔτε τὸ ἔργον αὐτῆς ἴσασι. καὶ πάνυ εἰκότως· ὅσα γὰρ μὴ προσάπτεται τῶν τῇ φύσει τοῦ ἀνθρώπου προσηκόντων, οὐδʼ ἀνήκειν ἐς αὐτὸν νομίζεται. ὥσπερ ἂν οὖν, εἰ κρίσις τις ἢ καὶ ψήφισμά τι ἐγένετο τὸν δεῖνα νοσεῖν ἢ τὸν δεῖνα αἰσχρὸν εἶναι, γελοιότατον ἂν δήπουθεν ἦν, οὕτω καὶ περὶ τῆς ἀτιμίας ἔχει.τὸ δʼ αὐτὸ τοῦτο καὶ περὶ τὴν φυγὴν ἔγωγε ὁρῶ ὄν. ἀποδημία γάρ τις ἄτιμός ἐστιν, ὥστʼ εἴπερ αὐτὴ καθʼ αὑτὴν ἡ ἀτιμία μηδεμίαν κακίαν ἔχει, οὐδὲ τῇ φυγῇ δήπου προστρίψασθαί τικακὸν δύναται, ἐπεὶ τήν γε ἄλλως συχνοὶ πλεῖστον ὅσον χρόνον οἱ μὲν ἄκοντες οἱ δὲ καὶ ἑκόντες ἀποδημοῦσι, καί τινες καὶ πάντα τὸν βίον καταναλίσκουσι περινοστοῦντες, ὥσπερ ἀεὶ πανταχόθεν ἐξελαυνόμενοι, καὶ οὐδὲν μέντοι παρὰ τοῦτοβλάπτεσθαι νομίζουσιν. οὐ μὴν οὐδὲ διαφέρει τι ἑκούσιόν τινα ἢ μὴ τοῦτο ποιεῖν· οὐδὲ γὰρ οὐδʼ ὁ ἄκων σωμασκῶν ἧττόν τι ἔρρωται τοῦ ἐθελοντὶ αὐτὸ δρῶντος, οὐδʼ ὁ ἄκων ναυτιλλόμενος ἥττω τινὰ ὠφελίαν τοῦ ἑτέρου κτᾶται. καὶ αὐτό γε τοῦτο τὸ ἀκούσιον οὐχ ὁρῶ δυνάμενον ἀνδρὶφρονίμῳ συμβῆναι. ὥστʼ εἴπερ ἐν τούτῳ τὸ διάφορον τοῦ τε εὖ καὶ τοῦ κακῶς πράττειν ἐστὶν ὅτι τὰ μὲν ἐθελονταὶ ἑτοίμως τὰ δʼ ἄκοντες χαλεπῶς ποιοῦμεν, εὐθεράπευτον· ἐὰν γάρ τοι πάντα τὰ ἀναγκαῖα ἑκούσιοι ὑπομένωμεν καὶ πρὸς μηδὲν αὐτῶν ἡττώμεθα, συνανῄρηται πάντακἀκεῖνα, ὅσα ἂν ἐν τῷ ἀκουσίῳ θῇ τις εἶναι. καὶ γάρ που καὶ ἀρχαῖος λόγος καὶ μάλα εὖ ἔχων ἐστὶν ὅτι δεῖ ἡμᾶς μὴ ὅσα ἂν βουλώμεθα ἀξιοῦν γίγνεσθαι, ἀλλʼ ὅσα ἂν ἔκ τινος ἀνάγκης γίγνηται βούλεσθαι. οὔτε γὰρ αὐθαίρετον τὸν τοῦ βίου τρόπον ἔχομεν οὔθʼ αὑτῶν ἐσμέν· ἀλλʼ ὅπως ἂντῇ τύχῃ δόξῃ, καὶ ὁποῖος ἂν ἑκάστῳ ἡμῶν δαίμων ἐκπληρωτὴς τοῦ τεταγμένου δοθῇ, τοιοῦτον ἀνάγκη καὶ ἐκεῖνον ἡμᾶς ποιεῖσθαι.ταῦτα μὲν δὴ τοιαῦτά ἐστιν, ἄν τʼ ἐθέλωμεν ἄν τε καὶ μή· εἰ δέ σε οὐχὶ ἡ ἀτιμία αὐτὴ οὐδʼ ἡ φυγὴ αὐτὴ λυπεῖ, ἀλλʼ ὅτι μὴ μόνον μηδὲν ἠδικηκὼς τὴν πατρίδα ἀλλὰ καὶ πολλὰ εὐηργετηκὼς ἠτίμωσαί τε καὶ ἐξελήλασαι, λόγισαι τοῦθʼ, ὅτι ἐπειδήπερ ἅπαξ ἐπέπρωτό σοι τοιοῦτό τι παθεῖν, κάλλιστον δήπου καὶ ἄριστον συμβέβηκετὸ μηδὲν ἀδικήσαντά σε ἐπηρεάσθαι. σὺ μὲν γὰρ πάντα τὰ καθήκοντα τοῖς πολίταις συνεβούλευσας καὶ ἔπραξας, οὐκ ἰδιωτεύων ἀλλʼ ὑπατεύων, οὐδʼ ἰδίᾳ τι πολυπραγμονῶν ἀλλὰ τοῖς τῆς βουλῆς δόγμασι πειθόμενος, οὐ κατὰ στάσιν ἀλλʼἐπὶ τῷ βελτίστῳ γενομένοις· ὁ δεῖνα δὲ καὶ ὁ δεῖνα ἐκ δυναστείας καὶ ἐπηρείας πάντα κατὰ σοῦ συνεσκευάσαντο, ὥστʼ ἐκείνοις μὲν καὶ ἄχθεσθαι