τάδε ἔνεστιν ἐν τῷ τριακοστῷ ἑβδόμῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. ὡς ὁ Πομπήιος πρὸς Ἴβηρας τοὺς ἐν τῇ Ἀσίᾳ ἐπολέμησεν. β. ὡς Πομπήιος τὸν Πόντον τῇ Βιθυνίᾳ προσένειμεν. γ. ὡς Πομπήιος τήν τε Συρίαν καὶ τὴν Φοινίκην ὑπηγάγετο. δ. ὡς Μιθριδάτης ἀπέθανε. ε. περὶ τῶν Ἰουδαίων. ς. ὡς Πομπήιος καταστησάμενος τὰ ἐν τῇ Ἀσίᾳ εἰς Ῥώμην ἐπανῆλθε. ς. περὶ Κικέρωνος καὶ Κατιλίνου καὶ τῶν ὑπʼ αὐτῶν πραχθέντων. η. περὶ Καίσαρος καὶ Πομπηίου καὶ Κράσσου καὶ τῆς συνωμοσίας αὐτῶν. χρόνου πλῆθος ἔτη ἕξ, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο λ. Αὐρήλιος Μ. υἱ. Κόττας λ. Μάλλιος Λ. υἱ. Τορκουᾶτος ὑπ. λ. Ἰούλιος Λ. υἱ. καῖσαρ γ. Μάρκιος Γ. υἱ. Φίγουλος ὑπ. μ. Τούλλιος Μ. υἱ. Κικέρων γ. Ἀντώνιος Μ. υἱ. ὑπ. Δέκιμος Ἰούνιος Μ. υἱ. Σιλανός λ. Λικίννιος Λ. υἱ. Μουρήνας ὑπ. μ. Πούπιος μ. υἱ. Πίσων μ. Οὐαλέριος μ. υἱ. Μεσσάλας Νιγρός ὑπ. λ. Ἀφράνιος Αὔλ. υἱ. κ. Καικίλιος Κ. υἱ. Μέτελλος Κέλερ ὑπ.τότε μὲν δὴ ταῦτʼ ἔπραξε, τῷ δʼ ἐπιγιγνομένῳ ἔτει, τοῦ τε Κόττου τοῦ Λουκίου καὶ τοῦ Τορκουάτου τοῦ Λουκίου ὑπατευόντων, ἐπολέμησε μὲν καὶ τοῖς Ἀλβανοῖς, ἐπολέμησε δὲ καὶ τοῖς Ἴβηρσι. καὶ προτέροις γε τούτοις καὶ παρὰγνώμην ἠναγκάσθη συνενεχθῆναι· Ἀρτώκης γὰρ ὁ βασιλεὺς αὐτῶν (νέμονται δὲ ἐπʼ ἀμφότερα τοῦ Κύρνου, τῇ μὲν τοῖς Ἀλβανοῖς, τῇ δὲ τοῖς Ἀρμενίοις πρόσοροι) φοβηθεὶς μὴ καὶ ἐφʼ ἑαυτὸν τράπηται, πρέσβεις μὲν ὡς καὶ ἐπὶ φιλίᾳ πρὸς αὐτὸν ἔπεμψε, παρεσκευάζετο δὲ ὅπως ἐν τῷ θαρσοῦντι καὶ διὰ τοῦτο ἀνελπίστῳ οἱ ἐπίθηται.προμαθὼν οὖν καὶ τοῦτο ὁ Πομπήιος ἔς τε τὴν χώραν αὐτοῦ προενέβαλε, πρὶν ἱκανῶς τε αὐτὸν ἑτοιμάσασθαι καὶ τὴν ἐσβολὴν δυσχερεστάτην οὖσαν προκατασχεῖν, καὶ ἔφθη καὶ πρὸς τὴν πόλιν τὴν Ἀκρόπολιν ὠνομασμένην προχωρήσας,πρὶν καὶ αἰσθέσθαι τὸν Ἀρτώκην ὅτι παρείη. ἦν δὲ ἐπʼ αὐτοῖς τοῖς στενοῖς, ἔνθεν μὲν τοῦ Καυκάσου παρατείνοντος, οὗ καὶ ἐπὶ τῇ φυλακῇ τῶν ἐσβολῶν ὠχύρωτο. ὅ τε οὖν Ἀρτώκης ἐκπλαγεὶς οὐδένα καιρὸν ὥστε συντάξασθαι ἔσχεν, ἀλλὰ διαβὰς τὸν ποταμὸν τὴν γέφυρανκατέπρησε, καὶ οἱ ἐν τῷ τείχει πρός τε τὴν φυγὴν αὐτοῦ, καὶ ἅμα καὶ μάχῃ νικηθέντες, ἐνέδοσαν. κρατήσας οὖν τῶν διόδων ὁ Πομπήιος φρουράν τε ἐπʼ αὐταῖς κατεστήσατο, καὶ ἐκεῖθεν ὁρμώμενος πᾶσαν τὴν ἐντὸς τοῦ ποταμοῦ κατεστρέψατο.