Περὶ τεράτων Οὐκ ἀλλότριος δὲ τῆς προκειμένης σκέψεως οὐδ̓ ὁ περὶ τῶν τεράτων λόγος. πρῶτον μὲν γὰρ ἐπὶ τῶν τοιούτων τὰ μὲν φῶτα ἀποκεκλικότα ἢ ἀσύνδετα τῷ ὡροσκόπῳ κατὰ τὸ πλεῖστον εὑρίσκεται, τὰ δὲ κέντρα διειλημμένα ὑπὸ τῶν κακοποιῶν. ὅταν οὖν τοιαύτη τις ὑπʼ ὄψιν πέσῃ διάθεσις, ἐπειδὴ γίνεται πολλάκις καὶ περὶ τὰς ταπεινὰς καὶ κακοδαίμονας γενέσεις, κἂν μὴ τερατώδεις ὦσιν, εὐθὺς ἐπισκοπεῖν προσήκει τὴν προγενομένην συζυγίαν συνοδικὴν ἢ πανσεληνιακὴν καὶ τὸν οἰκοδεσποτήσαντα ταύτης τε καὶ τῶν τῆς ἐκτροπῆς φωτῶν. ἐὰν γὰρ οἱ τῆς ἐκτροπῆς αὐτῶν τόποι καὶ ὁ τῆς σελήνης καὶ ὁ τοῦ ὡροσκόπου πάντες ἢ οἱ πλείονες ἀσύνδετοι τυγχάνωσιν ὄντες τῷ τῆς προγενομένης συζυγίας τόπῳ, τὸ γεννώμενον αἰνιγματῶδες ὑπονοητέον. ἐὰν μὲν οὖν τούτων οὕτως ἐχόντων τά τε φῶτα ἐν τετράποσιν ἢ θηριώδεσιν εὑρίσκηται ζῳδίοις καὶ οἱ δύο κεκεντρωμένοι τῶν κακοποιῶν, οὐδʼ ἐξ ἀνθρώπων ἔσται τὸ γεννώμενον, ἀλλὰ μηδενὸς μὲν μαρτυροῦντος τοῖς φωσὶ ἀγαθοποιοῦ, τῶν δὲ κακοποιῶν, τέλεον ἀνήμερον καὶ τῶν ἀγρίαν καὶ κακωτικὴν ἐχόντων φύσιν· μαρτυρούντων δὲ Διὸς ἢ Ἀφροδίτης, τῶν ἐκθειαζομένων, οἷον κυνῶν ἢ αἰλούρων ἢ τῶν τοιούτων· Ἑρμοῦ δέ, τῶν εἰς χρείαν ἀνθρωπίνην, οἷον ὀρνίθων ἢ συῶν ἢ βοῶν ἢ αἰγῶν καὶ τῶν τοιούτων. ἐὰν δὲ ἐν ἀνθρωποείδεσι τὰ φῶτα καταλαμβάνηται, τῶν ἄλλων ὡσαύτως ἐχόντων, ὑπʼ ἀνθρώπων μὲν ἢ παρʼ ἀνθρώποις ἔσται τὰ γεγενημένα, τέρατα δὲ καὶ αἰνιγματώδη τῆς κατὰ τὸ ποιὸν ἰδιότητος, καὶ ἐνταῦθα συνορωμένης ἐκ τῆς τῶν ζῳδίων μορφώσεως, ἐν οἷς οἱ διειληφότες τὰ φῶτα ἢ τα κέντρα κακοποιοὶ τυγχάνουσιν. ἐὰν μὲν οὖν κἀνταῦθα μηδὲ εἷς τῶν ἀγαθοποιῶν ἀστέρων προσμαρτυρῇ μηδενὶ τῶν προειρημένων τόπων, ἄλογα καὶ ὡς ἀληθῶς αἰνιγματώδη γίνεται τέλεον· ἐὰν δὲ ὁ τοῦ Διὸς ἢ ὁ τῆς Ἀφροδίτης μαρτυρήσῃ, τιμώμενον καὶ εὔσχημον ἔσται τὸ τοῦ τέρατος ἴδιον·ὁποῖον περὶ τοὺς ἑρμαφροδίτους ἢ τοὺς καλουμένους ἁρποκρατιακοὺς καὶ τοὺς τοιούτους εἴωθε συμβαίνειν. εἰ δὲ καὶ ὁ τοῦ Ἑρμοῦ μαρτυρήσειε μετὰ τούτων μὲν καὶ ἀποφθεγγομένους καὶ διὰ τῶν τοιούτων ποριστικούς· μόνος δὲ ὁ τοῦ Ἑρμοῦ νωδοὺς καὶ κωφούς, εὐφυεῖς μέντοι καὶ πανούργους ἄλλως ἀπεργάζεται.Περὶ ἀτρόφων Λοιποῦ δʼ ὄντος εἰς τὰ κατʼ αὐτὴν τὴν γένεσιν τοῦ περὶ ἀτρόφων λόγου, προσήκει διαλαβεῖν ὅτι πῂ μὲν ὁ τρόπος οὗτος ἔχεται τοῦ περὶ χρόνων ζωῆς λόγου, ἐπειδὴ τὸ ζητούμενον εἶδος οὐκ ἀλλότριον ἑκατέρου, πῂ δὲ κεχώρισται παρὰ τὸ κατʼ αὐτὴν τὴν τῆς ἐπισκέψεως δύναμιν διαφέρειν πως. ὁ μὲν γὰρ περὶ χρόνων ζωῆς ἐπὶ τῶν ὅλως ἐχόντων χρόνους αἰσθητοὺς θεωρεῖται, τουτέστι μὴ ἐλάττονας ἡλιακῆς περιόδου μιᾶς· χρόνος γὰρ ἰδίως ὁ τοιοῦτος ἐνιαυτὸς καταλαμβάνεται· δυνάμει δὲ καὶ ὁ ἐλάττων τούτου, μῆνές εἰσι καὶ ἡμέραι καὶ ὧραι. ὁ δὲ περὶ ἀτρόφων ἐπὶ τῶν μηδʼ ὅλως φθανόντων ἐπὶ τὸν προκείμενον χρόνον, ἀλλʼ ἐν τοῖς ἐλάττοσιν ἀριθμοῖς δἰ ὑπερβολὴν τῆς κακώσεως φθειρομένων. ἔνθεν κἀκεῖνος μὲν πολυμερεστέραν ἔχει τὴν ἐπίσκεψιν, οὗτος δὲ τὴν ὁλοσχερεστέραν. ἁπλῶς γὰρ ἐάν τε κεκεντρωμένον ᾖ τὸ ἕτερον τῶν φωτῶν καὶ τῶν κακοποιῶν ὁ ἕτερος συνῇ ἢ καὶ διαμηκίζῃ, ταῦτα δὲ μοιρικῶς καὶ κατʼ ἰσοσκελείαν, μηδενὸς μὲν ἀγαθοποιοῦ συσχηματιζομένου, τοῦ δʼ οἰκοδεσπότου τῶν φωτῶν ἐν τοῖς τῶν κακοποιῶν τόποις κατειλημμένου, τὸ γεννώμενον οὐ τραφήσεται, παρʼ αὐτὰ δὲ ἕξει τὸ τέλος τῆς ζωῆς. ἐὰν δὲ μὴ κατʼ ἰσοσκελείαν μὲν τοῦτο συμβαίνῃ ἀλλʼ ἐγγὺς ἐπαναφέρωνται τοῖς τῶν φωτῶν τόποις αἱ τῶν κακοποιῶν βολαί, δύο δʼ ὦσιν οἱ κακοποιοί, καὶ ἤτοι τὸ ἕτερον τῶν φωτῶν ἢ καὶ ἀμφότερα βλάπτοντες ἢ κατʼ ἐπαναφορὰν ἢ κατὰ διάμετρον ἢ ἐν μέρει τὸ ἕτερον ὁ ἕτερος ἢ ὁ μὲν ἕτερος διαμετρῶν ὁ δὲ ἕτερος ἐπαναφερόμενος, καὶ οὕτως ἄχρονα γίνεται, τοῦ πλήθους τῶν κακώσεων ἀφανίζοντος τὸ ἐκ τοῦ διαστήματος τῆς ἐπαναφορᾶς εἰς ἐπιμονὴν τῆς ζωῆς φιλάνθρωπον.βλάπτει δὲ ἐξαιρέτως κατὰ μὲν τὰς ἐπαναφορὰς ἥλιον μὲν ὁ τοῦ Ἄρεως, σελήνην δὲ ὁ τοῦ Κρόνου, κατὰ δὲ τὰς διαμετρήσεις ἢ καθυπερτερήσεις ἀνάπαλιν ἥλιον μὲν ὁ τοῦ Κρόνου, σελήνην δὲ ὁ τοῦ Ἄρεως, καὶ μάλιστα ἐὰν κατάσχωσι τοπικῶς ἤτοι τὰ φῶτα ἢ τὸν ὡροσκόπον οἰκοδεσποτήσαντες. ἐὰν δὲ δύο τυγχάνωσι διαμετρήσεις ἐπὶ κέντρων ὄντων τῶν φωτῶν καὶ τῶν κακοποιῶν κατʼ ἰσοσκελείαν, τότε καὶ νεκρὰ ἢ ἡμιθανῆ τίκτεται τὰ βρέφη. τούτων δὲ οὕτως ἐχόντων, ἐὰν μὲν ἀπόρροιαν ἀπό τινος τῶν ἀγαθοποιῶν ἔχοντα τὰ φῶτα τυγχάνῃ ἢ καὶ ἄλλως αὐτοῖς ᾖ συνεσχηματισμένα, ἐν τοῖς προηγουμένοις αὐτῶν μέρεσι μέντοιγε τὰς ἀκτῖνας αὐτῶν ἐπιφερόντων, ἐπιζήσεται τὸ τεχθὲν ἄχρι τοῦ μεταξὺ τῆς τε ἀφέσεως καὶ τῶν ἐγγυτέρων τῶν κακοποιῶν ἀκτίνων ἀριθμοῦ, τῶν μοιρῶν τοὺς ἴσους μῆνας ἢ ἡμέρας ἢ καὶ ὥρας πρὸς τὸ μέγεθος τῆς κακώσεως καὶ τὴν δύναμιν τῶν τὸ αἴτιον ποιούντων. ἐὰν δὲ αἱ τῶν κακοποιῶν ἀκτῖνες εἰς τὰ προηγούμενα φέρωνται τῶν φωτῶν, αἱ δὲ τῶν ἀγαθοποιῶν εἰς τὰ ἑπόμενα, τὸ γεννώμενον ἐκτεθὲν ἀναληφθήσεται καὶ ζήσεται. καὶ πάλιν ἐὰν μὲν οἱ συσχηματισθέντες ἀγαθοποιοὶ καθυπερτερηθῶσιν ὑπὸ τῶν κακοποιῶν εἰς κάκωσιν καὶ ὑποταγήν, ἐὰν δὲ καὶ καθυπερτερήσωσιν εἰς ὑποβολὴν αλλων γονέων. εἰ δὲ καὶ τῶν ἀγαθοποιῶν τις ἀνατολὴν ἢ τὴν συναφὴν ποιοῖτο τῇ σελήνῃ, τῶν δὲ κακοποιῶν ὑπὸ δύσιν τις εἴη, ὑπʼ αὐτῶν τῶν γονέων ἀναληφθήσεται. κατὰ τὸν αὐτὸν δὲ τὸν τρόπον καὶ ἐπὶ τῶν πλειστογονούντων. ἐὰν μὲν ὑπὸ δύσιν τις ᾖ τῶν κατὰ δύο ἢ καὶ πλείους συνεσχηματισμένων ἀστέρων, ἡμιθανές τι ἢ σάρκωμα καὶ ἀτελὲς τὸ γεννώμενον ἀποτεχθήσεται. ἐὰν δὲ ὑπὸ κακοποιῶν καθυπερτερῆται, ἄτροφον ἢ ἄχρονον ἔσται τὸ ὑπὸ τῆς κατ’ αὐτὸν αἰτίας συγγεγενημένον.