καὶ λυπεῖσθαι ἐπὶ τῇ ἀδικίᾳ προσήκει, σοὶ δὲ δὴ ἀνδρείως φέρειν τὰ δόξαντα τῷ δαίμονι καὶκαλὸν καὶ ἀναγκαῖόν ἐστιν. οὐ γάρ που μᾶλλον ἂν ἐθελήσαις τῷ τε Κατιλίνᾳ συμπράξας καὶ τῷ Λεντούλῳ συνομόσας, καὶ πάντα μὲν τἀναντία τῶν συμφερόντων τῇ πατρίδι παραινέσας, μηδὲν δὲ τῶν προσταχθέντων σοι ὑπʼ αὐτῆς ποιήσας, οἴκοι μένειν ἀδικήσας ἢ κατορθώσας φυγεῖν.οὐκοῦν εἰ καὶ τῆς δόξης σοι μέλει, πολλῷ που αἱρετώτερόν ἐστι μηδὲν ἀδικήσαντά σε ἐκπεπτωκέναι ἢ κακουργήσαντά τι οἴκοι μεμενηκέναι· τά τε γὰρ ἄλλα καὶ ἡ αἰσχύνη τοῖς ἀδίκως ἐκβαλοῦσί τινα, ἀλλʼ οὐ τῷ κατʼ ἐπήρειαν ἐξελαθέντι προσγίγνεται.καίτοι ἔγωγε ἀκούω τοῦθʼ, ὅτι οὐκ ἄκων οὐδʼ ἁλοὺς μετέστης, ἀλλʼ ἐθελοντὴς ἐμίσησας τὸν μετʼ αὐτῶν βίον, ἅτε μήτε βελτίους σφᾶς ποιῆσαι δυνάμενος μήτε συναπολέσθαι σφίσιν ὑπομένων, καὶ ἔφυγες οὐ τὴν πατρίδα ἀλλὰ τοὺς ἐπιβουλεύοντας αὐτῇ. ὥστʼ ἐκεῖνοι μὲν καὶ ἄτιμοι καὶ ἐξόριστοι εἶεν ἄν, πάντα τἀγαθὰ ἐκ τῶν ψυχῶνἐκβεβληκότες, σὺ δὲ ἐπίτιμος καὶ εὐδαίμων, μήτʼ ἀτόπως τινὶ δουλεύων καὶ πάντα τὰ προσήκοντα ἔχων, ἄν τε ἐν Σικελίᾳ ἄν τε ἐν Μακεδονίᾳ ἄν τε καὶ ἄλλοθί που τῆς οἰκουμένης ζῆν ἐθελήσῃς. οὐ γὰρ δήπου τὰ χωρία οὔτε εὐτυχίαν οὔτε κακοδαιμονίαν τινὰ δίδωσιν, ἀλλὰ καὶ αὐτὸς ἕκαστος αὑτῷ καὶ πατρίδα καὶ εὐδαιμονίαν ἀεὶ καὶ πανταχοῦποιεῖ. καὶ ταῦθʼ ὁ Κάμιλλος ἐννοήσας ἡδέως ἐν Ἀρδέᾳ κατῴκησε, ταῦθʼ ὁ Σκιπίων λογισάμενος ἀλύπως ἐν Λιτέρνῳ κατεβίω. τί γὰρ δεῖ τὸν Ἀριστείδην, τί δὲ τὸν Θεμιστοκλέα λέγειν, οὓς ἐνδοξοτέρους ἡ φυγὴ ἐποίησεν, τί τὸν Ἀννι τί τὸν Σόλωνα, ὃς ἑκὼν ἔτη δέκα ἀπεξενώθη;μὴ οὖν μηδὲ σὺ μήτε χαλεπόν τι τῶν τοιούτων, ἃ μήτε τῇ τοῦ σώματος μήτε τῇ τῆς ψυχῆς ἡμῶν φύσει προσήκει, νόμιζε εἶναι, μήτʼ ἀγανάκτει τοῖς προσπεπτωκόσιν. οὐδὲ γὰρ οὐδʼ αἵρεσίς τις ἔστιν ἡμῖν τοῦ ζῆν ὅπως ἂν ἐθελήσωμεν, ὥσπερ εἶπον, ἀλλὰ ἀνάγκη πᾶσα ὑπομένεινἡμᾶς τὰ δοκοῦντα τῷ δαιμονίῳ. τοῦτο δὲ ἂν μὲν ἐθελονταὶ ποιῶμεν, οὐ λυπησόμεθα, ἂν δὲ ἀκόντως, οὔτε ἐκφευξόμεθά τι τῶν πεπρωμένων, καὶ τὸ μέγιστον τῶν κακῶν προσεπικτησόμεθα,τὸ μάτην ἀνιᾶσθαι. τεκμήριον δὲ ὅτι οἱ μὲν καὶ τὰ ἀτοπώτατα εὐκόλως φέροντες ἐν οὐδενὶ δεινῷ καθεστηκέναι νομίζουσιν, οἱ δὲ καὶ τοῖς ἐλαφροτάτοις βαρυνόμενοι πάντα τὰ ἐξ ἀνθρώπων κακὰ ἔχειν ὑποπτεύουσι· καὶ ἕτεροι, οἱ μὲν καὶ τὰ ἀμείνω κακῶς οἱ δὲ καὶ τὰ χείρω καλῶς μεταχειριζόμενοι, τοιαῦτα καὶ τοῖς ἄλλοις ἑκάτερα δοκεῖν εἶναι ποιοῦσιν οἷα αὑτοῖς εἶναι παρασκευάζουσι.