ἐπὶ δὲ τῶν ἐναντίων τρυφητάς, ἡδυβίους, θηλυψύχους, ὀρχηστικούς, γυναικοθύμους, δαπανηρούς, κακογυναίους, ἐρωτικούς, λάγνους, καταφερεῖς, λοιδόρους, μοιχούς, φιλοκόσμους, ὑπομαλάκους, ῥαθύμους, ἀσώτους, ἐπιμώμους, ἐμπαθεῖς, καλλωπιστάς, γυναικονοήμονας, ἱερῶν ἐγκατόχους, προαγωγικούς, μυστηριακούς, πιστοὺς μέντοι καὶ ἀπονήρους καὶ ἐπιχαρίτους καὶ εὐπροσίτους καὶ εὐδιαγώγους καὶ πρὸς τὰς συμφορὰς ἐλευθεριωτέρους. Τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ πολυγραμμάτους, φιλολόγους, γεωμέτρας, μαθηματικούς, ποιητικούς, δημηγορικούς, εὐφυεῖς, σωφρονικούς, ἀγαθόφρονας, καλοσυμβούλους, πολιτικούς, εὐεργετικούς, ἐπιτροπικούς, χρηστοήθεις, φιλοδώρους, φιλόχλους, εὐεπηβόλους, ἐπιτευκτικούς, ἡγεμονικούς, εὐσεβεῖς, φιλοθέους, εὐχρηματίστους, φιλοστόργους, φιλοικείους, εὐπαιδεύτους, ἐμφιλοσόφους, ἀξιωματικούς· ἐπὶ δὲ τῶν ἐναντίων εὐήθεις, ληρώδεις, σφαλλομένους, εὐκαταφρονήτους, ἐνθουσιαστικούς, θεοπροσπλόκους, φληνάφους, ὑποπίκρους, προσποιησισόφους, ἀνοήτους, ἀλαζονικούς, ἐπιτηδευτάς, μαγευτικούς, ὑποκεκινημένους, πολυΐστορας δὲ καὶ μνημονικοὺς καὶ διδασκαλικοὺς καὶ καθαρίους ταῖς ἐπιθυμίαις. Ὁ δὲ τοῦ Ἄρεως ἀστὴρ μόνος τὴν οἰκοδεσποτίαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ γενναίους, ἀρχικούς, θυμικούς, φιλόπλους, πολυτρόπους, σθεναρούς, παραβόλους, ῥιψοκινδύνους, ἀνυποτάκτους, ἀδιαφόρους, μονοτόνους, ὀξεῖς, αὐθάδεις, καταφρονητικούς, τυραννικούς, δράστας, ὀργίλους, ἡγεμονικούς· ἐπὶ δὲ τῆς ἐναντίας ὠμούς, ὑβριστάς, φιλαίμους, φιλοθορύβους, δαπάνους, κραυγαστάς, πλήκτας, προπετεῖς, μεθύσους, ἅρπαγας, κακούργους, ἀνελεήμονας, τεταραγμένους, μανιώδεις, μισοικείους, ἀθέους.Τῷ δὲ τῆς Ἀφροδίτης συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ ἐπιχάριτας, εὐδιαγώγους, φιλεταίρους, ἡδυβίους, εὐφροσύνους, παιγνιώδεις, ἀφελεῖς, εὐρύθμους, φιλορχηστάς, ἐρωτικούς, φιλοτέχνους, μιμητικούς, ἀπολαυστικούς, διασκευαστάς, ἐπάνδρους καὶ εὐκαταφόρους μὲν πρὸς τὰς ἀφροδισιακὰς ἁμαρτίας, ἐπιτευκτικοὺς δὲ καὶ εὐπεριστόλους καὶ νουνεχεῖς καὶ δυσελέγκτους καὶ διακριτικούς, ἔτι δὲ νέων ἐπιθυμητικοὺς ἀρρένων τε καὶ θηλειῶν, δαπανηρούς τε καὶ ὀξυθύμους καὶ ζηλοτύπους· ἐπὶ δὲ τῶν ἐναντίων ῥιψοφθάλμους, λάγνους, καταφερεῖς, ἀδιαφόρους, διασύρτας, μοιχικούς, ὑβριστάς, ψεύστας, δολοπλόκους, ὑπονοθευτὰς οἰκείων τε καὶ ἀλλοτρίων, ὀξεῖς ἅμα καὶ προσκορεῖς πρὸς τὰς ἐπιθυμίας, διαφθορέας γυναικῶν καὶ παρθένων, παραβόλους, θερμούς, ἀτάκτους, ἐνεδρευτάς, ἐπιόρκους, εὐεμπτώτους τε καὶ φρενοβλαβεῖς, ἐνίοτε δὲ καὶ ἀσώτους, φιλοκόσμους καὶ θρασεῖς καὶ διατιθεμένους καὶ ἀσελγαίνοντας. Τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ στρατηγικούς, δεινούς, δράστας, εὐκινήτους, ἀκαταφρονήτους, πολυτρόπους, εὑρετικούς, σοφιστάς, ἐπιπόνους, πανούργους, προγλώσσους, ἐπιθετικούς, δολίους, ἀστάτους, μεθοδευτάς, κακοτέχνους, ὀξύφρονας, ἐξαπατητάς, ὑποκριτικούς, ἐνεδρευτάς, κακοτρόπους, πολυπράγμονας, φιλοπονήρους, ἐπιτευκτικοὺς δʼ ἄλλως καὶ πρὸς τοὺς ὁμοίους εὐσυνθέτους καὶ εὐσυνδεξιάστους, καὶ ὅλως ἐχθρῶν μὲν βλαπτικούς, φίλων δὲ εὐποιητικούς· ἐπὶ δὲ τῶν ἐναντίων δαπανηρούς, πλεονέκτας, ὠμούς, παραβόλους, τολμηρούς, μεταμελητικούς, ἐμπαράκτους, παρακεκινημένους, ψεύστας, κλέπτας, ἀθέους, ἐπιόρκους, ἐπιθέτας, στασιαστάς, ἐμπρηστάς, θεατροκόπους, ἐφυβρίστους, ληστρικούς, τοιχωρύχους, μιαιφόνους, πλαστογράφους, ῥᾳδιουργούς, γόητας, μάγους, φαρμακούς, ἀνδροφόνους.Ὁ δὲ τῆς Ἀφροδίτης μόνος τὴν οἰκοδεσποτίαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ προσηνεῖς, ἀγαθούς, τρυφητάς, λογίους, καθαρίους, εὐφροσύνους, φιλορχηστάς, καλοζήλους, μισοπονήρους, φιλοτέχνους, φιλοθεωτάτους, εὐσχήμονας, εὐεκτικούς, εὐονείρους, φιλοστόργους, εὐεργετικούς, ἐλεήμονας, σικχούς, εὐσυναλλάκτους, ἐπιτευκτικοὺς καὶ ὅλως ἐπαφροδίτους· ἐπὶ δὲ τῆς ἐναντίας ῥαθύμους, ἐρωτικούς, τεθηλυσμένους, γυναικώδεις, ἀτόλμους, ἀδιαφόρους, καταφερεῖς, ἐπιψόγους, ἀνεπιφάντους, ἐπονειδίστους. Τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ φιλοτέχνους, ἐμφιλοσόφους, ἐπιστημονικούς, εὐφυεῖς, ποιητικούς, φιλομούσους, φιλοκάλους, χρηστοήθεις, ἀπολαυστικούς, τρυφεροδιαίτους, εὐφροσύνους, φιλοφίλους, εὐσεβεῖς, συνετούς, πολυμηχάνους, διανοητικούς, εὐεπιβόλους, κατορθωτικούς, ταχυμαθεῖς, αὐτοδιδάκτους, ζηλωτὰς τῶν ἀρίστων, μιμητὰς τῶν καλῶν, εὐστόμους καὶ ἐπιχάριτας τῷ λόγῳ, ἐρασμίους, εὐαρμόστους τοῖς ἤθεσι, σπουδαίους, φιλάθλους, ὀρθούς, κριτικούς, μεγαλόφρονας, τῶν δὲ ἀφροδισίων πρὸς μὲν τὰ γυναικεῖα φυλακτικούς, πρὸς δὲ τὰ παιδικὰ μᾶλλον κεκινημένους καὶ ζηλοτύπους· ἐπὶ δὲ τῆς ἐναντίας ἐπιθέτας, πολυμηχάνους, κακοστόμους, ἀλλοπροσάλλους, κακογνώμονας, ἐξαπατητάς, κυκητάς, ψεύστας, διαβόλους, ἐπιόρκους, βαθυπονήρους, ἐπιβουλευτικούς, ἀσυνθέτους, ἀδεξιάστους, νοθευτάς, γυναικῶν διαφθορέας καὶ παίδων, ἔτι δὲ καλλωπιστάς, ὑπομαλάκους, ἐπιψόγους, κακοφήμους, πολυθρυλήτους, παντοπράξους, καὶ ἐνίοτε μὲν ἐπὶ διαφθορᾷ τὰ τοιαῦτα ὑποκρινομένους, ἐνίοτε δὲ καὶ ταῖς ἀληθείαις, διατιθεμένους τε καὶ αἰσχροποιοῦντας καὶ ποικίλοις πάθεσιν ὑβριζομένους.