Περὶ χρόνων ζωῆς Τῶν δὲ μετὰ τὴν γένεσιν συμπτωμάτων ἡγεῖται μὲν ὁ περὶ χρόνων ζωῆς λόγος, ἐπειδήπερ κατὰ τὸν ἀρχαῖον γέλοιόν ἐστι τὰ καθʼ ἕκαστα τῶν ἀποτελουμένων ἐφαρμόζειν τῷ μηδʼ ὅλως ἐκ τῆς τῶν βιωσίμων ἐτῶν ὑποστάσεως ἐπὶ τοὺς ἀποτελεστικοὺς αὐτῶν χρόνους ἥξοντι. θεωρεῖται δὲ οὗτος οὐχ ἁπλῶς οὐδʼ ἀπολελυμένως, ἀλλʼ ἀπὸ τῆς τῶν κυριωτάτων τόπων ἐπικρατήσεως πολυμερῶς λαμβανόμενος. ἔστι δʼ ὁ μάλιστά τε συμφωνῶν ἡμῖν καὶ ἄλλως ἐχόμενος φύσεως τρόπος τοιοῦτος. ἤρτηται μὲν γὰρ τὸ πᾶν ἔκ τε τῆς τῶν ἀφετικῶν τόπων διαλήψεως καὶ ἐξ αὐτῶν τῶν τῆς ἀφέσεως ἐπικρατούντων καὶ ἔτι ἐκ τῆς τῶν ἀναιρετικῶν τόπων ἢ ἀστέρων. διακρίνεται δὲ τούτων ἕκαστον οὕτως. Τόπους μὲν πρῶτον ἡγητέον ἀφετικοὺς ἐν οἷς εἶναι δεῖ πάντως τὸν μέλλοντα τὴν κυρίαν τῆς ἀφέσεως λαμβάνειν, τό τε περὶ τὸν ὡροσκόπον δωδεκατημόριον ἀπὸ πέντε μοιρῶν τῶν προαναφερομένων αὐτοῦ τοῦ ὁρίζοντος μέχρι τῶν λοιπῶν καὶ ἐπαναφερομένων εἴκοσι πέντε μοιρῶν, καὶ τὰς ταύταις ταῖς λ μοίραις δεξιὰς ἑξαγώνους τε τοῦ ἀγαθοῦ δαίμονος, καὶ τετραγώνους τοῦ ὑπὲρ γῆν μεσουρανήματος, καὶ τριγώνους τοῦ καλουμένου θεοῦ, καὶ διαμέτρους τοῦ δύνοντος· προκρινομένων καὶ ἐν τούτοις εἰς δύναμιν ἐπικρατήσεως πρῶτον μὲν τῶν κατὰ τὸ ὑπὲρ γῆν μεσουράνημα ἑστώτων, εἶτα τῶν κατὰ τὴν ἀνατολήν, εἶτα τῶν κατὰ τὴν ἐπαναφορὰν τοῦ μεσουρανήματος, εἶτα τῶν κατὰ τὸ δύνον, εἶτα τῶν κατὰ τὸ προηγούμενον τοῦ μεσουρανήματος. τό τε γὰρ ὑπὸ γῆν πᾶν εἰκότως ἀθετητέον πρὸς τὴν τηλικαύτην κυρίαν, πλὴν μόνον τῶν παρʼ αὐτὴν τὴν ἀναφορὰν εἰς φῶς ἐρχομένων, τοῦ τε ὑπὲρ γῆν οὔτε τὸ ἀσύνδετον τῷ ἀνατέλλοντι δωδεκατημόριον ἁρμόζει παραλαμβάνειν οὔτε τὸ προανατεῖλαν, ὃ καὶ καλεῖται κακοῦ δαίμονος, ἐπειδήπερ κακοῖ τὴν ἐπὶ τὴν γῆν ἀπόρροιαν τῶν ἐν αὐτῷ ἀστέρων μετὰ τοῦ καὶ ἀποκεκλικέναι·θολοῖ τε καὶ ὥσπερ ἀφανίζει τὸ ἀναθυμιώμενον ἐκ τῶν τῆς γῆς ὑγρῶν παχὺ καὶ ἀχλυῶδες παρʼ ὃ καὶ τοῖς χρώμασι καὶ τοῖς μεγέθεσιν οὐ κατὰ φύσιν ἔχοντες φαίνονται. Μετὰ δὲ ταῦτα πάλιν ἀφέτας παραληπτέον τούς τε κυριωτάτους δ τόπους ἥλιον, σελήνην, ὡροσκόπον, κλῆρον τύχης καὶ τοὺς τούτων οἰκοδεσποτήσαντας. Κλῆρον μέντοι τύχης τὸν συναγόμενον ἀπὸ τοῦ ἀριθμοῦ πάντοτε καὶ νυκτὸς καὶ ἡμέρας τοῦ τε ἀπὸ ἡλίου ἐπὶ σελήνην, καὶ τὰ ἴσα φέροντος ἀπὸ τοῦ ὡροσκόπου κατὰ τὰ ἑπόμενα τῶν ζῳδίων, ἵνα ὃν ἔχει λόγον καὶ σχηματισμὸν ὁ ἥλιος πρὸς τὸν ὡροσκόπον τοῦτον ἔχῃ καὶ ἡ σελήνη πρὸς τὸν κλῆρον τῆς τύχης καὶ ᾖ ὥσπερ σεληνιακὸς ὡροσκόπος. Προκριτέον δὲ καὶ ἐκ τούτων ἡμέρας μὲν πρῶτον τὸν ἥλιον. ἐάνπερ ᾖ ἐν τοῖς ἀφετικοῖς τόποις· εἰ δὲ μή, (??)ν σελήνην· εἰ δὲ μή, τὸν πλείονας ἔχοντα λόγους οἰκοδεσποτίας πρός τε τὸν ἥλιον καὶ τὴν προγενομένην σύνοδον καὶ πρὸς τὸν ὡροσκόπον, τουτέστιν ὅταν τῶν οἰκοδεσποτικῶν τρόπων ε ὄντων τρεῖς ἔχῃ πρὸς ἕνα ἢ καὶ πλείους τῶν εἰρημένων· εἰ δὲ μή, τελευταῖον τὸν ὡροσκόπον. νυκτὸς δὲ πρῶτον τὴν σελήνην, εἶτα τὸν ἥλιον, εἶτα τὸν πλείονας ἔχοντα λόγους οἰκοδεσποτίας πρός τε τὴν σελήνην καὶ πρὸς τὴν προγενομένην πανσέληνον καὶ τὸν κλῆρον τῆς τύχης· εἰ δὲ μή, τελευταῖον, συνοδικῆς μὲν οὔσης τῆς προγενομένης συζυγίας, τὸν ὡροσκόπον, πανσεληνιακῆς δὲ τὸν κλῆρον τῆς τύχης. εἰ δὲ καὶ ἀμφότερα τὰ φῶτα ἢ καὶ ὁ τῆς οἰκείας αἱρέσεως οἰκοδεσπότης ἐν τοῖς ἀφετικοῖς εἶεν τόποις, τὸν ἐν τῷ κυριωτέρῳ τόπῳ τῶν φωτῶν παραληπτέον· τότε δὲ μόνον τὸν οἰκοδεσπότην ἀμφοτέρων προκριτέον, ὅταν καὶ κυριώτερον ἐπέχῃ τόπον καὶ πρὸς ἀμφοτέρας τὰς αἱρέσεις οἰκοδεσποτίας λόγον ἔχῃ.