εὔκρατον δὲ τὴν τῶν ἀέρων κατάστασιν καὶ ὑγιεινὴν καὶ πνευματώδη καὶ ὑγρὰν καὶ θρεπτικὴν τῶν ἐπιγείων ἀπεργάζεται, στόλων τε εὐπλοίας καὶ ποταμῶν συμμέτρους ἀναβάσεις καὶ τῶν καρπῶν δαψίλειαν καὶ ὅσα τούτοις παραπλήσια. Ὁ δὲ τοῦ Ἄρεως μόνος τὴν οἰκοδεσποτίαν λαβὼν καθʼ ὅλου μὲν τῆς κατὰ ξηρασίαν φθορᾶς ἐστιν αἴτιος, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ συμπτώματος πολέμους ἐμποιεῖ καὶ στάσεις ἐμφυλίους καὶ αἰχμαλωσίας καὶ ἀνδραποδισμοὺς καὶ ἐπαναστάσεις καὶ χόλους ἡγεμόνων τούς τε διὰ τῶν τοιούτων θανάτους αἰφνιδίους, ἔτι δὲ νόσους πυρεκτικὰς καὶ τριταϊκὰς ἐπισημασίας καὶ αἱμάτων ἀναγωγὰς καὶ ὀξείας βιαιοθανασίας μάλιστα τῶν ἀκμαίων· ὁμοίως δὲ βίας τε καὶ ὕβρεις καὶ παρανομίας ἐμπρήσεις τε καὶ ἀνδροφονίας καὶ ἁρπαγὰς καὶ ληστείας· περὶ δὲ τὴν τοῦ ἀέρος κατάστασιν καύσωνας καὶ πνεύματα θερμὰ λοιμικὰ καὶ συντηκτικὰ κεραυνῶν τε ἀφέσεις καὶ πρηστήρων καὶ ἀνομβρίας· περὶ δὲ θάλατταν στόλων μὲν αἰφνίδια ναυάγια διὰ πνευμάτων ἀτάκτων ἢ κεραυνῶν ἢ τῶν τοιούτων, ποταμῶν δὲ λειψυδρίας καὶ ἀναξηράνσεις πηγῶν καὶ φθορὰν τῶν ποτίμων ὑδάτων· περὶ δὲ τὰ ἐπὶ τῆς γῆς ἐπιτήδεια πρὸς χρῆσιν ἀνθρωπίνην τῶν τε ἀλόγων ζῴων καὶ τῶν ἐκ τῆς γῆς φυομένων σπάνιν καὶ φθορὰν καρπῶν τὴν γινομένην ἤτοι ἐκ τῶν τοῦ καύματος καταφλέξεων ἢ βρούχου ἢ τῆς τῶν πνευμάτων ἐκτινάξεως ἢ ἐκ τῆς ἐν ταῖς ἀποθέσεσι συγκαύσεως. Ὁ δὲ τῆς Ἀφροδίτης μόνος κύριος γενόμενος τοῦ συμβαίνοντος καθʼ ὅλου μὲν τὰ παραπλήσια τῷ τοῦ Διὸς μετά τινος ἐπαφροδισίας ἀποτελεῖ, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους δόξας καὶ τιμὰς καὶ εὐφροσύνας καὶ εὐετηρίας εὐγαμίας τε καὶ πολυτεκνίας καὶ εὐαρεστήσεις πρὸς πᾶσαν συναρμογὴν καὶ τῶν κτήσεων συναυξήσεις καὶ διαίτας καθαρίους καὶ εὐαγωγοὺς καὶ πρὸς τὰ σεβάσμια τιμητικάς· ἔτι δὲ σωματικὰς εὐεξίας καὶ πρὸς τοὺς ἡγεμονεύοντας συνοικειώσεις καὶ τῶν ἀρχόντων ἐπαφροδισίας·περὶ δὲ τὰ τοῦ ἀέρος πνεύματα εὐκρασίας καὶ διύγρων καὶ θρεπτικωτάτων καταστάσεις εὐαερίας τε καὶ αἰθρίας καὶ ὑδάτων γονίμων δαψιλεῖς ἐπομβρίας, στόλων τε εὐπλοίας καὶ ἐπιτυχίας καὶ ἐπικερδίας καὶ ποταμῶν πλήρεις ἀναβάσεις· ἔτι δὲ τῶν εὐχρήστων ζῴων καὶ τῶν τῆς γῆς καρπῶν μάλιστα δαψίλειαν καὶ εὐφορίαν καὶ ὄνησιν ἐμποιεῖ. Ὁ δὲ τοῦ Ἑρμοῦ τὴν οἰκοδεσποτίαν λαβὼν καθ̓ ὅλου μέν, ὡς ἂν ᾖ συγκιρνάμενος ἑκάστῳ τῶν ἄλλων, συνοικειοῦται ταῖς ἐκείνων φύσεσιν· ἰδίως δέ ἐστι πάντων μᾶλλον συγκινητικὸς καὶ ἐν μὲν ἀνθρωπίνοις ἀποτελέσμασιν ὀξὺς καὶ πρακτικώτατος καὶ πρὸς τὸ ὑποκείμενον εὐμήχανος, ληστηρίων δὲ καὶ κλοπῶν καὶ πειρατικῶν ἐφόδων καὶ ἐπιθέσεων, ἔτι δὲ δυσπλοίας ποιητικὸς ἐν τοῖς πρὸς τοὺς κακοποιοὺς σχηματισμοῖς, νόσων τε αἴτιος ξηρῶν