προβαλλομένων τε τὰς ἀγέλας αὐτῶν, ὅπως σκεδασθεῖσι τοῖς Ῥωμαίοις πρὸς τὴν τῶν βοσκημάτων ἁρπαγὴν ἐπίθωνται, τὰ τετράποδαπαρῆκε καὶ αὐτοὺς ὑπολαβὼν ἐνίκησε. κἀν τούτῳ μαθὼν τοὺς τὸ Ἑρμίνιον οἰκοῦντας ἀφεστηκέναι τε καὶ ἐπανιόντα αὐτὸν ἐνεδρεύειν μέλλειν, τότε μὲν ἑτέραν ἀνεχώρησεν, αὖθις δὲ ἐπεστράτευσέ σφισιν, καὶ κρατήσας πρὸς τὸν ὠκεανὸν φεύγονταςαὐτοὺς κατεδίωξεν. ἐπειδή τε τὴν ἤπειρον ἐκλιπόντες ἐς νῆσόν τινα ἐπεραιώθησαν, αὐτὸς μὲν (οὐ γάρ που πλοίων εὐπόρει) κατὰ χώραν ἔμεινε, σχεδίας δὲ συμπήξας μέρος τι τοῦ στρατοῦ δι’ αὐτῶν ἔπεμψε, καὶ συχνοὺς ἀπέβαλε· χηλῇ γάρ τινι πρὸς τῇ νήσῳ οὔσῃ προσσχὼν ὁ τὴν ἡγεμονίαν σφῶν ἔχων, καὶ ὡς καὶ πεζῇ διαβαδίσοντας αὐτοὺς ἐκβιβάσας, ἔπειτα αὐτός τε ὑπὸ τῆς ἀναρροίας ἐκβιασθεὶς ἐξανήχθη καὶ ἐκείνουςἐγκατέλιπε, καὶ αὐτῶν οἱ μὲν ἄλλοι γενναίως ἀμυνόμενοι ἔπεσον, Πούπλιος δὲ δὴ Σκαίουιος μόνος τε περιλειφθεὶς καὶ τῆς ἀσπίδος στερηθεὶς πολλά τε τραυματισθεὶς ἔς τε τὸ ὕδωρ ἐσεπήδησεκαὶ διενήξατο. τότε μὲν δὴ ταῦτʼ ἐγένετο· ὕστερον δὲ ὁ Καῖσαρ πλοῖα ἀπὸ Γαδείρων μεταπεμψάμενος ἐς τὴν νῆσον παντὶ τῷ στρατῷ ἐπεραιώθη, καὶ ἀκονιτὶ αὐτούς, κακῶς ὑπὸ σιτοδείας ἔχοντας, παρεστήσατο. κἀντεῦθεν ἐς Βριγάντιον πόλιν Καλλαικίας παραπλεύσας τῷ τε ῥοθίῳ σφᾶς τοῦ πρόσπλου, οὐπώποτε ναυτικὸν ἑορακότας, ἐξεφόβησε καὶ κατεστρέψατο.πράξας δὲ ταῦτα καὶ νομίσας ἱκανὴν ἀπʼ αὐτῶν ἐπιβασίαν πρὸς τὴν ὑπατείαν εἰληφέναι σπουδῇ πρὸς τὰς ἀρχαιρεσίας, καὶ πρὶν τὸν διάδοχον ἐλθεῖν, ὥρμησε, καὶ ἠξίου καὶ πρὸ τοῦ πέμψαι τὰ ἐπινίκια, ἐπειδὴ μὴ οἷά τε προδιεορτασθῆναι ἦν,αἰτῆσαι αὐτήν. μὴ τυχὼν δέ, τοῦ Κάτωνος ὅτι μάλιστα ἐναντιωθέντος, ἐκεῖνα μὲν εἴασε· καὶ γὰρ ἤλπιζε πολὺ πλείω καὶ μείζω ὕπατος ἀποδειχθεὶς καὶ ἔργα πράξειν καὶ ἐπινίκια πέμψειν. πρὸς γὰρ τοῖς εἰρημένοις, ἐφʼ οἷς μέγα ἀεί ποτε ἐφρόνει, ἵππος τις αὐτῷ διαφυὰς ἐν ταῖς τῶν προσθίων ποδῶν ὁπλαῖς ἔχων ἐγεννήθη, καὶ ἐκεῖνον μὲν γαυρούμενος ἔφερεν, ἄλλον δὲ ἀναβάτην οὐδέναἀνεδέχετο. ὥστε καὶ ἐκ τούτου μικρὸν οὐδὲν προσδοκῶν τὰ μὲν νικητήρια ἑκὼν ἀφῆκεν, ἐς δὲ τὴν πόλιν ἐσελθὼν καὶ ἐπαγγειλάμενος τὴν ἀρχὴν οὕτω τούς τε ἄλλους καὶ τὸν Πομπήιον τόν τε Κράσσον ἐξεθεράπευσεν, ὥστε διʼ ἔχθρας ἀλλήλοις ἔτι καὶ τότε αὐτοὺς ὄντας καὶ τὰς ἑταιρείας ἔχοντας, καὶ πρὸς πάνθʼ ὅσα ὁ ἕτερος τὸν ἕτερον ἐθέλοντα αἴσθοιτο ἀντιστασιάζοντας, προσποιήσασθαι, καὶ ὑπὸ πάντων αὐτῶν ὁμοθυμαδὸνἀποδειχθῆναι. καίτοι τοῦτο τὴν σοφίαν ἐς τὰ μάλιστα αὐτοῦ τεκμηριοῖ, ὅτι τόν τε καιρὸν καὶ τὸ μέτρον τῆς θεραπείας αὐτῶν καὶ ἔγνω καὶ διέθετο οὕτως ὥστʼ ἀμφοτέρους ἅμα καίπερ ἀντιπράττοντάς σφισι προσθέσθαι.