κατὰ μὲν τὴν ἀπὸ τοῦ ὡροσκόπου ἄφεσιν ἰσάριθμα τοῖς τοῦ οἰκείου κλίματος χρόνοις ἀναφορικοῖς, κατὰ δὲ τὴν ἀπὸ τοῦ μεσουρανήματος ἰσάριθμα τοῖς χρόνοις τῶν μεσουρανήσεων, κατὰ δὲ τὰς ἀπὸ τῶν λοιπῶν ἀνάλογον ἢ κατὰ τὸν πρὸς τὰ κέντρα συνεγγισμὸν τῶν ἀναφορῶν ἢ καταφορῶν ἢ συμμεσουρανήσεων, καθάπερ καὶ ἐπὶ τῶν τῆς ζωῆς χρόνων διωρισάμεθα. Τοὺς μὲν οὖν καθολικοὺς χρονοκράτορας ληψόμεθα τὸν εἰρημένον τρόπον, τοὺς δʼ ἐνιαυσιαίους ἐκβάλλοντες τὸ πλῆθος τῶν ἀπὸ τῆς γενέσεως ἐτῶν ἀφʼ ἑκάστου τῶν ἀφετικῶν τόπων εἰς τὰ ἑπόμενα κατὰ ζῴδιον, καὶ τοῦ συντελειουμένου ζῳδίου τὸν οἰκοδεσπότην συμπαραλαμβάνοντες. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν μηνῶν ποιήσομεν, ἐκβάλλοντες πάλιν καὶ τούτων τὸ ἀπὸ τοῦ γενεθλιακοῦ μηνὸς πλῆθος ἀπὸ τῶν τὴν κυρίαν τοῦ ἔτους λαβόντων τόπων, κατὰ ζῴδιον μέντοι ἡμέρας κη. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἡμερῶν· τὰς γὰρ ἀπὸ τῆς γενεθλιακῆς ἡμέρας ἐκβαλοῦμεν ἀπὸ τῶν μηνιαίων τόπων, κατὰ ζῴδιον ἡμέρας β γ. Προσεκτέον δὲ καὶ ταῖς ἐπεμβάσεσι πρὸς τοὺς τῶν χρόνων τόπους γινομέναις, ὡς οὐ τὰ τυχόντα καὶ αὐταῖς συμβαλλομέναις πρὸς τὰ τῶν καιρῶν ἀποτελέσματα, καὶ μάλιστα ταῖς μὲν τοῦ Κρόνου πρὸς τοὺς καθολικοὺς τῶν χρόνων τόπους, ταῖς δὲ τοῦ Διὸς πρὸς τοὺς τῶν ἐνιαυσιαίων, ταῖς δὲ τοῦ ἡλίου καὶ Ἄρεως καὶ Ἀφροδίτης καὶ Ἑρμοῦ πρὸς τοὺς τῶν μηνιαίων, ταῖς δὲ τῆς σελήνης παρόδοις πρὸς τοὺς τῶν ἡμερησίων, καὶ ὡς τῶν μὲν καθολικῶν χρονοκρατόρων κυριωτέρων ὄντων πρὸς τὴν τοῦ ἀποτελέσματος τελείωσιν, τῶν δʼ ἐπὶ μέρους συνεργούντων ἢ ἀποσυνεργούντων κατὰ τὸ οἰκεῖον ἢ ἀνοικεῖον τῶν φύσεων, τῶν δʼ ἐπεμβάσεων τὰς ἐπιτάσεις καὶ τὰς ἀνέσεις τῶν συμπτωμάτων ἀπεργαζομένων.τὸ μὲν γὰρ καθʼ ὅλου τῆς ποιότητος ἴδιον καὶ τὴν τοῦ χρόνου παράτασιν ὅ τε τῆς ἀφέσεως τόπος καὶ ὁ τῶν καθολικῶν χρόνων κύριος μετὰ τοῦ τῶν ὁρίων διασημαίνει, διὰ τὸ συνοικειοῦσθαι τῶν ἀστέρων ἕκαστον ἐπʼ αὐτῆς τῆς γενέσεως τοῖς τόποις ὧν ἀπʼ ἀρχῆς ἔτυχον λαβόντες τὴν οἰκοδεσποτίαν. Τὸ δὲ πότερον ἀγαθὸν ἢ τοὐναντίον ἔσται τὸ σύμπτωμα καταλαμβάνεται διὰ τῆς τῶν χρονοκρατόρων φυσικῆς τε καὶ συγκρατικῆς ἰδιοτροπίας, εὐποιητικῆς ἢ κακωτικῆς, καὶ τῆς ἀπʼ ἀρχῆς πρὸς τὸν ἐπικρατούμενον τόπον συνοικειώσεως ἢ ἀντιπαθείας. τὸ δʼ ἐν ποίοις χρόνοις μᾶλλον