σὺν δὲ τῷ τοῦ Ἑρμοῦ καὶ φαρμακείαις ἢ ἰατρῶν ἀγαθῶν ἐπικουρίαις. ὁ δὲ τῆς Ἀφροδίτης διὰ προφάσεως θεῶν καὶ χρησμῶν τὰ μὲν σίνη τρόπον τινὰ εὔμορφα καὶ ἐπιχαρῆ κατασκευάζει, τὰ δὲ πάθη ταῖς ἀπὸ θεῶν ἰατρείαις εὐπαρηγόρητα· τοῦ μέντοι Κρόνου προσόντος μετὰ παραδειγματισμῶν καὶ ἐξαγοριῶν καὶ τῶν τοιούτων· τοῦ δὲ τοῦ Ἑρμοῦ μετʼ ἐπικουρίας καὶ πορισμοῦ τινος δἰ αὐτῶν τῶν σινῶν ἢ καὶ παθῶν τοῖς ἔχουσι περιγινομένου.Περὶ ποιότητος ψυχῆς Περὶ μὲν οὖν τῶν σωματικῶν συμπτωμάτων ὁ τύπος τῆς ἐπισκέψεως τοιοῦτος ἄν τις εἴη. τῶν δὲ ψυχικῶν ποιοτήτων αἱ μὲν περὶ τὸ λογικὸν καὶ νοερὸν μέρος καταλαμβάνονται διὰ τῆς κατὰ τὸν τοῦ Ἑρμοῦ ἀστέρα θεωρουμένης ἑκάστοτε περιστάσεως· αἱ δὲ περὶ τὸ αἰσθητικὸν καὶ ἄλογον ἀπὸ τοῦ σωματωδεστέρου τῶν φωτῶν, τουτέστι τῆς σελήνης, καὶ τῶν πρὸς τὰς ἀπορροίας ἢ καὶ τὰς συναφὰς αὐτῆς συνεσχηματισμένων ἀστέρων. πολυτροπωτάτου δʼ ὄντος τοῦ κατὰ τὰς ψυχικὰς ὁρμὰς εἴδους εἰκότως ἂν καὶ τὴν τοιαύτην ἐπίσκεψιν οὐχ ἁπλῶς οὐδʼ ὡς ἔτυχε ποιοίμεθα, διὰ πλειόνων δὲ καὶ ποικίλων παρατηρήσεων. καὶ γὰρ αἱ τῶν ζῳδίων τῶν περιεχόντων τόν τε τοῦ Ἑρμοῦ καὶ τὴν σελήνην ἢ τοὺς τὴν ἐπικράτησιν αὐτῶν εἰληφότας ἀστέρας διαφοραὶ πολὺ δύνανται συμβάλλεσθαι πρὸς τὰ τῶν ψυχικῶν ἰδιώματα, καὶ οἱ τῶν λόγον ἐχόντων πρὸς τὸ προκείμενον εἶδος ἀστέρων σχηματισμοὶ πρὸς ἥλιόν τε καὶ τὰ κέντρα, καὶ ἔτι τὸ κατʼ αὐτὴν τὴν ἑκάστου τῶν ἀστέρων φύσιν πρὸς τὰς ψυχικὰς κινήσεις ἰδιότροπον. Τῶν μὲν οὖν ζῳδίων καθʼ ὅλου τὰ μὲν τροπικὰ δημοτικωτέρας ποιεῖ τὰς ψυχὰς ὀχλικῶν τε καὶ πολιτικῶν πραγμάτων ἐπιθυμητικάς, ἔτι δὲ φιλοδόξους καὶ θεοπροσπλόκους εὐφυεῖς τε καὶ εὐκινήτους, ζητητικάς τε καὶ εὑρετικάς, εὐεικάστους καὶ ἀστρολογικὰς καὶ μαντικάς· τὰ δὲ δίσωμα ποικίλας, εὐμεταβόλους, δυσκαταλήπτους, κούφας, εὐμεταθέτους, διπλᾶς, ἐρωτικάς, πολυτρόπους, φιλομούσους, ῥαθύμους, εὐπορίστους, μεταμελητικάς· τὰ δὲ στερεὰ δικαίας, ἀκολακεύτους, ἐπιμόνους, βεβαίας, συνετάς, ὑπομονητικάς, φιλοπόνους, σκληράς, ἐγκρατεῖς, μνησικάκους, ἐκβιβαστικάς, ἐριστικάς, φιλοτίμους, στασιώδεις, πλεονεκτικάς, ἀποκρότους, ἀμεταθέτους. Τῶν δὲ σχηματισμῶν αἱ μὲν ἀνατολικαὶ καὶ ὡροσκοπίαι καὶ μάλιστα αἱ ἰδιοπροσωπίαι ἐλευθερίους καὶ ἁπλᾶς καὶ αὐθάδεις καὶ ἰσχυρὰς καὶ εὐφυεῖς καὶ ὀξείας καὶ ἀπαρακαλύπτους τὰς ψυχὰς ἀπεργάζονται·οἱ δὲ ἑῷοι στηριγμοὶ καὶ αἱ μεσουρανήσεις ἐπιλογιστικάς, ἐπιμόνους, μνημονευτικάς, βεβαίας, συνετάς, μεγαλόφρονας, ἀποτελεστικὰς ὧν βούλονται, ἀτρέπτους, ῥωμαλέας, ὠμάς, ἀνεξαπατήτους, κριτικάς, ἐμπράκτους, κολαστικάς, ἐπιστημονικάς· αἱ δὲ προηγήσεις καὶ αἱ δύσεις εὐμεταθέτους, ἀβεβαίους, ἀσθενεῖς, ἀφερεπόνους, ἐμπαθεῖς, ταπεινάς, δειλάς, ἀμφιβόλους, θρασυδείλους, ἀμβλείας, βλακώδεις, δυσκινήτους· οἱ δὲ ἑσπέριοι στηριγμοὶ καὶ αἱ ὑπὸ γῆν μεσουρανήσεις, ἔτι δὲ καὶ ἐφ̓ Ἑρμοῦ καὶ Ἀφροδίτης ἡμέρας μὲν αἱ ἑσπέριαι δύσεις, νυκτὸς δὲ αἱ ἑῷοι, εὐφυεῖς μὲν καὶ φρενήρεις, οὐκ ἄγαν δὲ μνημονικὰς οὐδʼ ἐπιμόχθους καὶ φιλοπόνους, διερευνητικὰς δὲ τῶν ἀποκρύφων καὶ ζητητικὰς τῶν ἀθεωρήτων, οἷον μαγικάς, μυστηριακάς, μετεωρολογικάς, ὀργανικάς, μηχανικάς, θαυματοποιούς, ἀστρολογικάς, φιλοσόφους, οἰωνοσκοπικάς, ὀνειροκριτικὰς καὶ τὰς ὁμοίας. Πρὸς τούτοις δὲ ἐν ἰδίοις μὲν ἢ καὶ οἰκείοις ὄντες τόποις καὶ αἱρήσεσιν οἱ τὴν κυρίαν ἔχοντες τῶν ψυχικῶν, καθʼ ὃν ἐν ἀρχῇ διωρισάμεθα τρόπον, προφανῆ καὶ ἀπαραπόδιστα καὶ αὐθέκαστα καὶ ἐπιτευκτικὰ ποιοῦσι τὰ ἰδιώματα, καὶ μάλισθʼ ὅταν οἱ αὐτοὶ τῶν δύο τόπων ἐπικρατήσωσιν ἅμα, τουτέστι τῷ μὲν τοῦ Ἑρμοῦ ὁπωσδήποτε τυγχάνωσι συνεσχηματισμένοι, τὴν δὲ τῆς σελήνης ἀπόρροιαν ἢ καὶ συναφὴν ἐπέχοντες· μὴ οὕτω δὲ διακείμενοι ἀλλ’ ἐν ἀνοικείοις ὄντες τόποις, τὰ μὲν τῆς ἑαυτῶν φύσεως οἰκεῖα πρὸς τὴν ψυχικὴν ἐνέργειαν ἀνεπίφαντα καὶ ἀμαυρὰ καὶ ἀτελείωτα καὶ ἀπρόκοπα καθιστᾶσι. τὰ δὲ τῆς τῶν ἐπικρατησάντων ἢ καθυπερτερησάντων ἰσχυρά τε καὶ ἐπιβλαβῆ τῶν ὑποκειμένων, ὡς ὅταν οἵ τε διὰ κακοποιῶν οἰκείωσιν ἄδικοι καὶ πονηροί, κρατούντων μὲν αὐτῶν, εὐπροχώρητον ἢ καὶ ἀνεμποδίστον καὶ ἀκίνδυνον καὶ ἐπίδοξον ἔχουσι τὴν πρὸς τὸ κακῶς ἀλλήλους ποιεῖν ὁρμήν· κρατουμένων δὲ ὑπὸ τῆς ἐναντίας αἱρέσεως, κατάφοροι καὶ ἀνεπίτευκτοι καὶ εὐτιμώρητοι γίνονται.