καὶ ὃς τέως μὲν ἔφευγε (ταῖς γὰρ δυνάμεσιν ἠλαττοῦτο) καὶ τήν τε ἐν ποσὶν ἀεὶ ἔκειρε, καὶ ἐπλάνα τε αὐτὸν ἅμα καὶ ἐπιδεῖσθαι τῶν ἐπιτηδείων ἐποίει· ἐπεὶ δὲ ἐκεῖνος ἐς τὴν Ἀρμενίαν διά τε τοῦτο καὶ ὡς ἐρήμην αὐτὴν αἱρήσων ἐνέβαλεν,οὕτω δὴ δείσας μὴ προκαταληφθῇ ἦλθέ τε ἐς αὐτήν, καὶ λόφον ἀντικαταλαβὼν ὀχυρὸν τῷ μὲν παντὶ στρατῷ ἡσύχαζεν, ἐλπίζων τοὺς μὲν Ῥωμαίους ἀπορίᾳ τῶν τροφῶν ἐκτρυχώσειν (αὐτὸς γὰρ ἅτε ἐν ὑπηκόῳ χώρᾳ πολλαχόθεν αὐτῶν εὐπόρει), τῶν δὲ δὴ ἱππέων ἀεί τινας ἐς τὸ πεδίον ψιλὸν ὂν καταπέμπων τούς τε προστυγχάνοντάς σφισιν ἐκάκου, καὶ ἐξαυτομολοῦντας ἐπὶ τούτῳσυχνοὺς ἐδέχετο. ὁ οὖν Πομπήιος ἐνταῦθα μὲν οὐκ ἐθάρσησεν αὐτοῖς συμβαλεῖν, μεταστρατοπεδευσάμενος δὲ ἑτέρωσε, ὅθεν ὑλώδους τοῦ πέριξ χωρίου ὄντος ἧττον ὑπό τε τοῦ ἱππικοῦ καὶ ὑπὸ τοῦ τοξικοῦ τοῦ τῶν ἐναντίων λυπηθήσεσθαιἔμελλεν, ἐλόχισεν ᾗ καιρὸς ἦν, καὶ ὀλίγοις τισὶν ἐκ τοῦ προφανοῦς τῷ στρατοπέδῳ τῶν βαρβάρων προσμίξας ἐτάραξέ τε αὐτούς, καὶ ὑπαγαγὼν ἐς ὃ ἐβούλετο πολλοὺς ἀπέκτεινε. θαρσήσας τε ἐκ τούτου καὶ κατὰ τὴν χώραν ἄλλους ἄλλῃ ἐπὶ τὰ ἐπιτήδεια ἔπεμπεν.ὁ οὖν Μιθριδάτης, ἐπειδὴ ταῦτά τε ἀσφαλῶς ἐπορίζετο, καὶ τὴν Ἀναῖτιν χώραν τῆς τε Ἀρμενίας οὖσαν καὶ θεῷ τινι ἐπωνύμῳ ἀνακειμένηνδιά τινων ἐχειρώσατο, κἀκ τούτου καὶ ἄλλοι συχνοὶ πρὸς αὐτὸν ἀπέκλινον, καὶ αὐτῷ καὶ οἱ τοῦ Μαρκίου στρατιῶται προσεγένοντο, ἐφοβήθη καὶ οὐκέτι κατὰ χώραν ἔμεινεν, ἀλλʼ αὐτίκα τε τῆς νυκτὸς ἄρας ἔλαθε, καὶ μετὰ ταῦτα νυκτοπορῶνἐς τὴν τοῦ Τιγάνου Ἀρμενίαν προῄει. καί οἱ ὁ Πομπήιος ἐπηκολούθει μὲν ἐπιθυμῶν διὰ μάχης ἐλθεῖν, οὐ μέντοι καὶ πρότερον οὔτε μεθʼ ἡμέραν (οὐ γὰρ ἐξῄεσαν ἐκ τοῦ στρατοπέδου) οὔτε νύκτωρ ἐτόλμησε τοῦτο ποιῆσαι (τὴν γὰρ ἀγνωσίαν τῶν χωρίων ἐδεδίει) πρίν σφας πρὸς τῇ μεθορίᾳ γενέσθαι· τότε γὰρ εἰδὼς αὐτοὺς διαφεύγειν μέλλοντας ἠναγκάσθη νυκτομαχῆσαι.