ὁ δὲ τοῦ Ἑρμοῦ διὰ μανιῶν καὶ ἐκστάσεων καὶ μελαγχολιῶν καὶ πτωματισμῶν καὶ ἐπιλήψεων καὶ βηχικῶν καὶ ἀναφορικῶν νοσημάτων καὶ ὅσα τοῦ ξηροῦ πλεονάσαντος ἢ φθαρέντος συνίσταται. Ἰδίοις μὲν οὖν τελευτῶσι θανάτοις οἱ κατὰ τὸν εἰρημένον τρόπον μεταστάντες τοῦ ζῆν, ὅταν οἱ τὴν κυρίαν τοῦ θανάτου λαβόντες ἐπὶ τῆς ἰδίας ἢ τῆς οἰκείας φυσικῆς ἰδιοτροπίας τύχωσιν ὄντες, ὑπὸ μηδενὸς καθυπερτερηθέντες τῶν κακῶσαι καὶ ἐπιφανέστερον ποιῆσαι τὸ τέλος δυναμένων· βιαίοις δὲ καὶ ἐπισήμοις ὅταν ἢ ἀμφότεροι κυριεύσωσιν οἱ κακοποιοὶ τῶν ἀναιρετικῶν τόπων ἤτοι συνόντες ἢ τετραγωνίζοντες ἢ διαμηκίζοντες ἢ ὁπότερος αὐτῶν ἢ καὶ ἀμφότεροι τὸν ἥλιον ἢ τὴν σελήνην ἢ καὶ ἀμφότερα τὰ φῶτα καταλάβωσι, τῆς μὲν τοῦ θανάτου κακώσεως ἀπὸ τῆς αὐτῶν συνελεύσεως συνισταμένης, τοῦ δὲ μεγέθους ἀπὸ τῆς τῶν φωτῶν ἐπιμαρτυρήσεως, τῆς δὲ ποιότητος πάλιν ἀπὸ τῆς τῶν λοιπῶν ἀστέρων συνεπιθεωρήσεως καὶ τῶν τοὺς κακοποιοὺς περιεχόντων ζῳδίων. Ὁ μὲν γὰρ τοῦ Κρόνου τὸν ἥλιον παρὰ τὴν αἵρεσιν τετραγωνίσας ἢ διαμηκίσας ἐν μὲν τοῖς στερεοῖς ποιεῖ τοὺς κατὰ θλίψιν ὄχλων ἢ ἀγχόναις ἢ στραγγαλιαῖς ἀπολλυμένους· ὁμοίως δὲ κἂν δύνῃ τῆς σελήνης ἐπιφερομένης· ἐν δὲ τοῖς θηριώδεσι ζῳδίοις, ὑπὸ θηρίων διαφθειρομένους· κὰν ὁ τοῦ Διὸς ἐπιμαρτυρήσῃ κεκακωμένος καὶ αὐτός, ἐν δημοσίοις τόποις ἢ ἐπισήμοις ἡμέραις θηριομαχοῦντας· ἀνθωροσκοπήσας δὲ ὁποτέρῳ τῶν φωτῶν, ἐν εἱρκταῖς ἀπολλυμένους· τῷ δὲ τοῦ Ἑρμοῦ συσχηματισθεὶς καὶ μάλιστα περὶ τοὺς ἐν τῇ σφαίρᾳ ὄφεις ἢ τὰ χερσαῖα τῶν ζῳδίων, ἀπὸ δακέτων ἰοβόλων ἀποθνήσκοντας· Ἀφροδίτης δὲ αὐτοῖς προσγενομένης, ὑπὸ φαρμακειῶν καὶ γυναικείων ἐπιβουλῶν· ἐν Παρθένῳ δὲ καὶ Ἰχθύσιν ἢ τοῖς καθύγροις ζῳδίοις τῆς σελήνης συσχηματισθείσης, ὑποβρυχίους καὶ ἐν ὕδασιν ἀποπνιγομένους· περὶ δὲ τὴν Ἀργώ, καὶ ναυαγίοις περιπίπτοντας·ἐν δὲ τοῖς τροπικοῖς ἢ τετραπόδοις ἡλίῳ συνὼν ἢ διαμηκίσας ἢ ἀντὶ τοῦ ἡλίου τῷ τοῦ Ἄρεως, ὑπὸ συμπτώσεων