οἱ δʼ αὖ πάλιν διὰ τὴν τῶν ἀγαθοποιούντων πρὸς τοὺς εἰρημένους ὅρους συνοικείωσιν ἀγαθοὶ καὶ δίκαιοι, ἀκαθυπερτερήτων μὲν ὄντων, αὐτοί τε χαίρουσι καὶ εὐφημοῦνται ἐπὶ ταῖς τῶν ἄλλων εὐποιΐαις καὶ ὑπὸ μηδενὸς ἀδικούμενοι ἀλλʼ ὀνησιφόρον ἔχοντες τὴν δικαιοσύνην διατελοῦσι· κρατουμένων δὲ ὑπὸ τῶν ἐναντίων ἀνάπαλιν, δἰ αὐτὸ τὸ πρᾶον καὶ φιλάνθρωπον καὶ ἐλεητικὸν καὶ εὐκαταφρόνητοί τε καὶ ἐπίμεμπτοι ἢ καὶ ὑπὸ τῶν πλείστων εὐαδίκητοι τυγχάνουσιν. Ὁ μὲν οὖν καθʼ ὅλου τρόπος τῆς ἠθικῆς ἐπισκέψεως τοιοῦτός τις ἂν εἴη· τὰς δὲ κατὰ μέρος ἀπʼ αὐτῆς τῆς τῶν ἀστέρων φύσεως κατὰ τὴν τοιαύτην κυρίαν ἀποτελουμένας ἰδιοτροπίας ἑξῆς κατὰ τὸ κεφαλαιῶδες ἐπεξελευσόμεθα μέχρι τῆς καθʼ ὁλοσχέρειαν θεωρουμένης συγκράσεως. Ὁ μὲν οὖν τοῦ Κρόνου ἀστὴρ μόνος τὴν οἰκοδεσποτίαν τῆς ψυχῆς λαβὼν καὶ αὐθεντήσας τοῦ τε Ἑρμοῦ καὶ τῆς σελήνης, ἐὰν μὲν ἐνδόξως ἔχῃ πρός τε τὸ κοσμικὸν καὶ τὰ κέντρα, ποιεῖ φιλοσωμάτους, ἰσχυρογνώμονας, βαθύφρονας, αὐστηρούς, μονογνώμονας, ἐπιμόχθους, ἐπιτακτικούς, κολαστικούς, περιουσιαστικούς, φιλοχρημάτους, βιαίους, θησαυριστικούς, φθονερούς. ἐναντίως δὲ καὶ ἀδόξως κείμενος ῥυπαρούς, μικρολόγους, μικροψύχους, ἀδιαφόρους, κακογνώμονας, βασκάνους, δειλούς, ἀνακεχωρηκότας, κακολόγους, φιλερήμους, φιλοθρήνους, ἀναιδεῖς, δεισιδαίμονας, φιλομόχθους, ἀστόργους, ἐπιβουλευτικοὺς τῶν οἰκείων, ἀνευφράντους, μισοσωμάτους. Τῷ δὲ τοῦ Διὸς κατὰ τὸν ἐκκείμενον τρόπον συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων πάλιν διαθέσεων ποιεῖ ἀγαθούς, τιμητικοὺς τῶν πρεσβυτέρων, καθεστῶτας, καλογνώμονας, ἐπικούρους, κριτικούς, φιλοκτήμονας, μεγαλοψύχους, μεταδοτικούς, εὐπροαιρέτους, φιλοικείους, πράους, συνετούς, ἀνεκτικούς, ἐμφιλοσόφους·