αὐτὸς μὲν οὖν ἐπὶ τούτοις ἔρρωτο· ὅσῳ γὰρ τῇ τοῦ σώματος ἀσθενείᾳ ἀπεμαραίνετο, τοσούτῳ τῇ τῆς γνώμης ῥώμῃ ἰσχυρίζετο, ὥστε καὶ τὴν ἐκείνου ἀρρωστίαν τοῖς ταύτης λογισμοῖς ἀναλαμβάνειν·οἱ δʼ ἄλλοι οἱ συνόντες αὐτῷ, ὡς τά τε τῶν Ῥωμαίων ἰσχυρότερα καὶ τὰ τοῦ Μιθριδάτου ἀσθενέστερα ἀεὶ ἐγίγνετο (τά τε γὰρ ἄλλα καὶ ὁ σεισμὸς μέγιστος δὴ τῶν πώποτε συνενεχθεὶς αὐτοῖς πολλὰς τῶν πόλεων ἔφθειρενʼ, ἠλλοιοῦντο, καὶ τά τε στρατιωτικὰ ἐκινεῖτο, καὶ παῖδάς τινας αὐτοῦ συναρπάσαντές τινες πρὸς τὸν Πομπήιον ἐκόμισαν.Ἐπʼ οὖν τούτοις τοὺς μὲν ἐφώρα καὶ ἐκόλαζε, τοὺς δὲ καὶ ἐξ ὑποψίας ὀργῇ προκατελάμβανε, καὶ ἦν πρὸς οὐδένα ἔτι πιστός, ἀλλὰ καὶ τῶν λοιπῶν τέκνων ὑποτοπήσας τινὰ ἀπέσφαξεν. ἰδὼν οὖν ταῦτα υἱός τις αὐτοῦ Φαρνάκης, καὶ ἐκεῖνόν τε ἅμα φοβηθεὶς καὶ παρὰ τῶν Ῥωμαίων τὴν βασιλείαν (καὶ γὰρ ἀνὴρ ἤδη ἦνʼ λήψεσθαιπροσδοκήσας, ἐπεβούλευσεν αὐτῷ. φωραθεὶς δέ (πολλοὶ γὰρ καὶ φανερῶς καὶ λάθρᾳ πάντα τὰ πραττόμενα ὑπʼ αὐτοῦ ἐπολυπραγμόνουνʼ εὐθὺς ἄν, εἴπερ τι καὶ τὸ βραχύτατον εὐνοίας οἱ δορυφόροι τῷ γέροντι εἶχον, ἐδικαιώθη· νῦν δὲ καίτοι σοφώτατος ὁ Μιθριδάτης ἐς πάντα τὰ βασιλικὰ γενόμενος, οὐκ ἔγνω ὅτι οὐδὲν οὐδενὶ οὔτε τὰ ὅπλα οὔτε τὰ πλήθη τῶν ὑπηκόων ἄνευ τῆς παρʼ αὐτῶν φιλίας ἰσχύει, ἀλλὰ καὶ ὅσῳ τις ἂν πλείω, μὴ μέντοι καὶ πιστὰ αὐτὰ ἔχῃ, χαλεπώτερααὐτῷ γίγνεται. ὁ γοῦν Φαρνάκης μετά τε τῶν προπαρεσκευασμένων καὶ μετὰ τῶν ὑπὸ τοῦ πατρὸς πρὸς τὴν σύλληψιν αὐτοῦ πεμφθέντων (ῥᾷστα γὰρ αὐτοὺς ᾠκειώσατὀ καὶ ἐπʼ αὐτὸν ἄντικρυς τὸν πατέρα ἠπείχθη. πυθόμενος δὲ τοῦτο ὁ γέρων (ἦν δὲ ἐν Παντικαπαίᾠ στρατιώτας τινὰς ἐπὶ τὸν υἱόν, ὡς καὶ αὐτὸς ἐφεψόμενός σφισι,προέπεμψε. καὶ τούτους τε ἐκεῖνος διὰ βραχέος, ἅτε μηδʼ αὐτοὺς φιλοῦντας τὸν Μιθριδάτην, ἀπετρέψατο, καὶ τὴν πόλιν ἑκουσίαν ἔλαβε, τόν τε πατέρα ἐς τὸ βασίλειον καταφυγόντα ἀπέκτεινεν.ἐπεχείρησε μὲν γὰρ ἑαυτὸν διαχρήσασθαι, καὶ τάς τε γυναῖκας καὶ τοὺς παῖδας τοὺς λοιποὺς φαρμάκῳ προαπαλλάξας τὸ λοιπὸν ἐξέπιεν, οὐ μέντοι οὔτε διʼ ἐκείνου οὔτε διὰ ξίφους αὐτοχειρίᾳἀποφθαρῆναι ἠδυνήθη. τό τε γὰρ φάρμακον, καίτοι θανάσιμον ὄν, οὐ συνεῖλεν αὐτόν, ἐπειδὴ πολλῇ καθʼ ἑκάστην ἡμέραν προφυλακῇ ἀλεξιφαρμάκων ἐκεκράτυντο· καὶ ἡ τοῦ ξίφους πληγὴ διά τε τὴν τῆς χειρὸς αὐτοῦ ἀπό τε τῆς ἡλικίας καὶ ἀπὸ τῶν περιεστηκότων ἀσθένειαν καὶ διὰ τὴν φαρμάκου ὁποιουδηποτοῦν λῆψινἀπημβλύνθη. ὡς οὖν οὔτε διʼ ἑαυτοῦ ἀνηλίσκετο καὶ πέρα τοῦ καιροῦ χρονίζειν ἐδόκει, προσέπεσόν τε αὐτῷ ἐκεῖνοι οὓς ἐπὶ τὸν υἱὸν ἐπεπόμφει, καὶ συνετάχυναν τοῖς ξίφεσι καὶ ταῖς λόγχαις τὸνὄλεθρον. Μιθριδάτης μὲν δὴ ποικιλωτάτῃ ἀεὶ καὶ μεγίστῃ τῇ τύχῃ χρησάμενος, οὐδὲ τὴν τελευτὴν τοῦ βίου ἁπλῆν ἔσχεν· ἐπεθύμησέ τε γὰρ ἀποθανεῖν μὴ βουλόμενος, καὶ αὐτὸς ἑαυτὸν ἀποκτεῖναι σπουδάσας οὐκ ἠδυνήθη, ἀλλὰ τοῦτο μὲν φαρμάκῳ τοῦτο δὲ καὶ ξίφει αὐθέντης τε ἅμαἐγένετο καὶ ὑπὸ τῶν ἐχθρῶν ἀπεσφάγη· Φαρνάκης δὲ τό τε σῶμα αὐτοῦ τῷ Πομπηίῳ ταριχεύσας, ἔλεγχον τοῦ πεπραγμένου, ἔπεμψε, καὶ ἑαυτὸν τήν τε ἀρχὴν παρέδωκε. καὶ ὃς τῷ μὲν Μιθριδάτῃ οὐδὲν ἐλυμήνατο, ἀλλὰ καὶ ἐν τοῖς πατρῴοις ἠρίοις ταφῆναι αὐτὸν ἐκέλευσε· τὸ γὰρ πολέμιον αὐτοῦ συναποσβηκέναι τῇ ψυχῇ νομίζων οὐδὲνἔτι τῷ νεκρῷ μάτην ὠργίζετο· τὴν μέντοι βασιλείαν τοῦ Βοσπόρου μισθὸν τῷ Φαρνάκῃ τῆς μιαιφονίας ἐχαρίσατο, καὶ ἔς γε τοὺς φίλους τούς τε συμμάχους αὐτὸν ἀνέγραψεν.ὡς οὖν ἐκεῖνός τε ἀπωλώλει καὶ τὰ τῆς ἀρχῆς αὐτοῦ πάντα πλὴν ὀλίγων κατέστραπτο (τείχη γάρ τινα φρουροὶ ἔξω τοῦ Βοσπόρου ἔτι καὶ τότε ἔχοντες οὐκ εὐθὺς ὡμολόγησαν, οὐχ ὅτι καὶ ἀνθίστασθαί οἱ διενοοῦντο, ἀλλʼ ὅτι ἐφοβοῦντο μὴ τὰ χρήματα, ἃ ἐφύλασσον, προδιαρπάσαντές τινες ἐκείνοις τὴν αἰτίαν προσθῶσι, καὶ διὰ τοῦτο ἀνέμενον, αὐτῷ βουλόμενοι τῷ Πομπηίῳ πάνταἐπιδεῖξαἰ, ὡς οὖν τά τε ἐνταῦθα κατείργαστο καὶ ὁ Φραάτης ἡσυχίαν ἦγεν, ἥ τε Συρία καὶ ἡ Φοινίκη καθειστήκει, τρέπεται πρὸς Ἀρέταν. οὗτος δὲ Ἀραβίων μὲν τῶν νῦν τοῖς Ῥωμαίοις δουλευόντων μέχρι τῆς Ἐρυθρᾶς θαλάσσης ἐβασίλευε, πλεῖστα δὲ δὴ τὴν Συρίαν πρότερον λυπήσας, καὶ διὰ τοῦτο μάχῃ πρὸς τῶν Ῥωμαίων ἀμυνόντων αὐτῇ νικηθείς, ὅμως καὶ τότε ἔτʼἐπολέμει. ἐπʼ οὖν τοῦτον τούς τε πλησιοχώρους αὐτῷ ὁ Πομπήιος ἐλάσας ἀκονιτί τε αὐτοὺς προσηγάγετο καὶ φρουρᾷ παρέδωκε. κἀντεῦθεν ἐπὶ τὴν Συρίαν τὴν Παλαιστίνην ὡς καὶ τὴν Φοινίκην κακώσαντας, ὥρμησεν. ἦρχον δὲ αὐτῶν Ὑρκανός τε καὶ Ἀριστόβουλος ἀδελφοί, καὶ ἐτύγχανον ὑπὲρ τῆς τοῦ σφετέρου θεοῦ, ὅστις ποτὲ οὗτός ἐστιν, ἱερωσύνης (οὕτω γὰρ τὴν βασιλείαν σφῶν ὠνόμαζονʼ αὐτοί τε διαφερόμενοικαὶ τὰς πόλεις στασιάζοντες. ὁ οὖν Πομπήιος Ὑρκανὸν μὲν οὐδεμίαν ἀξιόχρεων ἰσχὺν ἔχοντα ἀμαχεὶ εὐθὺς προσέθετο, Ἀριστόβουλον δὲ ἐς χωρίον τι κατακλείσας ὁμολογῆσαί οἱ ἠνάγκασε, καὶ ἐπειδὴ μήτε τὰ χρήματα μήτε τὸ φρούριον παρεδίδου, ἔδησεν αὐτόν. κἀκ τούτου τοὺς μὲν ἄλλους ῥᾷον προσεποιήσατο, τὰ δὲ Ἱεροσόλυμα