Τὴν μὲν οὖν ἐπὶ τὸ μᾶλλον καὶ ἧττον ἐπίτασιν καὶ ἄνεσιν τῶν συναστριῶν ἢ τῶν ἐναντιώσεων διακριτέον ἐκ τῆς τῶν ἐπιλαμβανομένων τόπων πρὸς τοὺς πρώτους καὶ κυριωτάτους τέτταρας τόπους διαθέσεως· ἐπειδήπερ κατὰ κέντρων μὲν ἢ κλήρων ἢ τῶν φωτῶν τυχόντες ἐπιφανεστέρας ποιοῦσι τὰς ἐπισημασίας· ἀλλοτριωθέντες δὲ αὐτῶν ἀνεπιφάντους. τὴν δὲ ἐπὶ τὸ βλαβερώτερον ἢ ὠφελιμώτερον τοῖς ἑταίροις ἐκ τῆς τῶν ἐπιθεωρούντων ἀστέρων τοὺς εἰρημένους τόπους ἐπὶ τὸ ἀγαθὸν ἢ κακὸν ἰδιοτροπίας. Ἰδίως δὲ ὁ περὶ δούλων τόπος ἢ λόγος καὶ τῆς τῶν δεσποτῶν πρὸς αὐτοὺς συμπαθείας ἢ ἀντιπαθείας ἐκ τοῦ κακοδαιμονοῦντος ζῳδίου λαμβάνεται, καὶ τῆς τῶν ἐπιθεωρούντων τὸν τόπον ἀστέρων κατά τε τὴν γένεσιν αὐτὴν καὶ κατὰ τὰς ἐπεμβάσεις ἢ διαμετρήσεις φυσικῆς ἐπιτηδειότητος, καὶ μάλισθ̓ ὅταν οἱ τοῦ δωδεκατημορίου κυριεύσαντες ἤτοι συμφωνῶσι τοῖς αὐθεντικοῖς τόποις τῆς γενέσεως ἢ ἐναντίους ποιῶνται τοὺς συσχηματισμούς.Περὶ ξενιτείας Ὁ δὲ περὶ ξενιτείας τόπος καταλαμβάνεται διὰ τῆς τῶν φωτῶν πρὸς τὰ κέντρα στάσεως, ἀμφοτέρων μέν, μάλιστα δὲ τῆς σελήνης. δύνουσα γὰρ ἢ ἀποκεκλικυῖα τῶν κέντρων ξενιτείας καὶ τόπων μεταβολὰς ποιεῖ. δύναται δὲ τὸ παραπλήσιον ἐνίοτε καὶ ὁ τοῦ Ἄρεως ἤτοι δύνων ἢ καὶ αὐτὸς ἀποκεκλικὼς τοῦ κατὰ κορυφήν, ὅταν τοῖς φωσὶ διάμετρον ἢ τετράγωνον ἔχῃ στάσιν. ἐὰν δὲ καὶ ὁ κλῆρος τῆς τύχης ἐν τοῖς ποιήσασι τὴν ἀποδημίαν ζῳδίοις ἐκπέσῃ, καὶ τοὺς βίους ὅλους καὶ τὰς ἀναστροφὰς καὶ τὰς πράξεις ἐπὶ τῆς ξένης ἔχοντες διατελοῦσιν. ἀγαθοποιῶν μὲν οὖν ἐπιθεωρούντων τοὺς εἰρημένους τόπους ἢ ἐπιφερομένων αὐτοῖς, ἐνδόξους ἕξουσι καὶ ἐπικερδεῖς τὰς ἐπὶ ξένης πράξεις καὶ τὰς ἐπανόδους ταχείας καὶ ἀνεμποδίστους· κακοποιῶν δέ, ἐπιπόνους καὶ ἐπιβλαβεῖς καὶ ἐπικινδύνους καὶ δυσανακομίστους, τῆς συγκρατικῆς ἐπισκέψεως πανταχῆ συμπαραλαμβανομένης κατʼ ἐπικράτησιν τῶν τοῖς αὐτοῖς τόποις συσχηματιζομένων, καθάπερ ἐν τοῖς πρώτοις διωρισάμεθα. Ὡς ἐπὶ πᾶν δὲ ἐν μὲν τοῖς