ἔς τε τὴν Κολχίδα ἀπετράπετο, καὶ ἐκεῖθεν πεζῇ πρός τε τὴν Μαιῶτιν καὶ πρὸς τὸν Βόσπορον, τοὺς μὲν πείθων, τοὺς δὲ καὶ βιαζόμενος, ἀφίκετο, καὶ τήν τε χώραν ἐκομίσατο, τὸν Μαχάρην τὸν παῖδα τὸν τὰ τῶν Ῥωμαίων ἀνθελόμενον καὶ τότε αὐτῆς κρατοῦντα καταπλήξας ὥστε μηδὲ ἐς ὄψιν αὐτῷ ἐλθεῖν, καὶ ἐκεῖνον διὰ τῶν συνόντων οἱ, τήν τε ἄδειάν σφισι καὶ χρήματα δώσειν ὑπισχνούμενος,ἀπέκτεινεν. ἐν ᾧ δὲ ταῦτʼ ἐγίγνετο, ὁ Πομπήιος ἔπεμψε μὲν τοὺς ἐπιδιώξοντας αὐτόν, ἐπεὶ δὲ ἔφθη ὑπὲρ τὸν Φᾶσιν ἐκδράς, πόλιν ἐν τῷ χωρίῳ ἐν ᾧ ἐνενικήκει συνῴκισε, τοῖς τραυματίαις καὶ τοῖς ἀφηλικεστέροις τῶν στρατιωτῶν αὐτὴν δούς. καί σφισι καὶ τῶν περιχώρων ἐθελονταὶ πολλοὶ συνῴκησαν, καὶ εἰσὶ καὶ νῦν, Νικοπολῖταί τε ὠνομασμένοι καὶ ἐς τὸν Καππαδοκικὸν νομὸν συντελοῦντες.καὶ ὁ μὲν ταῦτʼ ἐποίει· ὁ δὲ δὴ Τιγράνης ὁ τοῦ Τιγράνου παῖς παραλαβών τινας τῶν πρώτων, ἐπεὶ οὐ καθʼ ἡδονὴν αὐτοῖς ὁ γέρων ἦρχε, πρός τε τὸν Φραάτην κατέφυγε, καὶ περισκοποῦντα αὐτὸν διὰ τὰς συνθήκας τὰς πρὸς τὸν Πομπήιον γενομένας ὅ τι χρὴ πρᾶξαι, ἐς τὴνἈρμενίαν ἐμβαλεῖν ἀνέπεισε. καὶ ἦλθον μὲν μέχρι τῶν Ἀρταξάτων, πᾶσαν τὴν ἐν ποσὶ χειρούμενοι, καὶ αὐτοῖς ἐκείνοις προσέβαλον· ὁ γὰρ Τιγράνης ὁ γέρων ἐς τὰ ὄρη φοβηθείς σφας ἀνέφυγεν· ἐπεὶ μέντοι χρόνου τε τῇ προσεδρείᾳ δεῖν ἔδοξε, καὶ διὰ τοῦτο ὁ Φραάτης μέρος τι τῆς δυνάμεως τῷ παιδὶ αὐτοῦ καταλιπὼν ἐς τὴν οἰκείαν ἀνεχώρησεν, ἀντεπῆλθέ τε ἐνταῦθα ὁπατὴρ αὐτῷ μονωθέντι καὶ ἐνίκησε. φυγὼν οὖν ἐκεῖνος τὸ μὲν πρῶτον πρὸς τὸν Μιθριδάτην τὸν πάππον ὥρμησεν, ἐπεὶ δὲ ἔμαθεν αὐτὸν ἡττημένον καὶ βοηθείας μᾶλλον δεόμενον ἢ τινι ἐπικουρῆσαι δυνάμενον, προσεχώρησε τοῖς Ῥωμαίοις, καὶ αὐτῷ ὁ Πομπήιος ἡγεμόνι χρησάμενος ἔς τε τὴν Ἀρμενίαν καὶ ἐπὶ τὸν πατέρα αὐτοῦ ἐστράτευσε.καὶ ὃς μαθὼν τοῦτο καὶ καταδείσας ἐπεκηρυκεύσατό τε εὐθὺς αὐτῷ καὶ τοὺς πρέσβεις τοὺς τοῦ Μιθριδάτου ἐξέδωκεν. ἐπειδή τε, ἐναντιωθέντος οἱ τοῦ υἱέος, οὐδενὸς μετρίου ἔτυχεν, ἀλλὰ καὶ ὣς ὁ Πομπήιος τόν τε Ἀράξην διέβη καὶτοῖς Ἀρταξάτοις ἐπλησίασεν, οὕτω δὴ τήν τε πόλιν αὐτῷ παρέδωκε καὶ ἐς τὸ στρατόπεδον αὐτοῦ ἐθελοντὴς ἧκεν, ἐν μέσῳ ἑαυτὸν ὅτι μάλιστα τοῦ τε προτέρου ἀξιώματος καὶ τῆς τότε ταπεινότητος σκευάσας, ὅπως αἰδέσεώς τε καὶἐλέου ἅμα ἄξιος αὐτῷ φανείη· τὸν μὲν γὰρ χιτῶνα τὸν μεσόλευκον καὶ τὸν κάνδυν τὸν ὁλοπόρφυρον ἐξέδυ, τὴν δὲ δὴ τιάραν τό τε ἀνάδημα εἶχε. Πομπήιος δὲ ἀπὸ μὲν τοῦ ἵππου κατεβίβασεν αὐτόν, ῥαβδοῦχόν τινα πέμψας (προσήλαυνε γὰρ ὡς καὶ ἐς αὐτὸ τὸ ἔρυμα κατὰ τὸ σφέτερον ἔθος ἱππεύσων), ἐσελθόντα δὲ αὐτοποδίᾳ καὶ τό τε διάδημα ἀπορρίψαντα καὶ ἐς τὴν γῆνπεσόντα προσκυνοῦντά τε ἰδὼν ἠλέησε, καὶ ἀναπηδήσας ἐξανέστησέ τε αὐτόν, καὶ ταινιώσας τῷ ἀναδήματι ἔς τε τὴν πλησίαν ἕδραν ἐκάθισε καὶ παρεμυθήσατο, εἰπὼν ἄλλα τε καὶ ὅτι οὐ τὴν τῶν Ἀρμενίων βασιλείαν ἀπολωλεκὼς ἀλλὰ καὶ τὴν τῶν Ῥωμαίων φιλίαν προσειληφὼς εἴη. καὶ ὁ μὲν τούτοις τε αὐτὸν ἀνεκτήσατο καὶ ἐπὶδεῖπνον ἐκάλεσεν· ὁ δὲ υἱός (ἐκάθητο δὲ ἐκ τοῦ ἐπὶ θάτερα τοῦ Πομπηίου) οὔθʼ ὑπανέστη τῷ πατρὶ οὔτʼ ἄλλο τι αὐτὸν ἐδεξιώσατο, ἀλλὰ καὶ ἐπὶ τὸ δεῖπνον κληθεὶς οὐκ ἀπήντησεν. ὅθεν ὑπό γε τοῦ Πομπηίου μάλιστα ἐμισήθη.