καταλαμβανομένους· ἐὰν δὲ καὶ μεσουρανῶσιν ἢ ἀντιμεσουρανῶσιν, ἀπὸ ὕψους κατακρημνιζομένους. Ὁ δὲ τοῦ Ἄρεως τῷ ἡλίῳ παρʼ αἵρεσιν ἢ τῇ σελήνῃ τετράγωνος ἢ διάμετρος σταθεὶς ἐν μὲν τοῖς ἀνθρωποείδεσι ζῳδίοις ἐν στάσεσιν ἐμφυλίοις ἢ ὑπὸ πολεμίων ποιεῖ σφαζομένους ἢ αὐτόχειρας ἑαυτῶν γινομένους, διὰ γυναῖκας δὲ ἢ καὶ γυναικῶν φονέας, ἐπὰν καὶ ὁ τῆς Ἀφροδίτης αὐτοῖς μαρτυρήσῃ· κἂν ὁ τοῦ Ἑρμοῦ δὲ τούτοις συσχηματισθῇ, ὑπὸ πειρατῶν ἢ ληστηρίων ἢ κακουργῶν ἀπολλυμένους· ἐπὶ δὲ τῶν μελοκοπουμένων καὶ ἀτελῶν ζῳδίων ἢ κατὰ τὸ γοργόνιον τοῦ Περσέως, ἀποκεφαλιζομένους ἢ μελοκοπουμένους· ἐν δὲ Σκορπίῳ καὶ Ταύρῳ καύσεσιν ἢ τομαῖς ἢ ἀποτομαῖς ἰατρῶν ἢ σπασμοῖς ἀποθνήσκοντας· ἐπὶ δὲ τοῦ μεσουρανήματος ἢ ἀντιμεσουρανήματος, σταυροῖς ἀνορθουμένους, καὶ μάλιστα περὶ τὸν Κηφέα καὶ τὴν Ἀνδρομέδαν· ἐπὶ δὲ τοῦ δύνοντος ἢ ἀνθωροσκοποῦντος, ζῶντας καιομένους· ἐν δὲ τοῖς τετράποσιν, ἀπὸ συμπτώσεων καὶ συνθραύσεων καὶ συμπτωμάτων ἀποθνήσκοντας. τοῦ δὲ τοῦ Διὸς καὶ τούτῳ μαρτυρήσαντος καὶ συγκακωθέντος ἐπισήμοις πάλιν ἀπόλλυνται κατακρίσεσι καὶ χόλοις ἡγεμόνων ἢ βασιλέων. Συγγενόμενοι δὲ ἀλλήλοις οἱ κακοποιοὶ καὶ οὕτω διαμηκίσαντες ἐπί τινος τῶν εἰρημένων αἰτιατικῶν διαθέσεων συνεργοῦσιν ἔτι μᾶλλον πρὸς τὴν τοῦ θανάτου κάκωσιν, τῆς κατὰ τὸ ποιὸν κυρίας περὶ τὸν αὐτοῦ τοῦ ἀναιρετικοῦ τόπου τυχόντα γινομένης, ἢ καὶ πολλῶν τῶν θανατικῶν συμπτωμάτων ἢ δισσῶν ἤτοι κατὰ τὸ ποιὸν ἢ κατὰ τὸ ποσὸν ἀποτελουμένων, ὅταν ἀμφότεροι λόγον ἔχωσι πρὸς τοὺς ἀναιρετικοὺς τόπους. οἱ τοιοῦτοι δὲ καὶ ταφῆς ἄμοιροι καταλείπονται· δαπανῶνται δὲ ὑπὸ θηρίων ἢ οἰωνῶν, ὅταν περὶ τὰ ὁμοειδῆ τῶν ζῳδίων οἱ κακοποιοὶ τύχωσι, μηδενὸς τῶν ἀγαθοποιῶν τῷ ὑπὸ γῆν ἢ τοῖς ἀναιρετικοῖς τόποις μαρτυρήσαντος.ἐπὶ ξένης δὲ οἱ θάνατοι γίνονται τῶν τοὺς ἀναιρετικοὺς τόπους κατασχόντων ἀστέρων ἐν τοῖς ἀποκλίμασιν ἐκπεσόντων, καὶ μάλισθʼ ὅταν καὶ ἡ σελήνη παροῦσα ἢ τετραγωνίζουσα ἢ διαμηκίζουσα τύχῃ τοὺς εἰρημένους τόπους.