κατὰ δὲ τὴν θερινὴν τροπὴν περὶ τὰς τῶν καρποφορηθέντων συγκομιδὰς καὶ ἀποθέσεις· ἐν Αἰγύπτῳ δὲ ἰδικῶς καὶ περὶ τὴν τοῦ Νείλου ἀνάβασιν· κατὰ δὲ τὴν μετοπωρινὴν ἰσημερίαν περὶ τὸν σπόρον καὶ τὰ χορτικὰ καὶ τὰ τοιαῦτα· κατὰ δὲ τὴν χειμερινὴν τροπὴν περὶ τὰς λαχανείας καὶ τὰ κατὰ τοῦτον τὸν καιρὸν ἐπιπολάζοντα ὀρνέων ἢ ἰχθύων γένη ἔτι δὲ καὶ τὰ μὲν ἰσημερινὰ τοῖς ἱεροῖς καὶ ταῖς περὶ τοὺς θεοὺς θρησκείαις ἐπισημαίνει· τὰ δὲ τροπικὰ ταῖς τῶν ἀέρων καὶ ταῖς τῶν πολιτικῶν εἰθισμένων μεταβολαῖς· τὰ δὲ στερεὰ τοῖς θεμελίοις καὶ τοῖς οἰκοδομήμασι· τὰ δὲ δίσωμα καὶ τοῖς ἀνθρώποις καὶ τοῖς βασιλεῦσιν. ὁμοίως δὲ καὶ τὰ μὲν πρὸς ταῖς ἀνατολαῖς μᾶλλον ἔχοντα τὴν θέσιν ἐν τῷ χρόνῳ τῆς ἐκλείψεως περὶ τοὺς καρποὺς καὶ τὴν νέαν ἡλικίαν καὶ τοὺς θεμελίους τὸ ἐσόμενον σημαίνει· τὰ δὲ πρὸς τῷ ὑπὲρ γῆν μεσουρανήματι περὶ τὰ ἱερὰ καὶ τοὺς βασιλέας καὶ τὴν μέσην ἡλικίαν· τὰ δὲ πρὸς ταῖς δυσμαῖς περὶ τὰς τῶν νομίμων μετατροπὰς καὶ τὴν παλαιὰν ἡλικίαν καὶ τοὺς κατοιχομένους. Καὶ περὶ τὸ πόστον δὲ μέρος τοῦ ὑποκειμένου γένους ἡ διάθεσις ἐπελεύσεται, τό τε τῆς ἐπισκοτήσεως τῶν ἐκλείψεων μέγεθος ὑποβάλλει καὶ αἱ τῶν τὸ αἴτιον ἐμποιούντων ἀστέρων πρὸς τὸν ἐκλειπτικὸν τόπον σχέσεις. ἑσπέριοι μὲν γὰρ σχηματιζόμενοι πρὸς τὰς ἡλιακὰς ἐκλείψεις, ἑῷοι δὲ πρὸς τὰς σεληνιακάς, ἐπὶ τὸ ἔλαττον ὡς ἐπὶ πᾶν διατιθέασι· διαμετροῦντες δὲ ἐπὶ τὸ ἥμισυ· ἑῷοι δὲ σχηματιζόμενοι πρὸς τὰς ἡλιακὰς ἢ ἑσπέριοι πρὸς τὰς σεληνιακὰς ἐπὶ τὸ πλεῖονΠερὶ τῆς αὐτοῦ τοῦ ἀποτελέσματος ποιότητος Τέταρτον δʼ ἐστὶ κεφάλαιον τὸ περὶ αὐτῆς τῆς τοῦ ἀποτελέσματος ποιότητος, τουτέστι, πότερον ἀγαθῶν ἢ τῶν ἐναντίων ἐστὶ ποιητικὸν καὶ ποδαπὸν ἐφʼ ἑκάτερον κατὰ τὸ τοῦ εἴδους ἰδιότροπον. τοῦτο δὲ ἀπὸ τῆς τῶν οἰκοδεσποτησάντων ἀστέρων τοὺς κυρίους τόπους ποιητικῆς φύσεως καταλαμβάνεται καὶ τῆς συγκράσεως τῆς τε πρὸς ἀλλήλους καὶ τοὺς τόπους καθʼ ὧν ἂν ὦσι τετυχηκότες. ὁ μὲν γὰρ ἥλιος καὶ ἡ σελήνη διατάκται καὶ ὥσπερ ἡγεμόνες εἰσὶ τῶν ἄλλων, αὐτοὶ αἴτιοι γενόμενοι τοῦ τε κατὰ τὴν ἐνέργειαν ὅλου καὶ τῆς τῶν ἀστέρων οἰκοδεσποτίας καὶ ἔτι τῆς τῶν οἰκοδεσποτησάντων ἰσχύος ἢ ἀδρανείας. ἡ δὲ τῶν τὴν κυρίαν λαβόντων συγκρατικὴ θεωρία τὴν τῶν ἀποτελεσμάτων δείκνυσι ποιότητα. Ἀρξόμεθα δὲ τῆς καθʼ ἕκαστον τῶν πλανωμένων ποιητικῆς ἰδιοτροπίας, ἐκεῖνο κοινῶς προεκθέμενοι ἔτι τῆς κεφαλαιώδους ὑπομνήσεως ἕνεκεν ὡς ὅταν καθʼ ὅλου τινὰ λέγωμεν τῶν πέντε ἀστέρων τὴν κρᾶσιν καὶ τὸ ποιητικὸν τῆς ὁμοίας φύσεως