Ἰδίως δὲ πάλιν ἡ σελήνη ἐὰν τὸν πρακτικὸν τόπον ἐπισχῇ, τὸν ἀπὸ συνόδου δρόμον ποιουμένη σὺν τῷ τοῦ Ἑρμοῦ, ἐν μὲν Ταύρῳ καὶ Αἰγόκερῳ καὶ Καρκίνῳ ποιεῖ μάντεις, θύτας, λεκανομάντεις· ἐν δὲ Τοξότῃ καὶ Ἰχθύσι νεκρομάντεις καὶ δαιμόνων κινητικούς· ἐν δὲ Παρθένῳ καὶ Σκορπίῳ μάγους, ἀστρολόγους, ἀποφθεγγομένους, προγνώσεις ἔχοντας· ἐν δὲ Ζυγῷ καὶ Κριῷ καὶ Λέοντι θεολήπτους, ὀνειροκρίτας, ἐξορκιστάς. Τὸ μὲν οὖν αὐτῶν τῶν πράξεων εἶδος διὰ τῶν τοιούτων κατὰ τὸ συγκρατικὸν εἶδος δεήσει καταστοχάζεσθαι· τὸ δὲ μέγεθος αὐτῶν ἐκ τῆς τῶν οἰκοδεσποτησάντων ἀστέρων δυνάμεως. ἀνατολικοὶ μὲν γὰρ ὄντες ἢ ἐπίκεντροι ποιοῦσι τὰς πράξεις αὐθεντικάς· δυτικοὶ δὲ ἢ ἀποκεκλικότες τῶν κέντρων, ὑποτακτικάς· καὶ ὑπὸ μὲν ἀγαθοποιῶν καθυπερτερούμενοι μεγάλας καὶ ἐπιδόξους καὶ ἐπικερδεῖς καὶ ἀπταίστους καὶ ἐπαφροδίτας, ὑπὸ δὲ κακοποιῶν ταπεινὰς καὶ ἀδόξους καὶ ἀπερικτήτους καὶ ἐπισφαλεῖς· Κρόνου μὲν ἐναντιουμένου καταψύξεις καὶ χρωματοκρασίας, Ἄρεως δὲ καταρριψοκινδυνίας καὶ περιβοησίας, ἀμφοτέρων δὲ κατὰ τὰς τελείας ἀναστασίας, τοῦ καθολικοῦ χρόνου τῆς αὐξήσεως ἢ τῆς ταπεινώσεως πάλιν θεωρουμένου διὰ τῆς τῶν αἰτίων τοῦ ἀποτελέσματος ἀστέρων πρὸς τὰ ἑῷα καὶ τὰ ἑσπέρια κέντρα ἀεὶ διαθέσεως.Περὶ συναρμογῶν Ἑξῆς δὲ τούτοις ὄντος τοῦ περὶ συναρμογῶν λόγου, περὶ μὲν τῶν κατὰ νόμους ἀνδρὸς καὶ γυναικὸς συμβιώσεων οὕτω σκεπτέον. ἐπὶ μὲν τῶν ἀνδρῶν ἀφορᾶν δεῖ τὴν σελήνην αὐτῶν πῶς διάκειται. πρῶτον μὲν γὰρ ἐν τοῖς ἀπηλιωτικοῖς τυχοῦσα τεταρτημορίοις νεογάμους ποιεῖ τοὺς ἄνδρας ἢ νεωτέραις παρʼ ἡλικίαν συμβάλλοντας· ἐν δὲ τοῖς λιβυκοῖς, βραδυγάμους ἢ πρεσβυτέραις συνιόντας· εἰ δὲ ὑπὸ τὰς αὐγὰς εἴη καὶ τῷ τοῦ Κρόνου συσχηματιζομένη, τέλεον ἀγάμους. ἔπειτα ἐὰν μὲν ἐν μονοειδεῖ ζῳδίῳ ᾖ καὶ ἑνὶ τῶν ἀστέρων συνάπτουσα τύχῃ, μονογάμους ἀποτελεῖ· ἐὰν δὲ ἐν δισώμῳ ἢ καὶ πολυμόρφῳ ἢ καὶ πλείοσιν ἐν τῷ αὐτῷ ζωδίῳ τὴν συναφὴν ἔχουσα, πολυγάμους. κἂν μὲν οἱ τὰς συναφὰς ἐπέχοντες τῶν ἀστέρων ἤτοι κατὰ κολλήσεις ἢ κατὰ μαρτυρίας ἀγαθοποιοὶ τυγχάνωσι, λαμβάνουσι γυναῖκας ἀγαθάς· ἐὰν δὲ κακοποιοί, τὰς ἐναντίας. Κρόνος μὲν γὰρ ἐπισχὼν τὴν συναφὴν περιποιεῖ γυναῖκας ἐπιπόνους καὶ αὐστηράς· Ζεὺς δέ, σεμνὰς καὶ οἰκονομικάς· Ἄρης δέ, θρασείας καὶ ἀνυποτάκτους· Ἀφροδίτη δέ, ἱλαρὰς καὶ εὐμόρφους καὶ ἐπιχάριτας· Ἑρμῆς δέ, συνετὰς καὶ ὀξείας. ἔτι δὲ Ἀφροδίτη μετὰ μὲν Διὸς ἢ Κρόνου ἢ μεθʼ Ἑρμοῦ βιωφελεῖς καὶ φιλάνδρους καὶ φιλοτέκνους· μετὰ δὲ Ἄρεως θυμικὰς καὶ ἀστάτους καὶ ἀγνώμονας. Ἐπὶ δὲ τῶν γυναικῶν ἀφορᾶν δεῖ τὸν ἥλιον αὐτῶν, ἐπειδήπερ καὶ αὐτὸς ἐν μὲν τοῖς ἀπηλιωτικοῖς πάλιν τυχὼν τεταρτημορίοις ποιεῖ τὰς ἐχούσας αὐτὸν οὕτω διακείμενον ἤτοι νεογάμους ἢ νεωτέροις συμβαλλούσας, ἐν δὲ τοῖς λιβυκοῖς βραδυγάμους ἢ πρεσβυτέροις παρʼ ἡλικίαν ζευγνυμένας· καὶ ἐν μὲν μονοειδεῖ ζῳδίῳ τυχὼν ἢ ἑνὶ τῶν ἑῴων ἀστέρων συνάπτων, μονογάμους· ἐν δισώμῳ δὲ ἢ πολυμόρφῳ πάλιν ἢ καὶ πλείοσιν ἑῴοις συσχηματισθείς, πολυγάμους. Κρόνου μὲν οὖν ὡσαύτως τῷ ἡλίῳ συσχηματισθέντος, λαμβάνουσιν ἄνδρας καθεστῶτας καὶ χρησίμους καὶ φιλοπόνους· Διὸς δέ, σεμνοὺς καὶ μεγαλοψύχους·Ἄρεως δέ, δράστας καὶ ἀστόργους καὶ ἀνυποτάκτους· Ἀφροδίτης δέ, καθαρίους καὶ εὐμόρφους· Ἑρμοῦ δέ, βιωφελεῖς καὶ ἐμπράκτους· Ἀφροδίτης δὲ μετὰ μὲν Κρόνου, νωχελεῖς καὶ ἀσθενεστέρους ἐν τοῖς ἀφροδισίοις· μετὰ δὲ Ἄρεως, θερμοὺς καὶ καταφερεῖς καὶ μοιχώδεις· μετὰ δὲ Ἑρμοῦ, περὶ παῖδας ἐπτοημένους. λέγομεν δὲ νῦν ἀπηλιωτικὰ τεταρτημόρια ἐπὶ μὲν τοῦ ἡλίου τὰ προηγούμενα τοῦ τε ἀνατέλλοντος σημείου τοῦ ζωδιακοῦ καὶ τοῦ δύνοντος· ἐπὶ δὲ τῆς σελήνης τὰ ἀπὸ συνόδου καὶ πανσελήνου μέχρι τῶν διχοτόμων· λιβυκὰ δὲ τὰ τοῖς εἰρημένοις ἀντικείμενα. Διαμένουσιν μὲν οὖν ὡς ἐπὶ πᾶν αἱ συμβιώσεις ὅταν ἀμφοτέρων τῶν γενέσεων τὰ φῶτα συσχηματιζόμενα τύχῃ συμφώνως, τουτέστιν ὅταν ἢ τρίγωνα ᾖ ἀλλήλοις ἢ ἑξάγωνα, καὶ μάλισθ̓ ὅταν ἐναλλὰξ τοῦτο συμβαίνῃ· πολὺ δὲ πλέον ὅταν ἡ τοῦ ἀνδρὸς σελήνη τῷ τῆς γυναικὸς ἡλίῳ. διαλύονται δʼ ἐκ τῶν τυχόντων καὶ ἀπαλλοτριοῦνται τέλεον ὅταν αἱ προειρημέναι τῶν φωτῶν στάσεις ἐν ἀσυνδέτοις ζῳδίοις τύχωσιν ἢ ἐν διαμέτροις ἢ τετραγώνοις. κἂν μὲν τοὺς συμφώνους τῶν φωτῶν συσχηματισμοὺς οἱ ἀγαθοποιοὶ τῶν ἀστέρων ἐπιθεωρῶσιν, ἡδείας καὶ προσηνεῖς καὶ ὀνησιφόρους τὰς διαμονὰς συντηροῦσιν· ἐὰν δʼ οἱ κακοποιοί, μαχίμους καὶ ἀηδεῖς καὶ ἐπιζημίους. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀσυμφώνων στάσεων οἱ μὲν ἀγαθοποιοὶ τοῖς φωσὶ μαρτυρήσαντες οὐ τέλεον ἀποκόπτουσι τὰς συμβιώσεις, ἀλλὰ ποιοῦσιν ἐπανόδους καὶ ἀναμνήσεις συντηρούσας τό τε προσηνὲς καὶ τὸ φιλόστοργον· οἱ δὲ κακοποιοὶ μετά τινος ἐπηρείας καὶ ὕβρεως ποιοῦσι τὰς διαλύσεις. τοῦ μὲν οὖν τοῦ Ἑρμοῦ μόνου σὺν αὐτοῖς γενομένου, ἐν περιβοησίαις καὶ ἐγκλήμασι περικυλίονται· μετὰ δὲ τοῦ τῆς Ἀφροδίτης ἐπὶ μοιχείαις ἢ φαρμακείαις ἢ τοῖς τοιούτοις. τὰς δὲ κατʼ ἄλλον οἱονδήποτε τρόπον γενομένας συναρμογὰς διακριτέον ἀφορῶντας εἴς τε τὸν τῆς Ἀφροδίτης ἀστέρα καὶ τὸν τοῦ Ἄρεως καὶ τὸν τοῦ Κρόνου.