ὁ Λούκουλλος, πταίσῃ. τοιαῦτα γὰρ ἐφιλοσόφει, καὶ τό τε πλεονεκτεῖν δεινὸν καὶ τὸ τῶν ἀλλοτρίων ἐφίεσθαι ἄδικον εἶναι τότε ἔλεγεν ὅτʼ οὐκέτʼ αὐτοῖς χρῆσθαι ἐδύνατο. τάς τε γὰρ τοῦ Πάρθου δυνάμεις δείσας, καὶ τὸ ἀστάθμητον τῶν πραγμάτων φοβηθείς, οὔτε τὸν πόλεμον καίτοι πολλῶν ἐναγόντων ἀνείλετο, καὶ τὰ ἐγκλήματατοῦ βαρβάρου ἐφαύλισεν, ἀντειπὼν μὲν οὐδέν, φήσας δὲ ὑπὲρ ὁρίων τινῶν τὴν διαφορὰν αὐτῷ πρὸς τὸν Τιγράνην εἶναι, περὶ ὧν δικάσειν σφίσιν ἄνδρας τρεῖς. οὓς καὶ ἔπεμψεν· καὶ αὐτοὺς ὡς ἀληθῶς ἐκεῖνοι διαιτητὰς ἐπιγραψάμενοι πάντα τὰ πρὸς ἀλλήλους ἐγκλήματα διελύσαντο, ὀργιζόμενος μὲν ὁ Τιγράνης ὅτι τῆς ἐπικουρίας οὐκἔτυχε, βουλόμενος δὲ ὁ Φραάτης περιεῖναι τὸν Ἀρμένιον, ὅπως καὶ συμμάχῳ ποτὲ αὐτῷ, εἰ δεηθείη, κατὰ τῶν Ῥωμαίων χρήσαιτο. καὶ γὰρ εὖ ἠπίσταντο ἀμφότεροι ὅτι, ὁπότερος ἂν αὐτῶν τοῦ ἑτέρου κρατήσῃ, τῶν τε πραγμάτων τοῖς Ῥωμαίοις προκόψει καὶ αὐτὸς εὐχειρωτότερός σφισι γενήσεται.ἐκεῖνοι μὲν δὴ διὰ ταῦτα κατηλλάγησαν, Πομπήιος δὲ ἔν τε τῇ Ἀσπίδι καὶ τότε ἐχείμασε, καὶ τά τε ἄλλα τὰ ἔτʼ ἀνθιστάμενα προσηγάγετο, καὶ Συμφόριον τεῖχος Στρατονίκης οἱ προδούσης ἔλαβεν. αὕτη δὲ γυνή τε τοῦ Μιθριδάτου οὖσα, καὶ ὀργὴν αὐτῷ ὅτι ἐγκατελείφθη ἔχουσα, τούς τε φρουροὺς ἐς παρασκευὴν δὴ τροφῆς ἐξέπεμψε καὶ τοὺς Ῥωμαίους ἐδέξατο, καίτοι παιδὸς αὐτῆς παρὰτοῦτο μόνον ἐν τῇ αγορανομίᾳ ἐπῃνέθη, ἀλλʼ ὅτι καὶ τὰ Ῥωμαῖα καὶ τὰ Μεγαλήσια πολυτελέστατα ἐποίησεν, ἔτι δὲ καὶ μονομάχων ἀγῶνας ἐπὶ τῷ πατρὶ μεγαλοφρονέστατα διέθηκεν. ἐγένετο μὲν γὰρ τῶν δαπανηθέντων ἐς αὐτὰ τὰ μὲν κοινῇ. αὐτῷ πρὸς τὸν συνάρχοντα Μᾶρκον Βίβουλον,τὰ δὲ καὶ ἰδίᾳ· τοσοῦτον δὲ δὴ ἐν τούτοις ὑπερῆρεν ὥστε καὶ τὴν ἐπʼ ἐκείνοις δόξαν σφετερίσασθαι καὶ δοκεῖν ἅπαντα αὐτὸς ἀνηλωκέναι. ὁ οὖν Βίβουλος αὐτὸς ἐπισκώπτων ἔλεγεν ὅτι τὸ αὐτὸ τῷ Πολυδεύκει πεπονθὼς εἴη· τοῦ γάρ τοι ναοῦ κοινοῦ οἱ πρὸς τὸν ἀδελφὸν τὸν Κάστορα ὄντος, ἐπʼ ἐκείνου μόνου ἡ ἐπωνυμία αὐτοῦ γίγνεται.ἐπὶ μὲν οὖν τούτοις ἔχαιρον οἱ Ῥωμαῖοι, τὰ δὲ δὴ τέρατα καὶ πάνυ αὐτοὺς ἐθορύβει. ἐν γὰρ τῷ Καπιτωλίῳ ἀνδριάντες τε πολλοὶ ὑπὸ κεραυνῶν συνεχωνεύθησαν καὶ ἀγάλματα ἄλλα τε καὶ Διὸς ἐπὶ κίονος ἱδρυμένον, εἰκών τέ τις λυκαίνης σύν τετῷ Ῥώμῳ καὶ σὺν τῷ Ῥωμύλῳ ἱδρυμένη ἔπεσε, τά τε γράμματα τῶν στηλῶν ἐς ἃς οἱ νόμοι ἐσεγράφοντο συνεχύθη καὶ ἀμυδρὰ ἐγένετο. τά τε οὖν ἄλλα ἐξεθύοντο τοῖς μάντεσι πειθόμενοι, καὶ τῷ Διὶ ἄγαλμα μεῖζον, πρός τε τὰς ἀνατολὰς καὶ πρὸς τὴν ἀγορὰν βλέπον, ὅπως αἱ συνωμοσίαι ὑφʼ ὧν ἐταράττοντο ἐκφανεῖεν, ἱδρυθῆναι ἐψηφίσαντο.