τῇ γοῦν ὑστεραίᾳ διακούσας αὐτῶν τῷ μὲν πρεσβυτέρῳ τὴν πατρῴαν πᾶσαν ἀρχὴν ἀπέδωκε· τὰ γὰρ προσκτηθέντα ὑπʼ αὐτοῦ (ἦν δὲ ἄλλα τε καὶ τῆς Καππαδοκίας τῆς τε Συρίας μέρη, ἥ τε Φοινίκη καὶ ἡ Σωφανηνὴ χώρα τοῖς Ἀρμενίοις πρόσορος οὐ σμικρά) παρείλετο αὐτοῦ, καὶ προσέτι καὶ χρήματα αὐτὸν ᾔτησεν· τῷ δὲ νεωτέρῳτὴν Σωφανηνὴν μόνην ἀπένειμε. καὶ ἔτυχον γὰρ οἱ θησαυροὶ ἐν αὐτῇ ὄντες, ἠμφεσβήτησέ τε περὶ αὐτῶν ὁ νεανίσκος, καὶ ἁμαρτὼν (οὐ γὰρ εἶχεν ὁ Πομπήιος ὁπόθεν ἄλλοθεν τὰ ὡμολογημένα κομίσηται) ἠγανάκτησε καὶ δρασμὸν ἐβουλεύσατο. ὁ οὖν Πομπήιος προμαθὼν τοῦτο ἐκεῖνόν τε ἐν φυλακῇ ἀδέσμῳ ἐποιήσατο, καὶ πέμψας πρὸς τοὺς τὰ χρήματα φυλάττοντας τῷ πατρὶ αὐτοῦπάντα σφᾶς δοῦναι ἐκέλευσεν. ἐπειδή τε μήθʼ ὑπήκουσαν, λέγοντες τὸν νεανίσκον, οὗπερ ἡ χώρα ἤδη ἐνομίζετο, χρῆναί σφισι τοῦτο προστάξαι, ἔπεμψεν αὐτὸν πρὸς τὰ φρούρια. καὶ ὁ μὲν κεκλειμένα αὐτὰ εὑρὼν προσῆλθέ τε ἐγγύς, καὶ ἐκέλευσε καὶ ἄκων αὐτὰ ἀνοιχθῆναι· ὡς δʼ οὐδὲν μᾶλλον ἐπείθοντο, προϊσχόμενοι ὅτι μὴ ἑκούσιος ἀλλʼ ἀναγκαστὸς τὴν πρόσταξιν ἐποιεῖτο, ἐχαλέπηνεν ὁ Πομπήιος καὶ ἔδησε τὸν Τιγράνην.καὶ οὕτως ὅ τε γέρων τοὺς θησαυροὺς παρέλαβε, καὶ αὐτὸς ἔν τε τῇ χώρᾳ τῇ Ἀναΐτιδι καὶ πρὸς τῷ ποταμῷ τῷ Κυρνῳ τριχῇ νείμας τὸν στρατὸν παρεχείμασε, τά τε ἄλλα παρὰ τοῦ Τιγράνου συχνὰ καὶ χρήματα πολλῷ πλείω τῶνὁμολογηθέντων λαβών. ἀφʼ οὗπερ οὐχ ἥκιστα καὶ ἐκεῖνον ἔς τε τοὺς φίλους καὶ ἐς τοὺς συμμάχους οὐ πολλῷ ὕστερον ἐσέγραψε, καὶ τὸν υἱὸν αὐτοῦ ἐς τὴν Ῥώμην μετὰ φρουρᾶς ἐσήγαγεν.οὐ μέντοι καὶ ἐν ἡσυχίᾳ διεχείμασεν. Ὀροίσης γὰρ Ἀλβανῶν τῶν ὑπὲρ τοῦ Κύρνου οἰκούντων βασιλεύς, τὸ μέν τι καὶ τῷ Τιγράνῃ τῷ νεωτέρῳ φίλῳ οἱ ὄντι χαρίσασθαι βουληθείς, τὸ δὲ δὴ πλεῖστον δείσας μὴ καὶ ἐς τὴν Ἀλβανίδα οἱ Ῥωμαῖοι ἐσβάλωσι, καὶ νομίσας ὅτι, ἂν ἐν τῷ χειμῶνι ἀδοκήτοις σφίσι καὶ μὴ καθʼ ἓν στρατοπεδευομένοις προσπέσῃ, πάντως τι ἐξεργάσεται, ἐστράτευσεν ἐπʼ αὐτοὺς παρʼ αὐτὰ τὰ Κρόνια,