Πάλιν δὲ καθʼ ὅλου ἑῷοι μὲν ὄντες καὶ φάσεις ποιησάμενοι μεγαλοποιοῦσι τὰ σώματα, στηρίζοντες δὲ τὸ πρῶτον ἰσχυρὰ καὶ εὔτονα, προηγούμενοι δὲ ἀσύμμετρα, τὸ δὲ δεύτερον στηρίζοντες ἀσθενέστερα, δύνοντες δὲ ἄδοξα μὲν παντελῶς, οἰστικὰ δὲ κακουχιῶν καὶ συνοχῶν. Καὶ τῶν τόπων δὲ αὐτῶν πρὸς τοὺς σχηματισμοὺς μάλιστα τῶν διατυπώσεων καὶ τὰς κράσεις, ὡς ἔφαμεν, συνεργούντων, καθʼ ὅλου δὲ πάλιν τὸ μὲν ἀπὸ ἐαρινῆς ἰσημερίας ἐπὶ θερινὴν τροπὴν τεταρτημόριον ποιεῖ εὔχροας εὐμεγέθεις εὐέκτας εὐοφθάλμους, τὸ πλέον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ θερμῷ· τὸ δʼ ἀπὸ θερινῆς τροπῆς μέχρι μετοπωρινῆς ἰσημερίας μεσόχροας συμμέτρους τοῖς μεγέθεσιν εὐέκτας μεγαλοφθάλμους δασεῖς οὐλότριχας, τὸ πλέον ἔχοντας ἐν τῷ θερμῷ καὶ ξηρῷ· τὸ δʼ ἀπὸ μετοπωρινῆς ἰσημερίας μέχρι χειμερινῆς τροπῆς μελίχροας ἰσχνοὺς σπινώδεις παθηνοὺς μεσότριχας εὐοφθάλμους, τὸ πλέον ἔχοντας ἐν τῷ ξηρῷ καὶ ψυχρῷ. τὸ δʼ ἀπὸ χειμερινῆς τροπῆς ἕως ἐαρινῆς ἰσημερίας μελανόχροας συμμέτρους τοῖς μεγέθεσι τετανότριχας ὑποψίλους ὑπορρύθμους, τὸ πλέον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ ψυχρῷ. Κατὰ μέρος δὲ τὰ μὲν ἀνθρωποειδῆ τῶν ζῳδίων τῶν τε ἐν τῷ ζωδιακῷ καὶ τῶν ἐκτὸς εὔρυθμα καὶ σύμμετρα τοῖς σχήμασι τὰ σώματα κατασκευάζει. τὰ δʼ ἑτερόμορφα μετασχηματίζει πρὸς τὸ τῆς ἰδίας μορφώσεως οἰκεῖον τὰς τοῦ σώματος συμμετρίας καὶ κατά τινα λόγον ἀφομοιοῖ τὰ οἰκεῖα μέρη τοῖς ἑαυτῶν, ἤτοι ἐπὶ τὸ μεῖζον καὶ ἔλαττον ἢ ἐπὶ τὸ ἰσχυρότερον καὶ ἀσθενέστερον ἢ ἐπὶ τὸ εὐρυθμώτερον καὶ ἀρρυθμώτερον· ἐπὶ τὸ μεῖζον μὲν ὡς λόγου ἕνεκεν ὁ Λέων καὶ ἡ Παρθένος καὶ ὁ Τοξότης, ἐπὶ τὸ ἔλαττον δὲ ὡς οἱ Ἰχθῦς καὶ ὁ Καρκίνος καὶ ὁ Αἰγόκερως. καὶ πάλιν ὡς τοῦ Κριοῦ καὶ τοῦ Ταύρου καὶ τοῦ Λέοντος τὰ μὲν ἄνω καὶ ἐμπρόσθια ἐπὶ τὸ εὐεκτικώτερον, τὰ δὲ κάτω καὶ ὀπίσθια ἐπὶ τὸ ἀσθενέστερον·τὸ δʼ ἐναντίον ὡς τὸ τοῦ Τοξότου καὶ τοῦ Σκορπίου καὶ τῶν Διδύμων τὰ μὲν ἐμπρόσθια ἐπὶ τὸ ἰσχνότερον, τὰ δὲ ὀπίσθια ἐπὶ τὸ εὐεκτικώτερον· ὁμοίως δὲ ὡς ἡ μὲν Παρθένος καὶ αἱ Χηλαὶ καὶ ὁ Τοξότης ἐπὶ τὸ σύμμετρον καὶ εὔρυθμον, ὁ δὲ Σκορπίος καὶ οἱ Ἰχθῦς καὶ ὁ Ταῦρος ἐπὶ τὸ ἄρρυθμον καὶ ἀσύμμετρον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἅπερ ἅπαντα συνεφορῶντας καὶ συνεπικίρναντας προσήκει τὴν ἐκ τῆς κράσεως συναγομένην ἰδιοτροπίαν περί τε τὰς μορφώσεις καὶ τὰς κράσεις τῶν σωμάτων καταστοχάζεσθαι.Περὶ σινῶν καὶ παθῶν σωματικῶν Ἑπομένου δὲ τούτοις τοῦ περὶ τὰ σωματικὰ σίνη τε καὶ πάθη λόγου, συνάψομεν αὐτοῖς κατὰ τὸ ἑξῆς τὴν κατὰ τοῦτο τὸ εἶδος συνισταμένην ἐπίσκεψιν ἔχουσαν οὕτως. καὶ ἐνταῦθα γὰρ πρὸς μὲν τὴν καθʼ ὅλου διάληψιν ἀποβλέπειν δεῖ πρὸς τὰ τοῦ ὁρίζοντος δύο κέντρα, τουτέστι τὸ ἀνατέλλον καὶ τὸ δύνον, μάλιστα δὲ πρός τε τὸ δύνον αὐτὸ καὶ πρὸς τὸ προδύνον, ὅ ἐστιν ἀσύνδετον τῷ ἀνατολικῷ κέντρῳ, καὶ παρατηρεῖν τοὺς κακωτικοὺς τῶν ἀστέρων πῶς ἐσχηματισμένοι πρὸς αὐτὰ τυγχάνουσιν. ἐὰν γὰρ πρὸς τὰς ἐπαναφερομένας μοίρας τῶν εἰρημένων τόπων ὦσιν ἑστῶτες ἤτοι σωματικῶς ἢ τετραγωνικῶς ἢ καὶ κατὰ διάμετρον, ἤτοι ὁπότερος αὐτῶν ἢ καὶ ἀμφότεροι, σίνη καὶ πάθη σωματικὰ περὶ τοὺς γεννωμένους ὑπονοητέον, μάλιστα δʼ ἂν καὶ τῶν φωτῶν ἤτοι τὸ ἕτερον ἢ καὶ ἀμφότερα κεκεντρωμένα καθʼ ὃν εἰρήκαμεν τρόπον τυγχάνῃ ἢ ἅμα ἢ κατὰ διάμετρον. τότε γὰρ οὐ μόνον ἐὰν ἐπαναφέρηταί τις τῶν κακοποιῶν, ἀλλὰ κἂν προαναφέρηται τῶν φωτῶν, αὐτὸς κεκεντρωμένος, ἱκανός ἐστι διαθεῖναί τι τῶν ἐκκειμένων ὁποῖον ἂν οἵ τε τοῦ ὁρίζοντος τόποι καὶ οἱ τῶν ζῳδίων ὑποφαίνωσι σίνος ἢ πάθος, καὶ αἱ τῶν ἀστέρων φύσεις τῶν τε κακούντων καὶ τῶν κακουμένων καὶ ἔτι τῶν συσχηματιζομένων αὐτοῖς. τά τε γὰρ μέρη τῶν ζῳδίων ἑκάστου τὰ περιέχοντα τὸ ἀδικούμενον μέρος τοῦ ὁρίζοντος δηλώσει τὸ μέρος τοῦ σώματος περὶ ὃ ἔσται τὸ αἴτιον καὶ πότερον σίνος ἢ πάθος ἢ καὶ ἀμφότερα τὸ δηλούμενον μέρος ἐπιδέξασθαι δυνατόν, αἵ τε τῶν ἀστέρων φύσεις τὰ εἴδη καὶ τὰς αἰτίας τῶν συμπτωμάτων ποιοῦσιν, ἐπειδὴ τῶν κυριωτάτων τοῦ ἀνθρώπου μερῶν