ταῦτά τε ἐν ἐκείνῳ τῷ ἔτει συνέβη, καὶ οἱ τιμηταὶ περὶ τῶν ὑπὲρ τὸν Ἠριδανὸν οἰκούντων διενεχθέντες (τῷ μὲν γὰρ ἐς τὴν πολιτείαν αὐτοὺς ἐσάγειν ἐδόκει, τῷ δὲ οὔʼ οὐδὲν οὐδὲ τῶν ἄλλωνἔπραξαν, ἀλλὰ καὶ τὴν ἀρχὴν ἀπεῖπον. καὶ διὰ τοῦτο καὶ οἱ διάδοχοι αὐτῶν ἐν τῷ ὑστέρῳ ἔτει οὐδὲν ἐποίησαν, ἐμποδισάντων σφᾶς τῶν δημάρχων πρὸς τὸν τῆς βουλῆς κατάλογον, δέειτοῦ μὴ τῆς γερουσίας αὐτοὺς ἐκπεσεῖν. κἀν τούτῳ πάντες οἱ ἐν τῇ Ῥώμῃ διατρίβοντες, πλὴν τῶν τὴν νῦν Ἰταλίαν οἰκούντων, ἐξέπεσον Γαΐου τινὸς Παπίου δημάρχου γνώμῃ, ἐπειδὴ ἐπεπόλαζον καὶ οὐκ ἐδόκουν ἐπιτήδειοί σφισιν εἶναι συνοικεῖν.τῷ δὲ ἐχομένῳ ἔτει, τοῦ τε Φιγούλου καὶ τοῦ Καίσαρος τοῦ Λουκίου ἀρχόντων, βραχέα μέν, μνήμης δʼ οὖν ἄξια πρὸς τοὺς τῶν ἀνθρωπείωνπραγμάτων παραλόγους συνηνέχθη. ὅ τε γὰρ τὸν Λουκρήτιον ἐκ τῆς τοῦ Σύλλου προστάξεως ἀποκτείνας, καὶ ἕτερός τις συχνοὺς τῶν ἐπικηρυχθέντων ὑπʼ αὐτοῦ φονεύσας, καὶ κατηγορήθησαν ἐπὶ ταῖς σφαγαῖς καὶ ἐκολάσθησαν, τοῦ Καίσαρος τοῦ Ἰουλίου τοῦθʼ ὅτι μάλιστα παρασκευάσαντος.οὕτω καὶ τοὺς πάνυ ποτὲ δυνηθέντας ἀσθενεστάτους αἱ μεταβολαὶ τῶν πραγμάτων πολλάκις ποιοῦσι. τοῦτό τε οὖν παρὰ δόξαν τοῖς πολλοῖς ἐχώρησε, καὶ ὅτι καὶ ὁ Κατιλίνας ἐπὶ τοῖς αὐτοῖς ἐκείνοις αἰτίαν (πολλοὺς γὰρ καὶ αὐτὸς τῶν ὁμοίων ἀπεκτόνει) λαβὼν ἀπελύθη. καὶ δὴ καὶ ἐκ τούτου χείρων τε πολὺἐγένετο, καὶ διὰ τοῦτο καὶ ἀπώλετο· τοῦ γὰρ δὴ Κικέρωνος τοῦ Μάρκου μετὰ Γαΐου Ἀντωνίου ὑπατεύσαντος, ὅτε Μιθριδάτης οὐδὲν ἔτι δεινὸν τοὺς Ῥωμαίους εἰργάσατο ἀλλὰ καὶ αὐτὸς ἑαυτὸν διέφθειρεν, ἐπεχείρησεν ἐκεῖνος τήν τε πολιτείαν νεωτερίζειν καὶ τοὺς συμμάχους ἐπʼ αὐτῇ συνιστὰς ἐς φόβον σφᾶς οὐ σμικροῦ πολέμου ἐνέβαλεν. ἐπράχθη δὲ ὧδε ἑκάτερον.ὁ Μιθριδάτης αὐτὸς μὲν οὐχ ὑπεῖκε ταῖς συμφοραῖς, ἀλλὰ τῇ βουλήσει πλέον ἢ τῇ δυνάμει νέμων ἐνενόει, ἄλλως τε καὶ ἐπειδὴ ὁ Πομπήιος ἐν τῇ Συρίᾳ διέτριβε, πρός τε τὸν Ἴστρον διὰ τῶν Σκυθῶν ἐλθεῖν, κἀντεῦθεν ἐς τὴν Ἰταλίανἐσβαλεῖν· φύσει τε γὰρ μεγαλοπράγμων ὤν, καὶ πολλῶν μὲν πταισμάτων, πολλῶν δὲ καὶ εὐτυχημάτων πεπειραμένος, οὐδὲν οὔτε ἀτόλμητον οὔτε ἀνέλπιστόν οἱ εἶναι ἐνόμιζεν. εἰ δὲ δὴ καὶ σφαλείη, συναπολέσθαι τῇ βασιλείᾳ μετὰ ἀκεραίου τοῦ φρονήματος μᾶλλον ἢ στερηθεὶς αὐτῆς ἔν τε ταπεινότητι καὶ ἐν ἀδοξίᾳ ζῆν ἤθελεν.