γνοὺς οὖν τοῦτο προαπῆρε, μεσημβριάζοντας τοὺς βαρβάρους λαθών, ᾗ πορεύεσθαι ἔμελλον· καὶ ἐντυχών τινι χωρίῳ κοίλῳ μεταξὺ γηλόφων τινῶν ὄντι, ἐνταῦθα τό τε στράτευμα ἐπὶ τὰ μετέωραἀνεβίβασε καὶ τοὺς πολεμίους ὑπέμεινεν. ἐπειδή τε ἐκεῖνοι μετά τε ἀδείας καὶ ἄνευ προφυλακῆς, ἅτε μήτε ἔμπροσθε δεινόν τι πεπονθότες καὶ τότε ἐς τὸ ἀσφαλὲς ἤδη προχωροῦντες ὥστε μηδὲ ἐφέψεσθαί σφισιν ἔτι τοὺς Ῥωμαίους ἐλπίζειν, ἐς τὸ κοῖλον ἐσῆλθον, ἐπέθετο αὐτοῖς ἐν τῷ σκότῳ· οὔτε γὰρ ἄλλο τι φῶς εἶχον οὔτε ἐκ τοῦ οὐρανοῦ τι ἔλαμπεν.ἐγένετο δὲ ἡ μάχη τοιάδε. πρῶτον μὲν οἱ σαλπικταὶ πάντες ἅμα τὸ πολεμικὸν ἀπὸ συνθήματος ἐβόησαν, ἔπειτα δὲ οἵ τε στρατιῶται καὶ ὁ λοιπὸς ὄχλος πᾶς ἐπηλάλαξε, καὶ οἱ μὲν τὰ δόρατα πρὸς τὰς ἀσπίδας, οἱ δὲ καὶ λίθους πρὸςτὰ χαλκᾶ σκεύη προσεπέκρουσαν. καί σφων τὴν ἠχὴν τὰ ὄρη ἔγκοιλα ὄντα καὶ ὑπεδέξατο καὶ ἀνταπέδωκε φρικωδεστάτην, ὥστε τοὺς βαρβάρους ἐξαπιναίως ἔν τε τῇ νυκτὶ καὶ ἐν τῇ ἐρημίᾳ αὐτῶν ἀκούσαντας δεινῶς ἐκπλαγῆναι ὡς καὶδαιμονίῳ τινὶ πάθει περιπεπτωκότας. κἀν τούτῳ οἱ Ῥωμαῖοι πανταχόθεν ἀπὸ τῶν μετεώρων λίθοις τοξεύμασιν ἀκοντίοις βάλλοντες πάντως γέ τινας ὑπὸ τοῦ πλήθους αὐτῶν ἐτίτρωσκον καὶ ἐς πᾶν κακοῦ σφας κατέστησαν· οὔτε γὰρ ἐς παράταξιν ἀλλʼ ἐς πορείαν ἐσταλμένοι, καὶ ἐν ταὐτῷ τοῖς τε ἵπποις καὶ ταῖς καμήλοις καὶ παντοδαποῖς σκεύεσι καὶ οἱ ἄνδρες καὶ αἱ γυναῖκες ἀναστρεφόμενοι,καὶ οἱ μὲν ἐπὶ κελήτων, οἱ δὲ ἐφʼ ἁρμάτων τῶν τε καμαρῶν καὶ τῶν ἁρμαμαξῶν ἀναμὶξ ὀχούμενοι, καὶ οἱ μὲν ἤδη τιτρωσκόμενοι, οἱ δὲ προσδεχόμενοι τρωθήσεσθαι, ἐταράσσοντο, κἀκ τούτου ῥᾷον, ἅτε καὶ ἀλλήλοις ἐμπελαζόμενοι, ἐφθείροντο.