τῶν ἑῴων τεταρτημορίων ἀποκλίμασιν ἐκπεσόντων τῶν φωτῶν, εἰς τὰ πρὸς ἀνατολὰς καὶ μεσημβρίαν μέρη τῶν οἰκήσεων τὰς ἀποδημίας γίνεσθαι συμβαίνει· ἐν δὲ τοῖς τῶν λιβυκῶν ἢ καὶ ἐν αὐτῷ τῷ δύνοντι, εἰς τὰ πρὸς ἄρκτους καὶ δυσμάς. κἂν μὲν μονοειδῆ τύχῃ τὰ τὴν ξενιτείαν ποιήσαντα ζῴδια, ἤτοι αὐτὰ ἢ οἱ οἰκοδεσποτήσαντες αὐτῶν ἄστερες, διὰ μακροῦ καὶ κατὰ καιροὺς ποιήσονται τὰς ἀποδημίας· ἐὰν δὲ δίσωμα ἢ δίμορφα, συνεχῶς καὶ ἐπὶ πλεῖστον χρόνον. Ζεὺς μὲν οὖν καὶ Ἄφροδίτη κύριοι γενόμενοι τῶν τὴν ξενιτείαν ποιούντων τόπων καὶ φωτῶν οὐ μόνον ἀκινδύνους ἀλλὰ καὶ θυμήρεις ποιοῦσι τὰς ὁδοιπορίας· ἤτοι γὰρ ὑπὸ τῶν προεστώτων ἐν ταῖς χώραις ἢ διὰ φίλων ἀφορμὰς παραπέμπονται, συνεργούσης αὐτοῖς τῆς τε τῶν καταστημάτων εὐαερίας καὶ τῆς τῶν ἐπιτηδείων ἀφθονίας·προσγενομένου δὲ αὐτοῖς καὶ τοῦ τοῦ Ἑρμοῦ πολλάκις καὶ δἰ αὐτῆς τῆς εἰρημένης συντυχίας ὠφέλειαι καὶ προκοπαὶ καὶ δωρεαὶ καὶ τιμαὶ προσγίνονται. Κρόνος δὲ καὶ Ἄρης ἐπιλαβόντες τὰ φῶτα, κἂν μάλιστα διαμηκίζωσιν ἀλλήλους, τὰ περιγενόμενα ποιοῦσιν ἄχρηστα καὶ κινδύνοις περικυλίουσι μεγάλοις, ἐν μὲν τοῖς καθύγροις τυχόντες ζῳδίοις, διὰ δυσπλοιῶν καὶ ναυαγίων ἢ πάλιν δυσοδιῶν καὶ ἐρήμων τόπων· ἐν δὲ τοῖς στερεοῖς, διὰ κρημνισμῶν καὶ ἐμβολῶν πνευμάτων· ἐν δὲ τοῖς τροπικοῖς καὶ ἰσημερινοῖς δἰ ἔνδειαν τῶν ἐπιτηδείων καὶ νοσώδεις καταστάσεις· ἐν δὲ τοῖς ἀνθρωποείδεσι διὰ ληστήρια καὶ ἐπιβουλὰς καὶ συλήσεις· ἐν δὲ τοῖς χερσαίοις διὰ θηρίων ἐφόδους ἢ σεισμούς, Ἑρμοῦ δὲ συμπροσόντος διὰ μετέωρα καὶ κατηγορίας ἐπισφαλεῖς, ἔτι δὲ καὶ διὰ τὰς τῶν ἑρπετῶν καὶ τῶν ἄλλων ἰοβόλων πληγάς, παρατηρουμένης ἔτι μὲν τῆς τῶν συμπτωμάτων, ἐάν τε ὠφέλιμα ἐάν τε βλαβερὰ ᾖ, ἰδιοτροπίας, τουτέστι τῆς περὶ τὸ αἴτιον διαφορᾶς, καὶ ἐκ τῆς τῶν αἰτιατικῶν τόπων πράξεως ἢ κτήσεως ἢ σώματος ἢ ἀξιώματος κατὰ τὴν ἐξ ἀρχῆς διάθεσιν κυρίας, τῶν δὲ τὰς ἐπισημασίας μάλιστα ποιησόντων καιρῶν ἐκ τῆς τῶν ε πλανωμένων κατὰ χρόνους ἐπεμβάσεων ποιότητος. καὶ ταῦτα μὲν ἡμῖν μέχρι τοσούτων ὑποτετυπώσθω.