ὁ μὲν τοῦ Κρόνου κύριός ἐστιν ἀκοῶν τε δεξιῶν καὶ σπληνὸς καὶ κύστεως καὶ φλέγματος καὶ ὀστῶν· ὁ δὲ τοῦ Διὸς ἁφῆς τε καὶ πνεύμονος καὶ ἀρτηριῶν καὶ σπέρματος· ὁ δὲ τοῦ Ἄρεως ἀκοῶν εὐωνύμων καὶ νεφρῶν καὶ φλεβῶν καὶ μορίων·ὁ δὲ ἥλιος ὁράσεως καὶ ἐγκεφάλου καὶ καρδίας καὶ νεύρων καὶ τῶν δεξιῶν πάντων· ὁ δὲ τῆς Ἀφροδίτης ὀσφρήσεώς τε καὶ ἥπατος καὶ σαρκῶν ὁ δὲ τοῦ Ἑρμοῦ λόγου καὶ διανοίας καὶ γλώσσης καὶ χολῆς καὶ ἕδρας· ἡ δὲ σελήνη γεύσεώς τε καὶ καταπόσεως καὶ στομάχου καὶ κοιλίας καὶ μήτρας καὶ τῶν εὐωνύμων πάντων. Ἔστι δὲ τῶν καθʼ ὅλου καὶ τὰ σίνη μὲν ὡς ἐπὶ τὸ πολὺ συμπίπτειν ἀνατολικῶν ὄντων τῶν τὸ αἴτιον ποιούντων κακοποιῶν πάθη δὲ τοὐναντίον δυτικῶν αὐτῶν ὑπαρχόντων ἐπειδήπερ καὶ διώρισται τούτων ἑκάτερον τῷ τὸ μὲν σίνος ἅπαξ διατιθέναι καὶ μὴ διατείνουσαν ἔχειν τὴν ἀλγηδόνα, τὸ δὲ πάθος ἤτοι συνεχῶς ἢ ἐπιληπτικῶς τοῖς πάσχουσιν ἐπισκήπτειν. Πρὸς δὲ τὴν κατὰ μέρος ἐπιβολὴν ἤδη τινὰ παρατηρήσεως ἔτυχεν ἐξαιρέτου σινωτικά τε καὶ παθητικὰ σχήματα, διὰ τῶν ὡς ἐπὶ πᾶν κατὰ τὰς ὁμοιοσχήμονας θέσεις παρακολουθούντων συμπτωμάτων. πηρώσεις γὰρ ὄψεως ἀποτελοῦνται κατὰ μὲν τὸν ἕτερον τῶν ὀφθαλμῶν ὅταν τε ἡ σελήνη καθʼ αὑτὴν ἐπὶ τῶν προειρημένων οὖσα κέντρων ἢ συνοδεύουσα ἢ πανσεληνιάζουσα τύχῃ, καὶ ὅταν ἐφʼ ἑτέρου μὲν ᾖ πρὸς τὸν ἥλιον σχήματος τῶν λόγον ἐχόντων, συνάπτῃ δέ τινι τῶν νεφελοειδῶν ἐν τῷ ζωδιακῷ συστροφῶν, ὡς τῷ νεφελίῳ τοῦ Καρκίνου καὶ τῇ Πλειάδι τοῦ Ταύρου καὶ τῇ ἀκίδι τοῦ Τοξότου καὶ τῷ κέντρῳ τοῦ Σκορπίου καὶ τοῖς περὶ τὸν Πλόκαμον μέρεσι τοῦ Λέοντος ἢ τῇ καλπίδι τοῦ Ὑδροχόου· καὶ ὅταν ὁ τοῦ Ἄρεως ἢ καὶ ὁ τοῦ Κρόνου ἐπικέντρῳ οὔσῃ αὐτῇ καὶ ἀποκρουστικῇ ἀνατολικοὶ αὐτοὶ ὄντες ἐπιφέρωνται ἢ πάλιν τοῦ ἡλίου αὐτοὶ ἐπίκεντροι ὄντες προαναφέρωνται. ἐὰν δὲ ἀμφοτέροις ἅμα τοῖς φωσὶν ἤτοι κατὰ τὸ αὐτὸ ζῴδιον ἢ καὶ κατὰ διάμετρον, ὡς εἴπομεν, συσχηματισθῶσιν, ἑῷοι μὲν τῷ ἡλίῳ ὄντες, τῇ δὲ σελήνῃ ἑσπέριοι, περὶ ἀμφοτέρους τοὺς ὀφθαλμοὺς τὸ αἴτιον ποιήσουσιν.