πάντων μέν, ὡς ἔφαμεν, τῶν φύσιν ἐχόντων διὰ ταύτης λαμβάνεσθαι δυναμένων, συνεργησόντων δὲ εἴ τις ἔτι περιεργάζεσθαι θέλοι πρὸς μόνα τὰ κατ’ αὐτὴν τὴν σύγκρισιν ἰδιώματα καὶ τῶν κατὰ τὸν τῆς σπορᾶς χρόνον διὰ τῆς αὐτῆς θεωρίας ὑποπιπτόντων ἰδιωμάτων.Περὶ μοίρας ὡροσκοπούσης Ἐπειδὴ περὶ τοῦ πρώτου καὶ κυριωτάτου, τουτέστι τοῦ μορίου τῆς κατὰ τὴν ἐκτροπὴν ὥρας, ἀπορία γίνεται πολλάκις, μόνης μὲν ὡς ἐπὶ πᾶν τῆς δἰ ἀστρολάβων ὡροσκοπίων κατʼ αὐτὴν τὴν ἔκτεξιν διοπτεύσεως τοῖς ἐπιστημονικῶς παρατηροῦσι τὸ λεπτὸν τῆς ὥρας ὑποβάλλειν δυναμένης, τῶν δ̓ ἄλλων σχεδὸν ἁπάντων ὡροσκοπίων, οἷς οἱ πλεῖστοι τῶν ἐπιμελεστέρων προσέχουσι, πολλαχῆ διαψεύδεσθαι τῆς ἀληθείας δυναμένων, τῶν μὲν ἡλιακῶν παρὰ τὰς τῶν θέσεων καὶ τῶν γνωμόνων ἐπισυμπιπτούσας διαστροφάς, τῶν δὲ δἰ ὑδρολογίων παρὰ τὰς τῆς ῥύσεως τοῦ ὕδατος ὑπὸ διαφόρων αἰτιῶν καὶ διὰ τὸ τυχὸν ἐποχάς τε καὶ ἀνωμαλίας, ἀναγκαῖον ἂν εἴη προπαραδοθῆναι τίνα ἄν τις τρόπον εὑρίσκοι τὴν ὀφείλουσαν ἀνατέλλειν μοῖραν τοῦ ζωδιακοῦ κατὰ τὸν φυσικὸν καὶ ἀκόλουθον λόγον, προυποτεθείσης τῆς κατὰ τὴν διδομένην σύνεγγυς ὥραν διὰ τῆς τῶν ἀναφορῶν πραγματείας εὑρισκομένης. δεῖ δὴ λαμβάνειν τὴν τῆς ἐκτροπῆς προγενομένην ἔγγιστα συζυγίαν, ἐάν τε σύνοδος ᾖ ἐάν τε πανσέληνος, καὶ τὴν μοῖραν ἀκριβῶς διασκεψαμένους, συνόδου μὲν οὔσης τὴν ἀμφοτέρων τῶν φωτῶν, πανσελήνου δὲ τὴν τοῦ ὑπὲρ γῆν αὐτῶν ὄντος, κατά τε τὸν χρόνον τῆς ἐκτροπῆς ἰδεῖν τοὺς πρὸς αὐτὴν οἰκοδεσποτικὸν ἔχοντας λόγον τῶν ἀστέρων, τοῦ τρόπου καθʼ ὅλου τοῦ κατὰ τὴν οἰκοδεσποτίαν ἐν πέντε τούτοις θεωρουμένου, τριγώνῳ τε καὶ οἴκῳ καὶ ὑψώματι καὶ ὁρίῳ καὶ φάσει ἢ συσχηματισμῷ, τουτέστιν ὅταν ἕν τι ἢ πλείονα τούτων ἢ καὶ πάντα ὁ ζητούμενος ἔχει τόπος πρὸς τὸν μέλλοντα οἰκοδεσποτήσειν. ἐὰν μὲν οὖν ἕνα πρὸς ταῦτα πάντα ἢ τὰ πλεῖστα οἰκείως διακείμενον εὑρίσκωμεν, ἣν ἂν ἐπέχῃ μοῖραν οὗτος ἀκριβῶς καθʼ ὃ παροδεύει δωδεκατημόριον, ἐν τῷ τῆς ἐκτροπῆς χρόνῳ τὴν ἰσάριθμον αὐτῇ κρινοῦμεν ἀνατέλλειν ἐν τῷ διὰ τῆς τῶν ἀναφορῶν πραγματείας εὑρημένῳ ἐγγυτέρῳ δωδεκατημορίῳ.