ὑποληπτέον, ἐάν τε αὐτὸς ἐν τῇ ἰδίᾳ ᾖ καταστάσει, ἐάν τε καὶ τῶν ἀπλανῶν τις ἢ τῶν τοῦ ζωδιακοῦ τόπων κατὰ τὴν οἰκείαν αὐτοῦ κρᾶσιν θεωρῆται· καθάπερ ἂν εἰ τῶν φύσεων καὶ τῶν ποιοτήτων αὐτῶν καὶ μὴ τῶν ἀστέρων ἐτύγχανον αἱ προσηγορίαι καὶ ὅτι ἐν ταῖς συγκράσεσι πάλιν οὐ μόνον τὴν πρός ἀλλήλους τῶν πλανωμένων μῖξιν δεῖ σκοπεῖν, ἀλλὰ καὶ τὴν πρὸς τοὺς τῆς αὐτῆς φύσεως κεκοινωνηκότας ἤτοι ἀπλανεῖς ἀστέρας ἢ τόπους τοῦ ζωδιακοῦ κατὰ τὰς ἀποδεδειγμένας αὐτῶν πρὸς τοὺς πλάνητας συνοικειώσεις. Ὁ μὲν οὖν τοῦ Κρόνου ἀστὴρ μόνος τὴν οἰκοδεσποτίαν λαβὼν καθʼ ὅλου μὲν φθορᾶς τῆς κατὰ ψύξιν ἐστὶν αἴτιος·ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ συμπτώματος νόσους μακρὰς καὶ φθίσεις καὶ συντήξεις καὶ ὑγρῶν ὀχλήσεις καὶ ῥευματισμοὺς καὶ τεταρταϊκὰς ἐπισημασίας, φυγαδείας τε καὶ ἀπορίας καὶ συνοχὰς καὶ πένθη καὶ φόβους καὶ θανάτους μάλιστα τῶν τῇ ἡλικίᾳ προβεβηκότων ἐμποιεῖ. τῶν δὲ ἀλόγων ζῴων περὶ τὰ εὔχρηστα ὡς ἐπὶ πᾶν, σπάνιν τε καὶ τῶν ὄντων φθορὰς σωματικὰς καὶ νοσοποιούς, ὑφ̓ ὧν καὶ οἱ χρησάμενοι τῶν ἀνθρώπων συνδιατιθέμενοι διαφθείρονται. περὶ δὲ τὴν τοῦ ἀέρος κατάστασιν ψύχη φοβερὰ παγώδη καὶ ὁμιχλώδη καὶ λοιμικά, δυσαερίας τε καὶ συννεφίας καὶ ζόφους· ἔτι δὲ νιφετῶν πλῆθος οὐκ ἀγαθῶν ἀλλὰ φθοροποιῶν, ἀφ̓ ὧν καὶ τὰ κακοῦντα τὴν ἀνθρωπίνην φύσιν τῶν ἑρπετῶν συγκρίνεται. περὶ δὲ ποταμοὺς ἢ θαλάττας κοινῶς μὲν χειμῶνας καὶ στόλων ναυάγια καὶ δυσπλοίας καὶ τῶν ἰχθύων ἔνδειαν καὶ φθοράν, ἰδίως δὲ ἐν μὲν θαλάτταις ἀμπώτεις καὶ παλιρροίας, ἐπὶ δὲ ποταμῶν ὑπερμετρίαν καὶ κάκωσιν τῶν ποταμίων ὑδάτων. πρὸς δὲ τοὺς τῆς γῆς καρποὺς ἔνδειαν καὶ σπάνιν καὶ ἀπώλειαν μάλιστα τῶν εἰς τὰς ἀναγκαίας χρείας γινομένων ἤτοι ὑπὸ κάμπης ἢ ἀκρίδος ἢ κατακλυσμῶν ὑδάτων ἢ ὄμβρων ἐπιφορᾶς ἢ χαλάζης ἢ τῶν τοιούτων, ὡς καὶ μέχρι λιμοῦ φθάνειν καὶ τῆς τοιαύτης τῶν ἀνθρώπων ἀπωλείας. Ὁ δὲ τοῦ Διὸς μόνος τὴν κυρίαν λαχὼν καθʼ ὅλου μὲν αὐξήσεώς ἐστι ποιητικός, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους γενομένου τοῦ ἀποτελέσματος δόξας ἀποτελεῖ καὶ εὐετηρίας καὶ εὐθηνίας καὶ καταστάσεις εἰρηνικὰς καὶ τῶν ἐπιτηδείων αὐξήσεις, εὐεξίας τε σωματικὰς καὶ ψυχικάς· ἔτι δὲ εὐεργεσίας τε καὶ δωρεὰς ἀπὸ τῶν βασιλευόντων, αὐτῶν τε ἐκείνων αὐξήσεις καὶ μεγαλειότητας καὶ μεγαλοψυχίας. καθʼ ὅλου τε εὐδαιμονίας ἐστὶν αἴτιος. περὶ δὲ τὰ ἄλογα ζῷα τῶν μὲν εἰς χρῆσιν ἀνθρωπίνην δαψίλειαν καὶ πολυπληθίαν ποιεῖ, τῶν δὲ εἰς τὸ ἐναντίον φθοράν τε καὶ ἀπώλειαν.