μέλλοντος δʼ αὖ καὶ τὸν Κύρνον διαβήσεσθαι, πέμπει πρὸς αὐτὸν ὁ Ἀρτώκης εἰρήνην τε αἰτῶν, καὶ γέφυραν τά τε ἐπιτήδεια ἑκών οἱ παρέξεινὑπισχνούμενος. καὶ ἐποίησε μὲν ἑκάτερον ὡς καὶ συμβησόμενος, δείσας δέ, ἐπειδὴ εἶδεν αὐτὸν διαβεβηκότα, πρὸς τὸν Πέλωρον, ἐν τῇ ἀρχῇ καὶ ἐκεῖνον τῇ αὐτοῦ ῥέοντα, ἀπέφυγεν· ὃν γὰρ ἐξῆν αὐτῷ κωλῦσαι διαβῆναι, τοῦτον ἐπισπασάμενοςἀπεδίδρασκεν. ἰδὼν οὖν τοῦθʼ ὁ Πομπήιος ἐπεδίωξέ τε αὐτὸν καὶ καταλαβὼν ἐνίκησε· δρόμῳ γάρ, καὶ πρὶν τοὺς τοξότας αὐτοῦ τῇ σφετέρᾳ τέχνῃ χρήσασθαι, ὁμόσε σφίσιν ἐχώρησε καὶ διʼἐλαχίστου αὐτοὺς ἐτρέψατο. γενομένου δὲ τούτου Ἀρτώκης μὲν τόν τε Πέλωρον διαβὰς καὶ τὴν γέφυραν καὶ τὴν ἐκείνου καύσας ἔφυγε, τῶν δʼ ἄλλων οἱ μὲν ἐν χερσίν, οἱ δὲ καὶ τὸν ποταμὸνπεζῇ περαιούμενοι ἀπέθανον· συχνοὶ δὲ καὶ κατὰ τὰς ὕλας σκεδασθέντες ἡμέρας μέν τινας ἀπὸ τῶν δένδρων ὑπερυψήλων ὄντων ἀποτοξεύοντες διεγένοντο, ἔπειτα δὲ καὶ αὐτοὶ ὑποτμηθέντων τῶν δένδρων ἐφθάρησαν. καὶ οὕτω καὶ ὁ Ἀρτώκης ἐπεκηρυκεύσατο μὲν αὖθις τῷ Πομπηίῳ καὶ δῶραἔπεμψεν· ἐκείνου δὲ δὴ ταῦτα μέν, ὅπως τὰς σπονδὰς ποιήσεσθαι ἐλπίσας μὴ περαιτέρω ποι προχωρήσῃ, λαβόντος, τὴν δʼ εἰρήνην οὐχ ὁμολογήσαντος δώσειν ἂν μὴ τοὺς παῖδάς οἱ ὁμήρουςπροαποστείλῃ, χρόνον τινὰ ἐπέσχε, μέχρις οὗ οἱ Ῥωμαῖοι καὶ τὸν Πέλωρον διαβατόν πῃ τοῦ θέρους γενόμενον οὐ χαλεπῶς, ἄλλως τε καὶ μηδενὸς κωλύοντος, ἐπεραιώθησαν. οὕτω δὲ δὴ τούς τε παῖδας αὐτῷ ἔπεμψε, καὶ μετὰ τοῦτο καὶ συνηλλάγη.κἀκ τούτου μαθὼν ὁ Πομπήιος οὐ πόρρω τὸν Φᾶσιν ὄντα, καὶ νομίσας ἔς τε τὴν Κολχίδα παρʼ αὐτὸν καταβήσεσθαι καὶ ἐκεῖθεν ἐπὶ τὸν Μιθριδάτην ἐς τὸν Βόσπορον πορεύσεσθαι, προῄειμὲν ᾗ διενοεῖτο, καὶ τούς τε Κόλχους καὶ τοὺς προσχώρους σφίσι, τὰ μὲν πείθων, τὰ δὲ καὶ ἐκφοβῶν, διῆλθε· αἰσθόμενος δὲ ἐνταῦθα ὅτι ἥ τε ἐπὶ τῆς ἠπείρου κομιδὴ διὰ πολλῶν καὶ ἀγνώστων καὶ πολεμικῶν ἐθνῶν, καὶ ἡ διὰ τῆς θαλάσσης χαλεπωτέρα διά τε τὸ ἀλίμενον τῆςχώρας καὶ διὰ τοὺς ἐνοικοῦντας αὐτὴν εἴη, τῷ μὲν Μιθριδάτῃ τὸ ναυτικὸν ἐφορμεῖν ἐκέλευσεν ὥστε ἐκεῖνόν τε τηρῆσαι μηδαμόσε ἐκπλεῦσαι καὶ τὴν ἐπαγωγὴν αὐτοῦ τῶν ἐπιτηδείων ἀφελέσθαι, αὐτὸς δὲ ἐπὶ τοὺς Ἀλβανοὺς οὐ τὴν συντομωτάτην, ὅπως σφᾶς καὶ ὑπὸ τούτου πρὸς ταῖς σπονδαῖς ἀνελπίστους καταλάβῃ, ἀλλʼ ἐςτὴν Ἀρμενίαν ἐπανελθὼν ἐτράπετο. καὶ τόν τε Κύρνον, ᾗ πορεύσιμος ὑπὸ τοῦ θέρους ἐγεγόνει, πεζῇ διέβη, τήν τε ἵππον κατὰ τὸν ῥοῦν καὶ τὰ σκευοφόρα ἑξῆς, εἶτα τοὺς πεζοὺς διιέναι κελεύσας, ἵνʼ οἵ τε ἵπποι τὸ σφοδρὸν αὐτοῦ τοῖς σώμασί σφων διαχέωσι, καὶ ἐκ τῶν σκευοφόρων εἴ πού τι καὶ ὣς περιτραπείη, ἔς τε τοὺς ἐπὶ θάτερα παρακολουθοῦντας ἐμπίπτῃ καὶ μὴ περαιτέρω καταφέρηται·