Περὶ χρόνων διαιρέσεως Ἐφωδευμένου δὲ ἡμῖν κεφαλαιωδῶς τοῦ τύπου τῆς καθʼ ἕκαστον εἶδος ἐπισκέψεως μέχρι μόνων αὐτῶν, ὥσπερ ἐν ἀρχῇ προεθέμεθα, τῶν καθʼ ὅλα μέρη λαμβανομένων πραγματειῶν, λοιπὸν ἂν εἴη προσθεῖναι κατὰ τὸν αὐτὸν τρόπον ὅσα καὶ περὶ τὰς τῶν χρόνων διαιρέσεις ὀφείλει θεωρηθῆναι φυσικῶς καὶ ἀκολούθως ταῖς ἐπὶ μέρους ἐκτεθειμέναις πραγματείαις. ὥσπερ τοίνυν καὶ ἐπὶ πάντων ἁπλῶς τῶν γενεθλιαλογικῶν τόπων προυφέστηκέ τις τῶν ἐπὶ μέρους εἱμαρμένη μείζων, ἡ τῆς τῶν χωρῶν αὐτῶν, ᾗ τὰ καθʼ ἕκαστον ὁλοσχερῶς θεωρούμενα περὶ τὰς γενέσεις ὑποπίπτειν πέφυκεν, ὡς τά τε περὶ τὰς τῶν σωμάτων μορφὰς καὶ τὰς τῶν ψυχῶν ἰδιοτροπίας καὶ τὰς τῶν ἐθῶν καὶ νομίμων ἐναλλαγάς, καὶ δεῖ τὸν φυσικῶς ἐπισκεπτόμενον ἀεὶ τῆς πρώτης καὶ κυριωτέρας αἰτίας κρατεῖν, ὅπως μὴ κατὰ τὸ τῶν γενέσεων παρόμοιον λάθῃ ποτέ, τὸν μὲν ἐν Αἰθιοπίᾳ γενόμενον, φέρε εἰπεῖν, λευκόχρουν ἢ τετανὸν τὰς τρίχας εἰπών, τὸν δὲ Γερμανὸν ἢ τὸν Γαλάτην μελάγχροα καὶ οὐλοκέφαλον· ἢ τούτους μὲν ἡμέρους τοῖς ἤθεσιν ἢ φιλολόγους ἢ φιλοθεώρους, τοὺς δʼ ἐν τῇ Ἑλλάδι τὰς ψυχὰς ἀγρίους καὶ τὸν λόγον ἀπαιδεύτους· ἢ πάλιν κατὰ τὸ τῶν ἐθῶν καὶ νομίμων ἴδιον ἐπὶ τῶν συμβιώσεων, λόγου χάριν, τῷ μὲν Ἰταλῷ τὸ γένος ἀδελφικὸν γάμον προθέμενος, δέον τῷ Αἰγυπτίῳ, τούτῳ δὲ μητρικόν, δέον τῷ Πέρσῃ· καὶ ὅλως προδιαλαμβάνειν τὰς καθʼ ὅλου τῆς εἱμαρμένης περιστάσεις, εἶτα τὰς κατὰ μέρος πρὸς τὸ μᾶλλον ἢ ἧττον ἐφαρμόζειν· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν χρονικῶν διαιρέσεων τὰς τῶν χρονικῶν ἡλικιῶν διαφορὰς καὶ ἐπιτηδειότητας πρὸς ἕκαστα τῶν ἀποτελεσμάτων ἀναγκαῖον προϋποτίθεσθαι, καὶ σκοπεῖν ὅπως μὴ κατὰ τὸ κοινὸν καὶ ἁπλοῦν τῶν πρὸς τὴν ἐπίσκεψιν θεωρουμένων συμβατικῶν λάθωμεν αὑτούς ποτε τῷ μὲν βρέφει πρᾶξιν ἢ γάμον ἤ τι τῶν τελειοτέρων εἰπόντες, τῷ δὲ πάνυ γέροντι τεκνοποιΐαν ἤ τι τῶν νεανικωτέρων·