ἐπισημανθήσεται τὸ ἀποτέλεσμα δείκνυται διὰ τῶν ἐνιαυσιαίων καὶ μηνιαίων ζῳδίων πρὸς τοὺς αἰτιατικοὺς τόπους συσχηματισμῶν καὶ τῶν κατὰ τὰς ἐπεμβάσεις τῶν ἀστέρων καὶ τὰς φάσεις ἡλίου καὶ σελήνης πρὸς τὰ ἐνιαύσια καὶ μηνιαῖα τῶν ζῳδίων. οἱ μὲν γὰρ συμφώνως ἔχοντες πρὸς τοὺς διατιθεμένους τόπους ἀπὸ τῆς ἐν τῇ γενέσει καταρχῆς καὶ κατὰ τὰς ἐπεμβάσεις συμφώνως αὐτοῖς συσχηματισθέντες ἀγαθῶν εἰσι περὶ τὸ ὑποκείμενον εἶδος ἀπεργαστικοί, καθάπερ ἐὰν ἐναντιωθῶσι φαύλων· οἱ δὲ ἀσυμφώνως καὶ παρʼ αἵρεσιν διαμηκίσαντες μὲν ἢ τετραγωνίσαντες ταῖς παρόδοις κακῶν εἰσιν αἴτιοι, κατὰ δὲ τοὺς ἄλλους σχηματισμοὺς οὐκέτι. Κἂν μὲν οἱ αὐτοὶ καὶ τῶν χρόνων καὶ τῶν ἐπεμβάσεων κυριεύσωσιν ἀστέρες, ὑπερβάλλουσα καὶ ἄκρατος γίνεται ἡ τοῦ ἀποτελέσματος φύσις, ἐάν τε ἐπὶ τὸ ἀγαθὸν ἐάν τε ἐπὶ τὸ φαῦλον ῥέπῃ· καὶ πολὺ πλέον ἐὰν μὴ μόνον διὰ τὸ χρονοκράτορας εἶναι κυριεύσωσι τοῦ τῆς αἰτίας εἴδους, ἀλλὰ καὶ διὰ τὸ κατʼ αὐτὴν τὴν ἀρχὴν τῆς γενέσεως τὴν οἰκοδεσποτίαν αὐτοῦ τετυχηκέναι. κατὰ πάντα δʼ ὁμοῦ δυστυχοῦσιν ἢ εὐτυχοῦσιν, ὅταν ἤτοι τόπος εἷς καὶ ὁ αὐτὸς ὑπὸ πασῶν ἢ τῶν πλείστων ἀφέσεων τύχῃ καταληφθείς, ἢ τούτων διαφόρων οὐσῶν οἱ αὐτοὶ χρόνοι πάσας ἢ τὰς πλείστας ὑπαντήσεις ὁμοίως ἀγαθοποιοὺς ἢ κακοποιοὺς τύχωσιν ἐσχηκότες.ὁ μὲν οὖν τύπος τῆς τῶν καιρῶν ἐπισκέψεως τοιοῦτός τις ἂν γίγνοιτο,κατὰ τὸν ἁρμόζοντα ταῖς φυσικαῖς χρηματείαις τύπον· τὰς δὲ κατὰ μέρος ἐπιβολὰς τῆς ποιότητος τῶν χρονικῶν ἀποτελεσμάτων πολυχόως καὶ δυσερμηνεύτως ἐχούσας ἐνθάδε μάλιστα κατὰ τὸ διεξοδικὸν τῶν ἀποβησομένων ὑπολειπτέον, διὰ τὴν ἐξ ἀρχῆς ἡμῶν πρόθεσιν, τῇ τοῦ μαθηματικοῦ πρὸς τὸ συγκρατικὸν εἶδος εὐστοχίᾳ, τὸ τῆς καθʼ ὅλου φύσεως τῶν ἀστέρων ποιητικὸν ἔτι καὶ τοῖς ἐπὶ μέρους ὁμοίως κατὰ τὸ ἀκόλουθον ἐφαρμόζειν δυναμένου. διοδευομένου δὲ καὶ τοῦ γενεθλιαλογικοῦ τόπου κεφαλαιωδῶς καλῶς ἂν ἔχοι καὶ τῇδε τῇ πραγματείᾳ τὸ προσῆκον ἐπιθεῖναι τέλος.τὰ δὲ εἴδη τῶν ἀποτελεσμάτων τῶν συμβαινόντων κατὰ χρόνους συνάπτειν ἐνταῦθα κατὰ διέξοδον παραλείψομεν, δἰ ὃν ἔφην σκοπὸν ἐξ ἀρχῆς, ὅτι τῶν ἀστέρων ἡ ποιητικὴ δύναμις, ἣν ἔχουσιν ἐπὶ τοῖς καθʼ ὅλου, ὁμοίως καὶ ἐν τοῖς μερικοῖς κατὰ τὸ ἀκόλουθον ἐφαρμόζεσθαι δύναται, συναπτομένων εὐστόχως τῆς τε αἰτίας τοῦ μαθηματικοῦ καὶ τῆς αἰτίας τῆς ἐκ τῆς συγκράσεως.