συνόντων γὰρ αὐτῶν τοῖς φωσὶν οἰκείως καὶ τὰς συμβιώσεις οἰκείας καὶ νομίμους τὰς συγγενείας· συγγένειαν γὰρ ὥσπερ ἔχει πρὸς ἑκάτερον τῶν εἰρημένων ἀστέρων ὁ τῆς Ἀφροδίτης, καὶ πρὸς μὲν τὸν τοῦ Ἄρεως κατὰ τὸ συνακμάζον πρόσωπον, ἐπειδήπερ ἐν τοῖς τριγωνικοῖς ἀλλήλων ζῳδίοις ἔχουσι τὰ ὑψώματα, πρὸς δὲ τὸν τοῦ Κρόνου κατὰ τὸ πρεσβύτερον πρόσωπον, ἐπειδὴ πάλιν ἐν τοῖς τριγωνικοῖς ἀλλήλων ἔχουσι τοὺς οἴκους. Ὅθεν ὁ τῆς Ἀφροδίτης μετὰ μὲν τοῦ τοῦ Ἄρεως ἁπλῶς ἐρωτικὰς διαθέσεις ποιεῖ· προσόντος δὲ τοῦ τοῦ Ἑρμοῦ, καὶ περιβοησίας· ἐν δὲ τοῖς ἐπικοίνοις καὶ συνοικειουμένοις ζῳδίοις Αἰγόκερῳ, Ἰχθύσιν, ἀδελφῶν ἢ συγγενῶν ἐπιπλοκάς· κἂν μὲν ἐπὶ τῶν ἀνδρῶν τῇ σελήνῃ συμπάρῃ, ποιεῖ δυσὶν ἀδελφαῖς ἢ συγγενέσι συνερχομένους· ἐὰν δὲ ἐπὶ τῶν γυναικῶν τῷ τοῦ Διός, δυσὶν ἀδελφοῖς ἢ συγγενέσιν. Μετὰ δὲ τοῦ τοῦ Κρόνου πάλιν ὁ τῆς Ἀφροδίτης τυχὼν ἁπλῶς μὲν ἡδείας καὶ εὐσταθεῖς ποιεῖ τὰς συμβιώσεις· προσόντος δὲ τοῦ τοῦ Ἑρμοῦ, καὶ ὠφελίμους· συμπροσγενομένου δὲ καὶ τοῦ τοῦ Ἄρεως, ἀστάτους καὶ βλαβερὰς καὶ ἐπιζήλους. κἂν μὲν ὁμοιοσχημονῇ αὐτοῖς, πρὸς ὁμήλικας ποιεῖ τὰς ἐπιπλοκάς· ἂν δʼ ἀνατολικώτερος αὐτῶν, πρὸς νεωτέρους ἢ νεωτέρας· ἐὰν δὲ δυτικώτερος, πρὸς πρεσβυτέρας ἢ πρεσβυτέρους. ἐὰν δὲ καὶ ἐν τοῖς ἐπικοίνοις ζῳδίοις ὦσιν ὁ τῆς Ἀφροδίτης καὶ ὁ τοῦ Κρόνου, τουτέστιν Αἰγόκερῳ καὶ Ζυγῷ, συγγενικὰς ποιοῦσι τὰς συνελεύσεις. ὡροσκοπήσαντι δὲ ἢ μεσουρανήσαντι τῷ προειρημένῳ σχήματι ἡ σελήνη μὲν συμπροσγενομένη ποιεῖ τοὺς μὲν ἄρρενας μητράσιν ἢ μητέρων ἀδελφαῖς ἢ μητρυιαῖς συνέρχεσθαι, τὰς δὲ θηλείας υἱοῖς ἢ υἱοῖς ἀδελφῶν ἢ θυγατέρων ἀνδράσιν· ἥλιος δὲ δυτικῶν μάλιστα ὄντων τῶν ἀστέρων τοὺς μὲν ἄρρενας θυγατράσιν ἢ θυγατέρων ἀδελφαῖς ἢ γυναιξὶν υἱῶν, τὰς δὲ θηλείας πατράσιν ἢ πατέρων ἀδελφοῖς ἢ πατρωοῖς.ἐὰν δʼ οἱ προκείμενοι σχηματισμοὶ τῶν μὲν συγγενικῶν ζῳδίων μὴ τύχωσιν, ἐν θηλυκοῖς δὲ ὦσι τόποις, ποιοῦσι καὶ οὕτως καταφερεῖς καὶ πρὸς τὸ διαθεῖναί τε καὶ διατεθῆναι πάντα τρόπον προχείρους, ἐπʼ ἐνίων δὲ μορφώσεων καὶ ἀσελγεῖς, ὡς ἐπί τε τῶν ἐμπροσθίων καὶ ὀπισθίων τοῦ Κριοῦ καὶ τῆς Ὑάδος καὶ τῆς Καλπίδος καὶ τῶν ὀπισθίων τοῦ Λέοντος καὶ τοῦ προσώπου τοῦ Αἰγόκερω. κεντρωθέντες δὲ κατὰ μὲν τῶν πρώτων δύο κέντρων τοῦ τε ἀπηλιωτικοῦ καὶ τοῦ μεσημβρινοῦ, παντελῶς ἀποδεικνύουσι τὰ πάθη καὶ ἐπὶ δημοσίων τόπων προάγουσι· κατὰ δὲ τῶν ἐσχάτων δύο τοῦ τε λιβυκοῦ καὶ τοῦ βορείου σπάδοντας ποιοῦσι καὶ αὐλικοὺς ἢ στείρας ἢ ἀτρήτους· Ἄρεως δὲ προσόντος, ἀποκόπους ἢ τριβάδας. Καὶ καθʼ ὅλου δὲ ποδαπήν τινα διάθεσιν πρὸς τὰ ἀφροδίσια ἕξουσιν ἐπὶ μὲν τῶν ἀνδρῶν ἀπὸ τοῦ τοῦ Ἄρεως ἐπισκεψόμεθα. τοῦ μὲν γὰρ τῆς Ἀφροδίτης καὶ τοῦ τοῦ Κρόνου χωρισθείς, μαρτυρηθεὶς δὲ ὑπὸ Διός, καθαρίους καὶ σεμνοὺς περὶ τὰ ἀφροδίσια ποιεῖ καὶ μόνης τῆς φυσικῆς χρείας στοχαζομένους· μετὰ Κρόνου δὲ μόνου μὲν τυχών, εὐλαβεῖς καὶ ὀκνηροὺς καὶ καταψύχρους ἀπεργάζεται· συσχηματιζομένων δʼ Ἀφροδίτης καὶ Διός, εὐκινήτους μὲν καὶ ἐπιθυμητικούς, ἐγκρατεῖς δὲ καὶ ἀντιληπτικοὺς καὶ τὸ αἰσχρὸν φυλαττομένους· μετὰ μόνης δʼ Ἀφροδίτης ἢ καὶ τοῦ Διὸς σὺν αὐτῇ τυχόντος, ἀπόντος τοῦ τοῦ Κρόνου, λάγνους καὶ ῥαθύμους καὶ πανταχόθεν ἑαυτοῖς τὰς ἡδονὰς ποριζομένους. κἂν ὁ μὲν ἑσπέριος ᾖ τῶν ἀστέρων, ὁ δὲ ἑῷος, καὶ πρὸς ἄρρενας καὶ πρὸς θηλείας οἰκείως ἔχοντας, οὐχ ὑπερπαθῶς μέντοιγε πρὸς οὐδέτερα τὰ πρόσωπα· ἐὰν δʼ ἀμφότεροι ἑσπέριοι, πρὸς τὰ θηλυκὰ μόνα καταφερεῖς· θηλυκῶν δ̓ ὄντων τῶν ζῳδίων, καὶ αὐτοὺς διατιθεμένους· ἐὰν δʼ ἀμφότεροι ἑῷοι, πρὸς τὰ παιδικὰ μόνα νοσηματώδεις· ἀρρενικῶν δʼ ὄντων τῶν ζῳδίων, καὶ πρὸς πᾶσαν ἀρρένων ἡλικίαν. κἂν μὲν ὁ τῆς Ἀφροδίτης δυτικώτερος ᾖ, ταπειναῖς ἢ δούλαις ἢ ἀλλοφύλοις συνερχομένους·ἐὰν δὲ ὁ τοῦ Ἄρεως, ὑπερεχούσαις ἢ ὑπάνδροις ἢ δεσποίναις. Ἐπὶ δὲ τῶν γυναικῶν τὸν τῆς Ἀφροδίτης ἐπισκεπτέον. συσχηματιζόμενος γὰρ τῷ τοῦ Διὸς ἢ καὶ τῷ τοῦ Ἑρμοῦ, σώφρονας καὶ καθαρίους ποιεῖ περὶ τὰ ἀφροδίσια· καὶ τοῦ τοῦ Κρόνου δὲ ἀπόντος, τῷ τοῦ Ἑρμοῦ συνοικειωθείς, κεκινημένας μὲν καὶ ὀρεκτικάς, εὐλαβεῖς δὲ καὶ ὀκνηρὰς τὰ πολλὰ καὶ τὸ αἰσχρὸν φυλαττομένας. Ἄρει δὲ μόνῳ μὲν συνὼν ἢ καὶ συσχηματισθεὶς ὁ τῆς Ἀφροδίτης ποιεῖ λάγνους καὶ καταφερεῖς καὶ μᾶλλον ῥαθύμους· ἐὰν δὲ καὶ ὁ τοῦ Διὸς αὐτοῖς προσγένηται, κἂν μὲν ὁ τοῦ Ἄρεως ὑπὸ τὰς αὐγὰς ᾖ τοῦ ἡλίου, συνέρχονται δούλοις ἢ ταπεινοτέροις ἢ ἀλλοφύλοις· ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης, ὑπερέχουσιν ἢ δεσπόταις, ἑταιρῶν ἢ μοιχάδων ἐπέχουσαι τρόπον· κἂν μὲν τεθηλυσμένοι ὦσι τοῖς τόποις ἢ τοῖς σχήμασιν οἱ ἀστέρες, πρὸς τὸ διατίθεσθαι μόνον καταφερεῖς· ἐὰν δὲ ἠρρενωμένοι, καὶ πρὸς τὸ διατιθέναι γυναῖκας. ὁ μέντοι τοῦ Κρόνου τοῖς προκειμένοις σχήμασι συνοικειωθείς, ἐὰν μὲν καὶ αὐτὸς ᾖ τεθηλυσμένος, ἀσελγειῶν μόνος γίνεται αἴτιος· ἐὰν δὲ ἀνατολικὸς καὶ ἠρρενωμένος, ἐπιψόγους ἵστησιν ἢ τῶν ἐπιψόγων ἐραστὰς ἀπεργάζεται, τοῦ μὲν τοῦ Διὸς πάλιν ἀεὶ πρὸς τὸ εὐσχημονέστερον τῶν παθῶν συλλαμβανομένου, τοῦ δὲ τοῦ Ἑρμοῦ πρὸς τὸ διαβοητότερον καὶ εὐπταιστότερον.