καὶ ταῦτα μέν, ἕως ἄπωθεν ἐβάλλοντο, ἔπασχον· ἐπεὶ δὲ ἐξαναλώσαντες οἱ Ῥωμαῖοι τὴν πόρρωθεν ἀλκὴν ἐπικατέδραμόν σφισιν, ἐφονεύετο μὲν τὰ περιέσχατα (καὶ ἐξήρκει πρὸς τὸν θάνατον αὐτοῖς μία πληγὴ ἅτε καὶ ψιλοῖς οὖσι τοῖς πλείοσι), συνεπιέζετο δὲ τὰ μέσα, πάντων ἐπʼ αὐτὰ ὑπὸ τοῦ πέριξ δέους χωρούντων.καὶ οὕτω καὶ ὑπʼ ἀλλήλων ὠθούμενοι καὶ συμπατούμενοι διώλλυντο, οὐδʼ εἶχον οὐδὲν οὔτε ἑαυτοῖς ἐπαρκέσαι οὔτε ἐς τοὺς πολεμίους τολμῆσαι· ἱππῆς γὰρ καὶ τοξόται τὸ πλεῖστον ὄντες ἄποροι μὲν ἐν τῷ σκότῳ προϊδέσθαι τι, ἄποροι δὲ ἐν τῇ στενοχωρίᾳ μηχανήσασθαι ἐγίγνοντο. ἐπειδὴ δὲ ἡ σελήνη ἀνέτειλεν, οἱ μὲν ἔχαιρον ὡς καὶ ἐν τῷ φωτὶ πάντως τινὰςἀμυνούμενοι. κἂν ὠφελήθησάν τι, εἰ μὴ οἱ Ῥωμαῖοι κατόπιν αὐτὴν ἔχοντες, πολλήν σφισι πλάνην, τοτὲ μὲν τῇ τοτὲ δὲ τῇ προσπίπτοντες, καὶ ἐν τῇ ὄψει καὶ ἐν τῷ ἔργῳ ἐνεποίουν. πάμπολλοί τε γὰρ ὄντες καὶ ἐπὶ βαθύτατον κοινῇ πάντες ἀποσκιάζοντες ἔσφαλλον αὐτούς, ἐν ᾧ γε οὔπωπροσέμισγόν σφισιν· ἐς γὰρ τὸ κενὸν οἱ βάρβαροι, ὡς καὶ ἐγγὺς αὐτῶν ὄντων, μάτην ἔπαιον, καὶ ὁμόσε χωρήσαντες ἐν τῇ σκιᾷ μὴ προσδεχόμενοι ἐτιτρώσκοντο. καὶ οὕτως ἀπέθανον αὐτῶν πολλοὶ καὶ ἑάλωσαν οὐκ ἐλάττους. συχνοὶ δὲ καὶ διέφυγον, ἄλλοι τε καὶ ὁ Μιθριδάτης.καὶ τότε μὲν πρὸς τὸν Τιγράνην ἠπείγετο· ἐπεὶ δὲ προπέμψας πρὸς αὐτὸν οὐδὲν φίλιον εὕρετο, ὅτι τοῦ υἱέος αὐτῷ Τιγράνου στασιάσαντος ἐκεῖνον μὲν πάππον αὐτοῦ ὄντα αἴτιον τῆς διαφορᾶς ὑπετόπησε γεγονέναι, καὶ διὰ τοῦτο οὐχ ὅπως αὐτὸν ἐδέξατο, ἀλλὰ καὶ τοὺς προπεμφθέντας ὑπʼ αὐτοῦ συνέλαβε καὶ κατέδησε, διαμαρτὼν ὧν ἤλπισεν