καὶ ἀμφημερινῶν ἐπισημασιῶν καὶ βηχικῶν καὶ ἀναφορικῶν καὶ φθίσεων· ἀποτελεστικός τε καὶ τῶν περὶ τὸν ἱερατικὸν λόγον καὶ τὰς τῶν θεῶν θρησκείας καὶ τὰς βασιλικὰς προσόδους ἐπισυμβαινόντων καὶ τῆς τῶν ἐθίμων ἢ νομίμων κατὰ καιροὺς ἐναλλοιώσεως οἰκείως τῇ πρὸς αὐτοὺς ἑκάστοτε τῶν ἀστέρων συγκράσει. πρὸς δὲ τὸ περιέχον μᾶλλον ξηρὸς ὢν καὶ εὐκίνητος διὰ τὴν πρὸς τὸν ἥλιον ἐγγύτητα καὶ τὸ τάχος τῆς ἀνακυκλήσεως πνευμάτων ἀτάκτων καὶ ὀξέων καὶ εὐμεταβόλων μάλιστα κινητικὸς ὑπάρχει, βροντῶν τε εἰκότως καὶ πρηστήρων καὶ χασμάτων καὶ σεισμῶν καὶ ἀστραπῶν ἀποτελεστικός· τῆς τε διὰ τούτων ἐνίοτε περὶ τὰ τῶν ζῴων καὶ τῶν φυτῶν εὔχρηστα φθορᾶς ποιητικός, ὑδάτων τε καὶ ποταμῶν ἐν μὲν ταῖς δύσεσι στερητικός, ἐν δὲ ταῖς ἀνατολαῖς πληρωτικός.Ἰδίως μὲν οὖν τῆς οἰκείας φύσεως ἐπιτυχὼν ἕκαστος τὰ τοιαῦτα ἀποτελεῖ, συγκιρνάμενος δὲ ἄλλος ἄλλῳ κατὰ τοὺς συσχηματισμοὺς καὶ τὰς τῶν ζῳδίων ἐναλλοιώσεις καὶ τὰς πρὸς ἥλιον φάσεις, ἀναλόγως τε καὶ τὴν ἐν τοῖς ἐνεργήμασι σύγκρασιν λαμβάνων, καὶ μεμιγμένην ἐκ τῶν κεκοινωνηκυιῶν φύσεων τὴν περὶ τὸ ἀποτελούμενον ἰδιοτροπίαν ποικίλην οὖσαν ἀπεργάζεται· ἀπείρου δὲ ὄντος καὶ ἀδυνάτου τοῦ καθʼ ἑκάστην σύγκρασιν τὸ ἴδιον ὑπομνηματίζειν ἀποτέλεσμα καὶ πάντας ἁπλῶς τοὺς καθʼ ὁποιονουνδήποτε τρόπον συσχηματισμοὺς διεξελθεῖν οὕτω γε πολυμερῶς νοουμένους, εἰκότως ἂν καταλειφθείη τὸ τοιοῦτον εἶδος ἐπὶ τῇ τοῦ μαθηματικοῦ πρὸς τὰς κατὰ μέρος διακρίσεις ἐπιβολῇ καὶ ἐπινοίᾳ. Παρατηρεῖν δὲ δεῖ καὶ πῶς ἔχουσι οἰκειώσεως οἱ τοῦ προτελέσματος τὴν κυρίαν λαβόντες ἀστέρες πρὸς αὐτὰς τὰς χώρας ἢ τὰς πόλεις αἷς τὸ σύμπτωμα διασημαίνεται· ἀγαθοποιοὶ μὲν γὰρ ὄντες ἀστέρες καὶ συνοικειούμενοι τοῖς διατιθεμένοις καὶ μὴ καθυπερτερούμενοι ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως ἔτι μᾶλλον ἀπεργάζονται τὸ κατὰ τὴν οἰκείαν φύσιν ὠφέλιμον, ὥσπερ μὴ συνοικειούμενοι ἢ καθυπερτερούμενοι ὑπὸ τῶν ἀντικειμένων ἧττον ὠφελοῦσι. τῆς δὲ βλαπτικῆς κράσεως ὄντες καὶ τὴν κυρίαν λαβόντες τοῦ προτελέσματος, ἐὰν μὲν συνοικειούμενοι τοῖς διατιθεμένοις τύχωσιν ἢ καθυπερτερηθῶσιν ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως, ἧττον βλάπτουσιν· ἐὰν δὲ μήτε τὴν οἰκοδεσποτίαν ἔχωσι τῶν χωρῶν μήτε καθυπερτερῶνται ὑπὸ τῶν οἰκείως πρὸς αὐτὰς ἐχόντων, σφοδρότερον τὸ ἐκ τῆς κράσεως φθοροποιὸν ἐπισκήπτουσιν. ὡς ἐπὶ πᾶν μέντοι συνεμπίπτουσι τοῖς καθολικοῖς πάθεσιν ἐκεῖνοι τῶν ἀνθρώπων ὅσοι ποτʼ ἂν κατὰ τὰς ἰδίας γενέσεις τοὺς ἀναγκαιοτάτους τόπους, λέγω δὴ τοὺς φωσφοροῦντας ἢ τοὺς τῶν κέντρων, τοὺς αὐτοὺς τύχωσιν ἔχοντες τοῖς τὸ αἴτιον ἐμποιήσασι τῶν καθολικῶν συμπτωμάτων, τουτέστι τοῖς ἐκλειπτικοῖς ἢ καὶ τοῖς τούτων διαμέτροις.