ἐὰν δὲ δύο ἢ καὶ πλείους συνοικοδεσποτοῦντας, οὗ ἂν αὐτῶν ἡ κατὰ τὴν ἐκτροπὴν μοιρικὴ πάροδος ἐγγύτερον ἔχῃ τὸν ἀριθμὸν τῇ κατὰ τὰς ἀναφορὰς ἀνατελλούσῃ, τούτου τῇ ποσότητι τῶν μοιρῶν καταχρησόμεθα. εἰ δὲ δύο ἢ καὶ πλείους ἐγγὺς εἶεν τῷ ἀριθμῷ, τῷ μᾶλλον ἔχοντι λόγον πρός τε τὰ κέντρα καὶ τὴν αἵρεσιν κατακολουθήσομεν· ἐὰν μέντοι πλείων ᾖ ἡ διάστασις τῶν τῆς οἰκοδεσποτίας μοιρῶν πρὸς τὴν κατὰ τὸ ὁλοσχερὲς ὡροσκόπιον ἤπερ πρὸς τὴν κατὰ τὸ ὅμοιον μεσουράνημα, τῷ αὐτῷ ἀριθμῷ πρὸς τὴν μεσουρανοῦσαν μοῖραν καταχρησάμενοι, διὰ ταύτης καὶ τὰ λοιπὰ τῶν κέντρων διαστησόμεθα.Διαίρεσις γενεθλιαλογίας Τούτων δὴ προεκτεθειμένων, εἴ τις αὐτῆς τῆς τάξεως ἕνεκα διαιροίη τὸ καθʼ ὅλου τῆς γενεθλιαλογικῆς θεωρίας, εὕροι ἂν τῶν κατὰ φύσιν καὶ δυνατῶν καταλήψεων τὴν μὲν τῶν πρὸ τῆς γενέσεως οὖσαν συμπτωμάτων μόνον, ὡς τὴν τοῦ περὶ γονέων λόγου, τὴν δὲ τῶν καὶ πρὸ τῆς γενέσεως καὶ μετὰ τὴν γένεσιν, ὡς τὴν τοῦ περὶ ἀδελφῶν λόγου, τὴν δὲ τῶν κατʼ αὐτὴν τὴν γένεσιν, οὐκέθʼ οὕτω μίαν οὖσαν καὶ ἁπλῆν· τελευταίαν δὲ τὴν τῶν μετὰ τὴν γένεσιν, πολυμερεστέραν καὶ ταύτην θεωρουμένην. ἔστι δὲ τῶν μὲν κατʼ αὐτὴν τὴν γένεσιν ἐπιζητουμένων ὅ τε περὶ ἀρρενικῶν καὶ θηλυκῶν λόγος καὶ ὁ περὶ διδυμογόνων ἢ πλειστογόνων καὶ ὁ περὶ τεράτων καὶ ὁ περὶ ἀτρόφων· τῶν δὲ μετὰ τὴν γένεσιν ὅ τε περὶ χρόνων ζωῆς, ἐπειδήπερ οὐ συνῆπται τῷ περὶ ἀτρόφων, ἔπειτα ὁ περὶ μορφῆς σώματος καὶ ὁ περὶ παθῶν ἢ σινῶν σωματικῶν· ἑξῆς δὲ ὁ περὶ ψυχῆς ποιότητος καὶ ὁ περὶ παθῶν ψυχικῶν· ἔπειθʼ ὁ περὶ τύχης κτητικῆς καὶ ὁ περὶ τύχης ἀξιωματικῆς, μετὰ δὲ ταῦτα ὁ περὶ πράξεως ποιότητος· εἶτα ὁ περὶ συμβιώσεως γαμικῆς καὶ ὁ περὶ τεκνοποιίας καὶ ὁ περὶ συνεπιπλοκῶν καὶ συναρμογῶν καὶ φίλων· ἑξῆς δʼ ὁ περὶ ξενιτείας καὶ τελευταῖος ὁ περὶ τῆς τοῦ θανάτου ποιότητος, τῇ μὲν δυνάμει συνοικειούμενος τῷ περὶ χρόνων ζωῆς, τῇ τάξει δʼ εἰκότως ἐπὶ πᾶσι τούτοις τιθέμενος· ὑπὲρ ὧν ἑκάστου κατὰ τὸ κεφαλαιῶδες ποιησόμεθα τὴν ὑφήγησιν, αὐτὰς τὰς τῆς ἐπισκέψεως πραγματείας μετὰ ψιλῶν τῶν ποιητικῶν δυνάμεων, ὡς ἔφαμεν, ἐκτιθέμενοι, καὶ τὰ μὲν περιέργως ὑπὸ τῶν πολλῶν φλυαρούμενα καὶ μὴ πιθανὸν ἔχοντα λόγον πρὸς τὰς ἀπὸ τῆς πρώτης φύσεως αἰτίας ἀποπεμπόμενοι· τὰ δὲ ἐνδεχομένην ἔχοντα τὴν κατάληψιν, οὐ διὰ κλήρων καὶ ἀριθμῶν ἀναιτιολογήτων, ἀλλὰ δἰ αὐτῆς τῆς τῶν σχηματισμῶν πρὸς τοὺς οἰκείους τόπους θεωρίας ἐπισκεπτόμενοι· καθʼ ὅλου μέντοι καὶ ἐπὶ πάντων ἁπλῶς, ἵνα μὴ καθʼ ἕκαστον εἶδος ταυτολογῶμεν.Πρῶτον μὲν χρὴ σκοπεῖν τὸν οἰκειούμενον τόπον τοῦ ζωδιακοῦ τῷ ζητουμένῳ τῆς γενέσεως κατʼ εἶδος κεφαλαίῳ, καθάπερ λόγου ἕνεκεν τῷ περὶ πράξεων τὸν τοῦ μεσουρανήματος, ἢ τῷ περὶ πατρὸς τὸν ἡλιακόν· ἔπειτα θεωρεῖν τοὺς λόγον ἔχοντας πρὸς τὸν ὑποκείμενον τόπον τῶν ἀστέρων οἰκοδεσποτίας καθʼ οὓς ἐπάνω προείπομεν πέντε τρόπους. κἂν μὲν εἷς ᾖ ὁ κατὰ πάντας κύριος, τούτῳ διδόναι τὴν ἐκείνης τῆς προτελέσεως οἰκοδεσποτίαν· ἐὰν δὲ δύο ἢ τρεῖς, τοῖς τὰς πλείους ἔχουσι ψήφους· μετὰ δὲ ταῦτα πρὸς μὲν τὸ ποιὸν τοῦ ἀποτελέσματος σκοπεῖν τάς τε αὐτῶν τῶν οἰκοδεσποτησάντων ἀστέρων φύσεις καὶ τὰς τῶν δωδεκατημορίων ἐν οἷς εἰσιν αὐτοί τε καὶ οἱ συνοικειούμενοι τόποι· πρὸς δὲ τὸ μέγεθος αὐτῶν σκοπεῖν καὶ τὴν δύναμιν πότερον ἐνεργῶς τυγχάνουσι διακείμενοι κατά τε αὐτὸ τὸ κοσμικὸν καὶ τὸ κατὰ τὴν γένεσιν ἢ τὸ ἐναντίον· δραστικώτατοι μὲν γάρ εἰσιν ὅταν κοσμικῶς μὲν ἐν ἰδίοις ἢ ἐν οἰκείοις ὦσι τόποις· καὶ πάλιν ὅταν ἀνατολικοὶ τυγχάνωσι καὶ προσθετικοὶ τοῖς ἀριθμοῖς· κατὰ γένεσιν δὲ ὅταν ἐπὶ τῶν κέντρων ἢ τῶν ἐπαναφορῶν παροδεύωσι καὶ μάλιστα τῶν πρώτων, λέγω δὴ τῶν τε κατὰ τὰς ἀναφορὰς καὶ τὰς μεσουρανήσεις· ἀδρανέστατοι δὲ ὅταν κοσμικῶς μὲν ἐν τοῖς ἀλλοτρίοις ἢ ἀνοικείοις ὦσι τόποις καὶ δυτικοὶ ἢ ἀναποδιστικοὶ τοῖς δρόμοις ὦσι· κατὰ γένεσιν δὲ ὅταν ἀποκλίνωσι τῶν κέντρων· πρὸς δὲ τὸν καθ̓ ὅλου χρόνον τοῦ ἀποτελέσματος πότερον ἑῷοί εἰσιν ἢ ἑσπέριοι πρός τε τὸν ἥλιον καὶ τὸν ὡροσκόπον, ἐπειδήπερ τὰ μὲν προηγούμενα ἑκατέρου αὐτῶν τεταρτημόρια καὶ τὰ διάμετρα τούτοις ἑῷα γίνεται, τὰ δὲ λοιπὰ καὶ ἑπόμενα ἑσπέρια· καὶ πότερον ἐπὶ τῶν κέντρων τυγχάνουσιν ἢ τῶν ἐπαναφορῶν· ἑῷοι μὲν γὰρ ὄντες ἢ ἐπίκεντροι κατʼ ἀρχὰς γίνονται δραστικώτεροι, ἑσπέριοι δὲ ἢ ἐπὶ τῶν ἐπαναφορῶν βραδύτεροι.