Περὶ θανάτου ποιότητος Καταλειπομένης δʼ ἐπὶ πᾶσι τῆς περὶ τὸ ποιὸν τῶν θανάτων ἐπισκέψεως, προδιαληψόμεθα διὰ τῶν ἐν τοῖς περὶ τῶν χρόνων τῆς ζωῆς ἐφωδευμένων πότερον κατὰ ἄφεσιν ἀκτῖνος ἡ ἀναίρεσις ἀποτελεσθήσεται ἢ κατὰ τὴν ἐπὶ τὸ δυτικὸν τοῦ ἐπικρατήτορος καταφοράν. εἰ μὲν γὰρ κατὰ ἄφεσιν καὶ ὑπάντησιν ἡ ἀναίρεσις γίνοιτο, τὸν τῆς ὑπαντήσεως τόπον εἰς τὴν τοῦ θανάτου ποιότητα προσήκει παρατηρεῖν· εἰ δὲ κατὰ τὴν ἐπὶ τὸ δύνον καταφοράν, αὐτὸν τὸν δυτικὸν τόπον. ὁποῖοι γὰρ ἂν ὦσιν ἤτοι οἱ ἐπόντες τοῖς εἰρημένοις τόποις, ἢ ἐὰν μὴ ἐπῶσιν, οἱ πρῶτοι τῶν ἄλλων αὐτοῖς ἐπιφερόμενοι, τοιούτους καὶ τοὺς θανάτους ἔσεσθαι διαληπτέον, συμβαλλομένων ταῖς φύσεσιν αὐτῶν πρὸς τὸ ποικίλον τῶν συμπτωμάτων τῶν τε συσχηματιζομένων ἀστέρων καὶ τῆς αὐτῶν τῶν εἰρημένων ἀναιρετικῶν τόπων ἰδιοτροπίας ζῳδιακῶς τε καὶ κατὰ τὴν τῶν ὁρίων φύσιν. Ὁ μὲν οὖν τοῦ Κρόνου τὴν κυρίαν τοῦ θανάτου λαβὼν ποιεῖ τὰ τέλη διὰ νόσων πολυχρονίων καὶ φθίσεων καὶ ῥευματισμῶν καὶ συντήξεων καὶ ῥιγοπυρέτων καὶ σπληνικῶν καὶ ὑδρωπικῶν καὶ κοιλιακῶν καὶ ὑστερικῶν διαθέσεων καὶ ὅσαι κατὰ πλεονασμὸν τοῦ ψυχροῦ συνίστανται. ὁ δὲ τοῦ Διὸς ποιεῖ τοὺς θανάτους ἀπὸ συνάγχης καὶ περιπνευμονίας καὶ ἀποπληξίας καὶ σπασμῶν καὶ κεφαλαλγίας καὶ τῶν καρδιακῶν διαθέσεων καὶ ὅσαι κατὰ πνεύματος ἀμετρίαν ἢ δυσωδίαν ἐπισυνάπτουσιν. ὁ δὲ τοῦ Ἄρεως ἀπὸ πυρετῶν συνεχῶν καὶ ἡμιτριταϊκῶν καὶ αἰφνιδίων πληγῶν καὶ νεφριτικῶν καὶ αἱμοπτυικῶν διαθέσεων καὶ αἱμορραγιῶν καὶ ἐκτρωσμῶν καὶ τοκετῶν καὶ ἐρυσιπελατῶν καὶ ὀλέθρων καὶ ὅσα τῶν νοσημάτων κατʼ ἐκπύρωσιν καὶ ἀμετρίαν τοῦ θερμοῦ τοὺς θανάτους ἐπιφέρει. ὁ δὲ τῆς Ἀφροδίτης διὰ στομαχικῶν καὶ ἡπατικῶν καὶ δυσεντερικῶν διαθέσεων ποιεῖ τοὺς θανάτους, ἔτι δὲ διὰ νομῶν καὶ συρίγγων καὶ λειχήνων καὶ φαρμάκων δόσεως καὶ ὅσα τοῦ ὑγροῦ πλεονάσαντος ἢ φθαρέντος ἀποτελεῖται συμπτώματα.