ἀλλὰ καθάπαξ τὰ διὰ τῶν ἐφόδων τῶν χρονικῶν θεωρούμενα κατὰ τὸ παρόμοιον καὶ ἐνδεχόμενον τῶν ταῖς ἡλικίαις συμφύλων ἐφαρμόζωμεν. ἔστι γὰρ ἐπιβολὴ μία καὶ ἡ αὐτὴ πάντων ἐπὶ τῶν χρονικῶν τῆς καθʼ ὅλου φύσεως τῶν ἀνθρώπων, ἐχομένη καθ̓ ὁμοιότητα καὶ παραβολὴν τῆς τάξεως τῶν ἑπτὰ πλανωμένων, ἀρχομένη μὲν ἀπὸ τῆς πρώτης ἡλικίας καὶ τῆς πρώτης ἀφʼ ἡμῶν σφαίρας, τουτέστι τῆς σεληνιακῆς, λήγουσα δὲ ἐπὶ τὴν πυμάτην τῶν ἡλικιῶν καὶ τῶν πλανωμένων σφαιρῶν τὴν ὑστάτην, Κρόνου δὲ προσαγορευομένην. καὶ συμβέβηκεν ὡς ἀληθῶς ἑκάστῃ τῶν ἡλικιῶν τὰ οἰκεῖα τῇ φύσει τοῦ παραβεβλημένου τῶν πλανωμένων, ἃ δεήσει παρατηρεῖν, ὅπως τὰ μὲν καθʼ ὅλου τῶν χρονικῶν ἐντεῦθεν σκοπῶμεν, τὰς δὲ τῶν κατὰ μέρος διαφορὰς ἀπὸ τῶν ἐν ταῖς γενέσεσιν εὑρισκομένων ἰδιωμάτων. Μέχρι μὲν γὰρ τῶν πρώτων σχεδόν που τεττάρων ἐτῶν κατὰ τὸν οἰκεῖον ἀριθμὸν τῆς τετραετηρίδος τὴν τοῦ βρέφους ἡλικίαν ἡ σελήνη λαχοῦσα τήν τε ὑγρότητα καὶ ἀπηξίαν τοῦ σώματος καὶ τὸ τῆς αὐξήσεως ὀξὺ καὶ τὸ τῶν τροφῶν ὡς ἐπὶ πᾶν ὑδατῶδες καὶ τὸ τῆς ἕξεως εὐμετάβολον καὶ τὸ τῆς ψυχῆς ἀτελὲς καὶ ἀδιάρθρωτον ἀπειργάσατο τοῖς περὶ τὸ ποιητικὸν αὐτῆς συμβεβηκόσιν οἰκείως.Ἐπὶ δὲ τὴν ἑξῆς δεκαετίαν τὴν παιδικὴν ἡλικίαν δεύτερος καὶ δευτέραν λαχὼν ὁ τοῦ Ἑρμοῦ ἀστὴρ τοῦ καθʼ ἥμισυ μέρους τοῦ τῆς εἰκοσαετηρίδος ἀριθμοῦ τό τε διανοητικὸν καὶ λογικὸν τῆς ψυχῆς ἄρχεται διαρθροῦν καὶ διαπλάττειν, καὶ μαθημάτων ἐντιθέναι σπέρματά τινα καὶ στοιχεῖα, τῶν τε ἠθῶν καὶ τῶν ἐπιτηδειοτήτων ἐμφαίνειν τὰς ἰδιοτροπίας, διδασκαλίαις ἤδη καὶ παιδαγωγίαις καὶ τοῖς πρώτοις γυμνασίοις ἐγείρων τὰς ψυχάς Ὁ δὲ τῆς Ἀφροδίτης τὴν μειρακιώδη καὶ τρίτην ἡλικίαν παραλαβὼν ἐπὶ τὴν ἑξῆς ὀκταετίαν κατὰ τὸν ἴσον ἀριθμὸν τῆς ἰδίας περιόδου κίνησιν εἰκότως τῶν σπερματικῶν πόρων ἐμποιεῖν ἄρχεται κατὰ τὴν πλήρωσιν αὐτῶν καὶ ὁρμὴν ἐπὶ τὴν τῶν ἀφροδισίων συνέλευσιν, ὅτε μάλιστα λύσσα τις ἐγγίνεται ταῖς ψυχαῖς καὶ ἀκρασία καὶ πρὸς τὰ τυχόντα τῶν ἀφροδισίων ἔρως καὶ φλεγμονὴ καὶ ἀπάτη καὶ τοῦ προπετοῦς ἀβλεψία. Τὴν δὲ τετάρτην καὶ τάξει μέσην ἡλικίαν τὴν νεανικὴν λαβὼν ὁ τῆς μέσης σφαίρας κύριος ὁ ἥλιος ἐπὶ τὰ τῆς ἐννεακαιδεκαετηρίδος ἔτη τὸ δεσποτικὸν ἤδη καὶ αὐθεντικὸν τῶν πράξεων ἐμποιεῖ τῇ ψυχῇ, βίου τε καὶ δόξης καὶ καταστάσεως ἐπιθυμίαν καὶ μετάβασιν ἀπὸ τῶν παιγνιωδῶν καὶ ἀνεπιπλάστων ἁμαρτημάτων ἐπὶ τὸ προσεκτικὸν καὶ αἰδημονικὸν καὶ φιλότιμον. Μετὰ δὲ τὸν ἥλιον ὁ τοῦ Ἄρεως πέμπτος, ἐπιλαβὼν τὸ τῆς ἡλικίας ἀνδρῶδες ἐπὶ τὰ ἴσα τῆς ἰδίας περιόδου πεντεκαίδεκα ἔτη, τὸ αὐστηρὸν καὶ κακόπαθον εἰσάγει τοῦ βίου, μερίμνας τε καὶ σκυλμοὺς ἐμποιεῖ τῇ ψυχῇ καὶ τῷ σώματι, καθάπερ αἴσθησίν τινα ἤδη καὶ ἔννοιαν ἐνδιδοὺς τῆς παρακμῆς καὶ ἐπιστρέφων πρὸς τὸ πρὶν ἐγγὺς ἐλθεῖν τοῦ τέλους ἀνύσαι τι λόγου ἄξιον μετὰ πόνου τῶν μεταχειριζομένων.Ἕκτος δʼ ὁ τοῦ Διὸς τὴν πρεσβυτικὴν ἡλικίαν λαχὼν ἐπὶ τὴν τῆς ἰδίας περιόδου πάλιν δωδεκαετίαν τὸ μὲν αὐτουργὸν καὶ ἐπίπονον καὶ ταραχῶδες καὶ παρακεκινδυνευμένον τῶν πράξεων ἀποστρέφεσθαι ποιεῖ, τὸ δὲ εὔσχημον καὶ προνοητικὸν καὶ ἀνακεχωρηκός, ἔτι δὲ ἐπιλογιστικὸν πάντων καὶ νουθετικὸν καὶ παραμυθητικὸν ἀντεισάγει, τιμῆς τότε μάλιστα καὶ ἐπαίνου καὶ ἐλευθεριότητος ἀντιποιεῖσθαι παρασκευάζων μετʼ αἰδοῦς καὶ σεμνοπρεπείας. Τελευταῖος δὲ ὁ τοῦ Κρόνου τὴν ἐσχάτην καὶ γεροντικὴν ἡλικίαν ἐκληρώθη μέχρι τῶν ἐπιλοίπων τῆς ζωῆς χρόνων, καταψυχομένων ἤδη καὶ ἐμποδιζομένων τῶν τε σωματικῶν καὶ τῶν ψυχικῶν κινήσεων ἐν ταῖς ὁρμαῖς καὶ ἀπολαύσεσι καὶ ἐπιθυμίαις καὶ ταχείαις, τῆς ἐπὶ τὴν φύσιν παρακμῆς ἐπιγινομένης τῷ βίῳ κατεσκληκότι καὶ ἀθύμῳ καὶ ἀσθενικῷ καὶ εὐπροσκόπῳ καὶ πρὸς πάντα δυσαρέστῳ κατὰ τὸ οἰκεῖον τῆς τῶν κινήσεων νωχελείας. Αἱ μὲν οὖν κατὰ τὸ κοινὸν καὶ καθʼ ὅλου τῆς φύσεως θεωρούμεναι τῶν χρόνων ἰδιοτροπίαι τοῦτον τὸν τρόπον προϋποτετυπώσθωσαν. τῶν δὲ ἐπὶ μέρους κατὰ τὸ τῶν γενέσεων ἴδιον ὀφειλουσῶν λαμβάνεσθαι, τὰς μὲν κατὰ τὸ προϋποτιθέμενον πάλιν καὶ ὁλοσχερέστερον ἀπὸ τῶν κυριωτάτων πάλιν ἀφέσεων ποιησόμεθα, πασῶν μέντοι καὶ οὐκ ἀπὸ μιᾶς, ὥσπερ ἐπὶ τῶν τῆς ζωῆς χρόνων, ἀλλὰ τὴν μὲν ἀπὸ τοῦ ὡροσκόπου πρὸς τὰ σωματικὰ τῶν