Τοῦ δὲ ἀφέτου διακριθέντος, ἔτι καὶ τῶν ἀφέσεων δύο τρόπους παραληπτέον, τόν τε εἰς τὰ ἑπόμενα τῶν ζῳδίων μόνον ὑπὸ τὴν καλουμένην ἀκτινοβολίαν, ὅταν ἐν τοῖς ἀπηλιωτικοῖς τόποις, τουτέστι τοῖς ἀπὸ τοῦ μεσουρανήματος ἐπὶ τὸν ὡροσκόπον, ᾖ ὁ ἀφέτης· καὶ τὸν οὐ μόνον εἰς τὰ ἑπόμενα ἀλλὰ καὶ τὸν εἰς τὰ προηγούμενα κατὰ τὴν λεγομένην ὡριμαίαν, ὅταν ἐν τοῖς ἀποκεκλικόσι τοῦ μεσουρανήματος τόποις ᾖ ὁ ἀφέτης. Τούτων δὲ οὕτως ἐχόντων ἀναιρετικαὶ γίνονται μοῖραι κατὰ μὲν τὴν εἰς τὰ προηγούμενα τῶν ζῳδίων ἄφεσιν ἡ τοῦ δυτικοῦ ὁρίζοντος μόνη διὰ τὸ ἀφανίζειν τὸν κύριον τῆς ζωῆς· αἱ δὲ τῶν οὕτως ὑπαντώντων ἢ μαρτυρούντων ἀστέρων ἀφαιροῦσι μόνον καὶ προστιθέασιν ἔτη τοῖς μέχρι τῆς καταδύσεως τοῦ ἀφέτου συναγομένοις καὶ οὐκ ἀναιροῦσι διὰ τὸ μὴ αὐτοὺς ἐπιφέρεσθαι τῷ ἀφετικῷ τόπῳ ἀλλʼ ἐκεῖνον τοῖς αὐτῶν· καὶ προστιθέασι μὲν οἱ ἀγαθοποιοί, ἀφαιροῦσι δὲ οἱ κακοποιοί, τοῦ Ἑρμοῦ πάλιν ὁποτέροις ἂν αὐτῶν συσχηματισθῇ προστιθεμένου. ὁ δὲ ἀριθμὸς τῆς προσθέσεως ἢ ἀφαιρέσεως θεωρεῖται διὰ τῆς καθ̓ ἕκαστον μοιροθεσίας· ὅσοι γὰρ ἂν ὦσιν ὡριαῖοι χρόνοι τῆς ἑκάστου μοίρας, ἡμέρας μὲν οὔσης οἱ τῆς ἡμέρας, νυκτὸς δὲ οἱ τῆς νυκτός, τοσοῦτον πλῆθος ἐτῶν ἔσται τὸ τέλειον, ὅπερ ἐπὶ τῆς ἀνατολῆς αὐτῶν ὄντων λογιστέον, εἶτα κατὰ τὸ ἀνάλογον τῆς ἀποχωρήσεως ὑφαιρετέον, ἕως ἂν πρὸς τὰς δυσμὰς εἰς τὸ μηδὲν καταντήσῃ. Κατὰ δὲ τὴν εἰς τὰ ἑπόμενα τῶν ζῳδίων ἄφεσιν ἀναιροῦσιν οἵ τε τῶν κακοποιῶν τόποι, Κρόνου καὶ Ἄρεως. ἤτοι σωματικῶς ὑπαντώντων ἢ ἀκτῖνα ἐπιφερόντων ὁθενδήποτε τετράγωνον ἢ διάμετρον, ἐνίοτε δὲ καὶ ἐπὶ τῶν ἀκουόντων ἢ βλεπόντων κατʼ ἰσοδυναμίαν ἑξαγώνων, καὶ αὐτὸς δὲ ὁ τῷ ἀφετικῷ τόπῳ τετράγωνος ἀπὸ τῶν ἑπομένων· ἐνίοτε δὲ καὶ ἐπὶ τῶν πολυχρονιούντων δωδεκατημορίων κακωθεὶς ὁ ἑξάγωνος, ἐπὶ δὲ τῶν ὀλιγοχρονίων ὁ τρίγωνος· σελήνης δὲ ἀφιείσης καὶ ὁ τοῦ ἡλίου τόπος.