καὶ οὐδὲ τοῦτʼ αὐτῷ ἀπέχρησεν, ἀλλὰ καὶ αὐτοὺς ἐκείνους συνήλλαξεν, οὐχ ὅτι συνενεχθῆναί σφας ἤθελεν, ἀλλʼ ὅτι δυνατωτάτους τε ἑώρα ὄντας, καὶ εὖ ἠπίστατο ὅτι οὔτε χωρὶς τῆς παρʼ ἐκείνων ἀμφοτέρων ἢ καὶ θατέρου βοηθείας μέγα τι ἰσχύσει, κἂν τὸν ἕτερον ὁποτερονοῦν αὐτῶν προσεταιρίσηται, ἀνταγωνιστήν τε διὰ τοῦτο τὸν ἕτερον ἕξει καὶ πλέον ὑπʼ αὐτοῦ σφαλήσεται ἢὑπὸ τοῦ συναιρομένου οἱ κατεργάσεται. τοῦτο μὲν γὰρ προθυμότερον ἐδόκουν αὐτῷ πάντες ἄνθρωποι τοῖς ἐχθροῖς ἀντιπράττειν ἢ συναγωνίζεσθαι τοῖς ἐπιτηδείοις, οὐ κατʼ ἐκεῖνο μόνον ὅτι ἥ τε ὀργὴ καὶ τὸ μῖσος σφοδροτέρας τὰς σπουδὰς πάσης φιλίας ποιεῖ, ἀλλὰ καὶ ὅτι ὁ μὲν ὑπὲρ ἑαυτοῦ ὁ δὲ ὑπὲρ ἑτέρου πράττων τήν τε ἡδονὴν κατορθώσας καὶ τὴν λύπην σφαλεὶς οὐχ ὁμοίαςἔχουσιν· τοῦτο δὲ προχειρότερον ἐμποδίζειν τέ τινας καὶ κωλύειν μηδεμίαν αὔξησιν λαβεῖν ἢ ἐπὶ μέγα προάγειν ἐθέλειν, διά τε τἆλλα καὶ μάλισθʼ ὅτι ὁ μὲν οὐκ ἐῶν τινα αὐξηθῆναι τοῖς τε ἄλλοις ἅμα καὶ ἑαυτῷ χαρίζεται, ὁ δὲ ἐξαίρων τινὰ ἐπαχθῆ αὐτὸν ἀμφοτέροις σφίσι ποιεῖ.τούτων δὴ οὖν ἕνεκα καὶ ὁ Καῖσαρ τότε τε αὐτοὺς ὑπῆλθε καὶ μετὰ τοῦτο ἀλλήλοις κατήλλαξεν. οὔτε γὰρ δίχα τούτων δυνήσεσθαί τι ἀεὶ καὶ οὐκ ἂν θατέρῳ ποτὲ αὐτῶν προσκροῦσαι ἐνόμιζεν, οὔτʼ αὖ ἐφοβήθη μὴ καὶ συμφρονήσαντες κρείττους αὑτοῦ γένωνται· πάνυ γὰρ εὖ ἠπίστατο ὅτι τῶν μὲν ἄλλων εὐθὺς διὰ τῆς ἐκείνων φιλίας, αὐτῶν δʼ οὐ πολλῷ ὕστερον διʼ ἀλλήλων κρατήσοι.καὶ ἔσχεν οὕτως. καὶ γὰρ ὁ Πομπήιος ὅ τε Κράσσος ὡς ἀπʼ οἰκείας καὶ αὐτοὶ αἰτίας πρός τε ἀλλήλους, ἐπειδὴ τάχιστα ὥρμησαν, κατελύσαντο καὶ ἐκεῖνον ἐς τὴν κοινωνίαν τῶν πραγμάτωνπροσέλαβον. Πομπήιος μὲν γὰρ οὔτʼ αὐτὸς ὅσον ἤλπισεν ἰσχύων, καὶ τὸν Κράσσον ἐν δυνάμει ὄντα τόν τε Καίσαρα αὐξανόμενον ὁρῶν, καὶ ἔδεισε μὴ παντάπασιν ὑπʼ αὐτῶν καταλυθῇ, καὶ ἐπήλπισε, προσκοινωνήσας σφίσι τῶν παρόντων, τὴν ἀρχαίαν διʼ αὐτῶν ἐξουσίαν ἀναλήψεσθαι·Κράσσος δὲ ἠξίου τε πάντων ἀπό τε τοῦ γένους καὶ ἀπὸ τοῦ πλούτου περιεῖναι, καὶ ἐπειδὴ τοῦ τε Πομπηίου παρὰ πολὺ ἠλαττοῦτο καὶ τὸν Καίσαρα ἐπὶ μέγα ἀρθήσεσθαι ἐνόμιζεν, ἐς ἀντίπαλον αὐτοὺς ἀλλήλοις καταστῆσαι ἠθέλησεν, ὅπως μηδέτερός σφων ὑπέρσχῃ, προσδοκήσας ἐκείνους τε ἀνταγωνιστὰς ἰσοκρατεῖς ἔσεσθαι, καὶ αὐτὸς ἐν τούτῳ τήν τε ἑκατέρου φιλίαν ἐκκαρπώσεσθαι καὶ ὑπὲρ ἀμφοτέρους τιμηθήσεσθαι.