συμπτωμάτων καὶ τὰς ξενιτείας, τὴν δὲ ἀπὸ τοῦ κλήρου τῆς τύχης πρὸς τὰ τῆς κτήσεως, τὴν δὲ ἀπὸ τῆς σελήνης πρὸς τὰ τῆς ψυχῆς πάθη καὶ τὰς συμβιώσεις, τὴν δὲ ἀπὸ τοῦ ἡλίου πρὸς τὰ κατʼ ἀξίαν καὶ δόξαν, τὴν δʼ ἀπὸ τοῦ μεσουρανήματος πρὸς τὰς λοιπὰς καὶ κατὰ μέρος τοῦ βίου διαγωγάς, οἷον πράξεις, φιλίας, τεκνοποιΐας.οὕτω γὰρ ἐν τοῖς αὐτοῖς καιροῖς οὐχ εἷς ἔσται ἤτοι ἀγαθοποιὸς ἢ κακοποιὸς κύριος αὐτῶν, πολλῶν ὡς ἐπὶ τὸ πολὺ συμβαινόντων ὑπὸ τοὺς αὐτοῦς χρόνους ἐναντίων συμπτωμάτων, ὡς ὅταν τις ἀποβαλὼν πρόσωπον οἰκεῖον λάβῃ κληρονομίαν, ἢ νόσῳ κατακλιθῇ κατὰ τὸ αὐτὸ καὶ τύχῃ τινὸς ἀξίας καὶ προκοπῆς, ἢ ἐν ἀπραγίᾳ τυγχάνων τέκνων γένηται πατήρ, καὶ ὅσα τοιαῦτα συμβαίνειν εἴωθεν. οὐ γὰρ τὸ αὐτὸ σώματος καὶ ψυχῆς καὶ κτήματος καὶ ἀξιώματος καὶ τῶν συμβιούντων, ἀγαθῶν ἢ κακῶν, ὡς ἐξ ἀνάγκης ἐν ἅπασι τούτοις εὐτυχεῖν τινα ἢ πάλιν ἀτυχεῖν, ἀλλὰ συμβαίνοι μὲν ἂν ἴσως καὶ τὸ τοιοῦτο ἐπὶ τῶν τέλεον εὐδαιμονιζομένων ἢ ταλανιζομένων καιρῶν, ὅταν ἐν πάσαις ἢ ταῖς πλείσταις ἀφέσεσι συνδράμωσιν αἱ ὑπαντήσεις ἀγαθοποιῶν πάντων ἢ κακοποιῶν, σπανίως δὲ διὰ τὸ τῆς ἀνθρωπίνης φύσεως ἀτελὲς μὲν πρὸς ἑκατέραν τῶν ἀκροτήτων, εὐκατάφορον δὲ πρὸς τὴν ἐκ τῆς ἐναλλαγῆς τῶν ἀγαθῶν καὶ κακῶν συμμετρίαν. τοὺς μὲν οὖν ἀφετικοὺς τόπους κατὰ τὸν εἰρημένον τρόπον διακρινοῦμεν, τοὺς δὲ ἐν ταῖς ἀφέσεσιν ὑπαντῶντας οὐ μόνον πάλιν τοὺς ἀναιρέτας, ὥσπερ ἐπὶ τῶν τῆς ζωῆς χρόνων, ἀλλὰ πάντας ἁπλῶς παραληπτέον, καὶ ὁμοίως οὐ τοὺς σωματικῶς μόνον ἢ κατὰ διάμετρον ἢ τετράγωνον στάσιν συναντῶντας ἀλλὰ καὶ τοὺς κατὰ τρίγωνον καὶ ἑξάγωνον σχηματισμόν. Καὶ πρῶτον μὲν δοτέον τοὺς χρόνους καθ̓ ἑκάστην ἄφεσιν τῷ κατʼ αὐτῆς τῆς ἀφετικῆς μοίρας τυχόντι ἢ συσχηματισθέντι, ἐὰν δὲ μὴ οὕτως ἔχῃ, τῷ τὴν ἔγγιστα προήγησιν ἐπιλαβόντι μέχρι τοῦ τὴν ἑξῆς εἰς τὰ ἑπόμενα μοῖραν ἐπιθεωρήσαντος, εἶτα τούτῳ μέχρι τοῦ ἑξῆς καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, παραλαμβανομένων εἰς οἰκοδεσποτίαν καὶ τῶν τὰ ὅρια ἐπεχόντων ἀστέρων. δοτέον δὲ πάλιν ταῖς τῶν διαστάσεων μοίραις ἔτη·